- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg017.humanitext-grc2:17-19
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
クニスコスは、死後の罰と報奨の不条理性を指摘し、すべての行動が運命によって決定されているならば、審判者ミノスが罰するべきは人間ではなく運命そのものであると主張する。ゼウスは議論を拒んで去ろうとし、クニスコスは運命の女神たちの労苦に同情しつつ対話を締めくくる。
Κυνίσκος ἵνα ὑμῖν μὴ τὰ νῦν λέγω1 καθʼ ἕκαστον ἐπεξιών, τοὺς μὲν πονηροὺς εὐδαιμονοῦντας καὶ τοὺς πλεονέκτας, ἀγομένους δὲ καὶ φερομένους τοὺς χρηστοὺς ἐν πενίᾳ καὶ νόσοις καὶ μυρίοις κακοῖς πιεζομένους. Ζεύς οὐ γὰρ οἶσθα, ὦ Κυνίσκε, ἡλίκας μετὰ τὸν βίον οἱ πονηροὶ τὰς κολάσεις ὑπομένουσιν, ἢ ἐν ὅσῃ οἱ χρηστοὶ εὐδαιμονίᾳ διατρίβουσιν; Κυνίσκος Ἅιδην μοι λέγεις καὶ Τιτυοὺς καὶ Ταντάλους. ἐγὼ δέ, εἰ μέν τι καὶ τοιοῦτόν ἐστιν, εἴσομαι τὸ σαφὲς ἐπειδὰν ἀποθάνω· τὸ δὲ νῦν ἔχον2 ἐβουλόμην τὸν ὁποσονοῦν χρόνον τοῦτον εὐδαιμόνως διαβιοὺς ὑπὸ ἑκκαίδεκα γυπῶν κείρεσθαι τὸ ἧπαρ ἀποθανών, ἀλλὰ μὴ ἐνταῦθα διψήσας ὥσπερ ὁ Τάνταλος ἐν Μακάρων νήσοις πίνειν μετὰ τῶν ἡρώων ἐν τῷ Ἠλυσίῳ λειμῶνι κατακείμενος.
クニスコス 今や私が、悪人や強欲な者たちが幸福に暮らし、一方で善良な人々が略奪され、貧困や病気や無数の災いに苦しめられていることを、一々列挙してあなた方に言わなくて済むように[あえて言いませんが]。 ゼウス クニスコスよ、悪人たちが死後にどれほど大きな罰を受けるか、あるいは善良な人々がどれほど大きな幸福の中に暮らすかを、お前は知らないのか。 クニスコス あなたは私に冥界(ハデス)やティテュオスたちやタンタロスたちのことを言っているのですね。私としては、もしそのようなことが本当にあるとしても、死んだときにその真相をはっきりと知るでしょう。しかし現状としては、たとえどれほどの時間であれ、この生前の時間を幸福に生き抜いて、死んでから十六羽の禿鷹に肝臓を貪られる方を望みます。生前にタンタロスのように渇きに苦しんでおきながら、死後に福者の島々のエリュシオンの野に横たわって英雄たちとともに酒を飲むよりは。
Ζεύς τί φής; ἀπιστεῖς εἶναί τινας κολάσεις καὶ τιμάς, καὶ δικαστήριον ἔνθα δὴ ἐξετάζεται ὁ ἑκάστου βίος; Κυνίσκος ἀκούω τινὰ Μίνω Κρῆτα δικάζειν κάτω τὰ τοιαῦτα· καί μοι ἀπόκριναί τι καὶ ὑπὲρ ἐκείνου· σὸς γὰρ υἱὸς εἶναι λέγεται. Ζεύς τί δὲ κἀκεῖνον ἐρωτᾷς, ὦ Κυνίσκε; Κυνίσκος τίνας κολάζει μάλιστα; Ζεύς τοὺς πονηροὺς δηλαδή, οἷον ἀνδροφόνους καὶ ἱεροσύλους. Κυνίσκος