← ルキアノス

下界への旅または僭主

§4-6

逃亡した僭主の捕縛と死者たちの乗船点呼

ヘルメスが逃亡した僭主を捕まえ、クニスコスの協力を得て連れ戻す。その後、クロトとカロンは名簿に基づいて、乳幼児、老人、戦争や愛、刑罰など様々な原因で死んだ亡霊たちの乗船審査を開始する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4

Ἑρμῆς ἀπεδίδρασκε, λέγεις; εἰ γὰρ μὴ ὁ γενναιότατος οὗτος, ὁ τὸ ξύλον,1 συνήργησέ μοι καὶ συλλαβόντες αὐτὸν ἐδήσαμεν, κἂν ᾤχετο2 ἡμᾶς ἀποφυγών· ἀφʼ οὗ γάρ μοι παρέδωκεν αὐτὸν ἡ Ἄτροπος, παρʼ ὅλην τὴν ὁδὸν ἀντέτεινε καὶ ἀντέσπα, καὶ τὼ πόδε ἀντερείδων πρὸς τὸ ἔδαφος οὐ παντελῶς εὐάγωγος ἦν· ἐνίοτε δὲ καὶ ἱκέτευε καὶ κατελιπάρει, ἀφεθῆναι πρὸς ὀλίγον ἀξιῶν καὶ πολλὰ δώσειν ὑπισχνούμενος. ἐγὼ δέ, ὥσπερ εἰκός, οὐκ ἀνίειν ὁρῶν ἀδυνάτων ἐφιέμενον. ἐπεὶ δὲ κατʼ αὐτὸ ἤδη τὸ στόμιον ἦμεν, ἐμοῦ τοὺς νεκρούς, ὡς ἔθος, ἀπαριθμοῦντος τῷ Αἰακῷ κἀκείνου λογιζομένου αὐτοὺς πρὸς τὸ παρὰ τῆς σῆς ἀδελφῆς πεμφθὲν αὐτῷ σύμβολον, λαθὼν οὐκ οἶδʼ ὅπως ὁ τρισκατάρατος ἀπιὼν ᾤχετο. ἐνέδει οὖν νεκρὸς εἷς τῷ λογισμῷ, καὶ ὁ Αἰακὸς ἀνατείνας τὰς ὀφρῦς, μὴ ἐπὶ πάντων, ὦ Ἑρμῆ, φησί, χρῶ τῇ κλεπτικῇ, ἅλις σοι αἱ ἐν οὐρανῷ παιδιαί· τὰ νεκρῶν δὲ ἀκριβῆ καὶ οὐδαμῶς λαθεῖν δυνάμενα. τέτταρας, ὡς ὁρᾷς, πρὸς τοῖς χιλίοις ἔχει τὸ σύμβολον ἐγκεχαραγμένους, σὺ δέ μοι παρʼ ἕνα ἥκεις ἄγων, εἰ μὴ τοῦτο φής, ὡς παραλελόγισταί σε ἡ Ἄτροπος. ἐγὼ δὲ ἐρυθριάσας πρὸς τὸν λόγον ταχέως ὑπεμνήσθην τῶν κατὰ τὴν ὁδόν, κἀπειδὴ περιβλέπων οὐδαμοῦ τοῦτον εἶδον, συνεὶς τὴν ἀπόδρασιν ἐδίωκον ὡς εἶχον τάχους κατὰ τὴν ἄγουσαν πρὸς τὸ φῶς· εἵπετο δὲ αὐθαίρετός μοι ὁ βέλτιστος οὗτος, καὶ ὥσπερ ἀπὸ ὕσπληγγος θέοντες καταλαμβάνομεν αὐτὸν ἤδη ἐν Ταινάρῳ· παρὰ τοσοῦτον ἦλθε διαφυγεῖν.