τίνας δὲ παρὰ τοὺς ἥρωας ἀποπέμπει; Ζεύς τοὺς ἀγαθούς τε καὶ ὁσίους καὶ κατʼ ἀρετὴν βεβιωκότας. Κυνίσκος τίνος ἕνεκα, ὦ Ζεῦ; Ζεύς διότι οἱ μὲν τιμῆς, οἱ δὲ κολάσεως ἄξιοι. Κυνίσκος εἰ δέ τις ἀκούσιόν τι δεινὸν ἐργάσαιτο, κολάζεσθαι καὶ τοῦτον δικαιοῖ; Ζεύς οὐδαμῶς. Κυνίσκος οὐδʼ ἄρα εἴ τις ἄκων τι ἀγαθὸν ἔδρασεν, οὐδὲ τοῦτον τιμᾶν ἀξιώσειεν ἄν; Ζεύς οὐ γὰρ οὖν. Κυνίσκος οὐδένα τοίνυν, ὦ Ζεῦ, οὔτε τιμᾶν οὔτε κολάζειν αὐτῷ προσήκει. Ζεύς πῶς οὐδένα; Κυνίσκος ὅτι οὐδὲν ἑκόντες οἱ ἄνθρωποι ποιοῦμεν, ἀλλά τινι ἀνάγκῃ ἀφύκτῳ κεκελευσμένοι, εἴ γε ἀληθῆ ἐκεῖνά ἐστι τὰ ἔμπροσθεν ὡμολογημένα, ὡς ἡ Μοῖρα πάντων αἰτία· καὶ ἢν φονεύσῃ τις, ἐκείνη ἐστὶν ἡ φονεύσασα, καὶ ἢν ἱεροσυλῇ, προστεταγμένον αὐτὸ δρᾷ. ὥστε εἴ γε τὰ δίκαια ὁ Μίνως δικάζειν μέλλοι, τὴν Εἱμαρμένην ἀντὶ τοῦ Σισύφου κολάσεται3 καὶ τὴν Μοῖραν ἀντὶ τοῦ Ταντάλου. τί γὰρ ἐκεῖνοι ἠδίκησαν πεισθέντες τοῖς ἐπιτάγμασιν;
ゼウス 何と言う。お前は罰や報奨が存在すること、そしてめいめいの生涯が吟味される裁判所が存在することを信じないのか。 クニスコス クレタ人のミノスなる者が冥界でそのような裁判を行っていると聞いています。彼に代わっても私に答えてください。彼はあなたの息子だと言われていますからね。 ゼウス クニスコスよ、彼のことも何を尋ねるというのだ。 クニスコス 彼は主に誰を罰するのですか。 ゼウス 言うまでもなく悪人たちだ。例えば、人殺しや神殿荒らしのような者たちだ。 クニスコス では、英雄たちのもとへは誰を送るのですか。 ゼウス 善人や敬虔な者、そして徳に従って生きた者たちだ。 クニスコス 何のためにですか、ゼウスよ。 ゼウス 一方は報奨に、他方は罰に値するからだ。 クニスコス しかし、もし誰かが意図せず何か恐ろしいことを行ったら、この者をも罰するのが正しいと彼はみなしますか。 ゼウス 決してそんなことはない。 クニスコス では、もし誰かが意図せず何か善いことを行ったなら、その者をも報奨するに値するとはみなさないでしょうか。 ゼウス 当然、みなさない。 クニスコス それならゼウスよ、彼は誰をも報奨することも罰することもふさわしくありません。 ゼウス なぜ誰一人ふさわしくないのだ。 クニスコス なぜなら、我々人間は自発的に行うことなど何一つなく、何か不可避の必然性によって命じられて行っているからです。もし以前に合意されたこと、すなわち運命(モイラ)がすべての原因であるということが真実であるならば。誰かが人殺しをしたとしても、殺したのはあのモイラなのであり、また誰かが神殿荒らしをしたとしても、命じられたことを行っているにすぎないのです。ですから、もしミノスが本当に公正な裁判を行おうとするならば、彼はシシュポスの代わりに運命(ヘイマルメネー)を罰し、タンタロスの代わりに運命(モイラ)を罰するべきでしょう。彼らはただ命令に従っただけなのに、何の不正を働いたというのですか。
Ζεύς οὐκέτʼ οὐδὲ ἀποκρίνεσθαί σοι ἄξιον τοιαῦτα ἐρωτῶντι· θρασὺς γὰρ εἶ καὶ σοφιστής. καί σε ἄπειμι ἤδη καταλιπών. Κυνίσκος ἐδεόμην μὲν ἔτι καὶ τοῦτο ἐρέσθαι, ποῦ αἱ Μοῖραι διατρίβουσιν ἢ πῶς ἐφικνοῦνται τῇ ἐπιμελείᾳ τῶν τοσούτων ἐς τὸ λεπτότατον, καὶ ταῦτα τρεῖς οὖσαι. ἐπίπονον γάρ τινα καὶ οὐκ εὔμοιρόν μοι δοκοῦσι βιοῦν τὸν βίον τοσαῦτα ἔχουσαι πράγματα, καὶ ὡς ἔοικεν οὐ πάνυ οὐδὲ αὗται ὑπὸ χρηστῇ Εἱμαρμένῃ ἐγεννήθησαν. ἐγὼ γοῦν, εἴ μοι αἵρεσις δοθείη, οὐκ ἂν ἀλλαξαίμην πρὸς αὐτὰς τὸν ἐμαυτοῦ βίον, ἀλλʼ ἑλοίμην ἂν ἔτι πενέστερος διαβιῶναι ἤπερ καθῆσθαι κλώθων ἄτρακτον τοσούτων πραγμάτων μεστόν, ἐπιτηρῶν ἕκαστα. εἰ δὲ μὴ ῥᾴδιόν σοι ἀποκρίνασθαι πρὸς ταῦτα, ὦ Ζεῦ, καὶ τούτοις ἀγαπήσομεν οἷς ἀπεκρίνω· ἱκανὰ γὰρ ἐμφανίσαι τὸν περὶ τῆς Εἱμαρμένης καὶ Προνοίας λόγον· τὰ λοιπὰ δʼ ἴσως οὐχ εἵμαρτο ἀκοῦσαί μοι.
ゼウス そのような問いを立てるお前には、もはや答える価値もない。お前は無礼でソフィストな奴だ。私はもうお前を置いて去ることにする。 クニスコス 私はさらに次のことも尋ねたかったのです。運命(モイラたち)はどこに暮らしているのか、また、あれほど多くの物事をどのようにして最も細部に至るまで配慮の手を届かせているのか、それもわずか三人で。これほど多くの仕事を抱えて、彼女たちは骨の折れる、決して恵まれているとは言えない人生を送っているように私には思われますし、どうやら彼女たち自身も、あまり良い運命(ヘイマルメネー)のもとに生まれたわけではないようです。少なくとも私なら、もし選択肢を与えられたとしても、彼女たちと自分の人生を交換したりはせず、むしろすべてを監視しながらこれほど多くの仕事に満ちた糸車を紡いで座っているよりは、さらに貧しく生きることを選ぶでしょう。しかしゼウスよ、もしこれらのことに答えるのが容易でないのなら、あなたが答えてくれたことだけでも満足しましょう。それは運命とプロノイア(配慮)に関する議論を明らかにするのに十分でしたから。残りのことは、おそらく私が聞くようには運命づけられていなかったのでしょう。
- 17ἵνα ὑμῖν μὴ τὰ νῦν λέγω
目的を示す接続法節 ἵνα μὴ λέγω が、主節を伴わずに独立して用いられている。これは修辞学における「言及回避(praeteritio)」の慣用表現であり、「〜は言うまでもないことだが」「〜について今は語らないでおくために」という意味を表す。
- 17τὸ δὲ νῦν ἔχον
「現在においては」「現状としては」を意味する、副詞的対格(関係の対格)を用いた慣用表現。分詞 ἔχον は中性単数形。
- 18τὴν Εἱμαρμένην ἀντὶ τοῦ Σισύφου κολάσεται
前置詞 ἀντί は属格を支配し、「〜の代わりに(in place of)」という代替の意を表す。ここでの論理は、人間が運命の道具にすぎない以上、処罰による抑止力や公正さは機能せず、真の原因(運命)のみが責任を負うべきであるという、合理的な因果関係の追求を示している。