ヘルメス 「逃げ出した」と言うのかい?もし、あの最高に高潔な、あの棍棒を持った御方が私に協力してくれず、我々が彼を捕まえて縛り上げなかったら、本当に彼は私たちから逃げ去ってしまっていただろう。アトロポスが彼を私に引き渡して以来、道中ずっと彼は抵抗し、引っ張り、両足を地面に踏ん張って、まったく従順ではなかったのだ。時には懇願し、哀願し、少しの間だけ放してくれと求め、多くのものを与えると約束した。しかし私は、当然のことながら、不可能なことを望む彼を見ても放さなかった。そして我々がそのまさに(冥界の)入り口に来た時、私がいつものように死者をアイアコスに数え上げ、彼が君の姉妹から送られた証票に照らして彼らを計算していた時、知らぬ間にどうやったのか、あの忌々しい奴は立ち去ってしまったのだ。それゆえ、計算の上で死者が一人足りなかった。アイアコスは眉をひそめて言った。 「ヘルメスよ、あらゆることにおいて盗みの術を使うものではない。天界での悪ふざけは十分だ。死者の事柄は厳密であり、決して見逃されることはない。証票には、ご覧の通り、千のほかに4人が刻まれているが、お前は一人足りない状態で私のもとに連れてきている。アトロポスがお前をごまかしたと言うのでなければな。」 私はこの言葉に赤面し、急いで道中の出来事を思い出し、見回してもこの男がどこにもいないのを見て、逃亡を悟り、光へ通じる道に沿って全速力で追いかけた。この親切な御方が自発的に私に従ってきてくれ、我々はスターティングゲートから走るようにして、ついにタイナロンでもう彼を捕まえた。あやうく逃げられるところだった。

§5

Κλωθώ ἡμεῖς δέ, ὦ Χάρων, ὀλιγωρίαν ἤδη τοῦ Ἑρμοῦ κατεγινώσκομεν. Χάρων τί οὖν ἔτι διαμέλλομεν ὡς οὐχ ἱκανῆς ἡμῖν γεγενημένης διατριβῆς; Κλωθώ εὖ λέγεις· ἐμβαινέτωσαν. ἐγὼ δὲ προχειρισαμένη τὸ βιβλίον καὶ παρὰ τὴν ἀποβάθραν καθεζομένη, ὡς ἔθος, ἐπιβαίνοντα ἕκαστον αὐτῶν διαγνώσομαι, τίς καὶ πόθεν καὶ ὅντινα τεθνεὼς τὸν τρόπον· σὺ δὲ παραλαμβάνων στοίβαζε καὶ συντίθει· σὺ δέ, ὦ Ἑρμῆ, τὰ νεογνὰ ταυτὶ πρῶτα ἐμβαλοῦ· τί γὰρ ἂν καὶ ἀποκρίναιντό μοι; Ἑρμῆς ἰδού σοι, ὦ πορθμεῦ, τὸν ἀριθμὸν οὗτοι τριακόσιοι μετὰ τῶν ἐκτιθεμένων. Χάρων βαβαὶ τῆς εὐαγρίας. ὀμφακίας ἡμῖν νεκροὺς ἥκεις ἄγων. Ἑρμῆς βούλει, ὦ Κλωθοῖ, τοὺς ἀκλαύστους ἐπὶ τούτοις ἐμβιβασώμεθα; Κλωθώ τοὺς γέροντας λέγεις; οὕτω ποίει. τί γάρ με δεῖ πράγματα ἔχειν τὰ πρὸ Εὐκλείδου3 νῦν ἐξετάζουσαν; οἱ ὑπὲρ ἑξήκοντα ὑμεῖς πάριτε ἤδη. τί τοῦτο; οὐκ ἐπακούουσί μου βεβυσμένοι τὰ ὦτα ὑπὸ τῶν ἐτῶν. δεήσει τάχα καὶ τούτους ἀράμενον παραγαγεῖν. Ἑρμῆς ἰδοὺ πάλιν οὗτοι δυεῖν δέοντες τετρακόσιοι, τακεροὶ πάντες καὶ πέπειροι καὶ καθʼ ὥραν τετρυγημένοι. Χάρων νὴ Δίʼ, ἐπεὶ ἀσταφίδες γε πάντες ἤδη εἰσί.

クロト 私たちときたら、カロン、もうヘルメスの怠慢を非難していたところだったわ。 カロン それでは、なぜ我々はまだぐずぐずしているのだ?十分な時間の浪費がすでになされたというのに。 クロト お前の言う通りだ。乗船させよう。私は帳簿を取り出し、いつものようにタラップのそばに腰掛けて、乗船する者たち一人ひとりについて、誰で、どこから来て、どのように死んだのかを調べよう。お前は彼らを受け取って積み重ねて、配置しなさい。ヘルメスよ、お前はまずこれらの乳幼児を乗せなさい。彼らは私に何も答えることができないだろうから。 ヘルメス ほら、渡し守よ、捨て子たちを含めて彼らは300人だ。 カロン おお、大漁だ。酸っぱいぶどうのような死者たちを連れてきたものだ。 ヘルメス クロトよ、彼らに続いて、泣かれることのない者たちを乗せようか? クロト 老人たちのこと?そうしなさい。エウクレイデス以前の古い事柄を今になって調査して、どうして私が苦労する必要があるだろうか? 60歳以上の者たちよ、もう通りなさい。どうしたの?耳が年齢のせいで詰まっていて、私の言うことが聞こえないようだわ。じきに彼らも抱え上げて連れていく必要がありそうね。 ヘルメス ほら、また彼らは398人だ。みんなしなびて、熟しきって、季節通りに収穫された者たちだ。 カロン ゼウスにかけて、彼らはもうみんな干しぶどうだからな。

§6

Κλωθώ τοὺς τραυματίας ἐπὶ τούτοις, ὦ Ἑρμῆ, παράγαγε· καὶ πρῶτόν μοι εἴπατε ὅπως ἀποθανόντες ἥκετε· μᾶλλον δὲ αὐτὴ πρὸς τὰ γεγραμμένα ὑμᾶς ἐπισκέψομαι. πολεμοῦντας ἀποθανεῖν ἔδει χθὲς ἐν Μηδίᾳ τέτταρας ἐπὶ τοῖς ὀγδοήκοντα καὶ τὸν Ὀξυάρτου υἱὸν μετʼ αὐτῶν Γωβάρην. Ἑρμῆς πάρεισι. Κλωθώ διʼ ἔρωτα αὑτοὺς ἀπέσφαξαν ἑπτά, καὶ ὁ φιλόσοφος Θεαγένης διὰ τὴν ἑταίραν τὴν Μεγαρόθεν. Ἑρμῆς οὑτοιὶ πλησίον. Κλωθώ ποῦ δʼ οἱ περὶ τῆς βασιλείας ὑπʼ ἀλλήλων ἀποθανόντες; Ἑρμῆς Παρεστᾶσιν. Κλωθώ ὁ δʼ ὑπὸ τοῦ μοιχοῦ καὶ τῆς γυναικὸς φονευθείς; Ἑρμῆς ἰδού σοι πλησίον. Κλωθώ τοὺς ἐκ δικαστηρίων δῆτα παράγαγε, λέγω δὲ τοὺς ἐκ τυμπάνου4 καὶ τοὺς ἀνεσκολοπισμένους. οἱ δʼ ὑπὸ λῃστῶν ἀποθανόντες ἑκκαίδεκα ποῦ εἰσιν, ὦ Ἑρμῆ; Ἑρμῆς πάρεισιν οἵδε οἱ τραυματίαι οὓς ὁρᾷς. τὰς δὲ γυναῖκας ἅμα βούλει παραγάγω; Κλωθώ μάλιστα, καὶ τοὺς ἀπὸ ναυαγίων γε ἅμα· καὶ γὰρ τεθνᾶσι τὸν ὅμοιον τρόπον. καὶ τοὺς ἀπὸ τοῦ πυρετοῦ δέ, καὶ τούτους ἅμα, καὶ τὸν ἰατρὸν μετʼ αὐτῶν Ἀγαθοκλέα.

クロト ヘルメス、彼らに続いて負傷者たちを進めなさい。そして、まずお前たちがどのようにして死んでここに来たのかを私に言いなさい。いや、むしろ私自身が書かれた記録に照らして調べよう。昨日メディアで戦死するはずだったのは84名、そして彼らとともにオクスュアルテスの子ゴバレスだ。 ヘルメス 彼らはいます。 クロト 愛のために自ら喉を掻き切ったのが7人、そしてメガラ出身の遊女のために死んだ哲学者テアゲネス。 ヘルメス 彼らはここにいます。 クロト 王位をめぐって互いに殺し合った者たちはどこかしら? ヘルメス 傍らに立っています。 クロト 姦通者とその妻に殺された男は? ヘルメス ほら、お前のそばにいます。 クロト では、裁判によって処刑された者たち、すなわち拷問台で殺された者たちや磔にされた者たちを進めなさい。ところでヘルメス、山賊に殺された16人はどこかしら? ヘルメス ここにいる負傷者たちが彼らです。女性たちも一緒に進めましょうか? クロト ぜひとも。そして難破船による者たちも一緒に。彼らも同様の死に方をしたのだから。熱病による者たちも、彼らも一緒に、そして彼らとともにいた医師アガトクレスも。

構文注4 件
  1. 4ὁ τὸ ξύλον

    定冠詞 ὁ に伴う分詞(ἔχων 「持つ」など)が省略された、古典ギリシア語に特徴的な名詞的表現。「木(の棒/棍棒)を持っている者」を指し、ここではシニコス派(キニコス派)の哲学者クニスコスを指示している。

  2. 4κἂν ᾤχετο

    καὶ ἂν ᾤχετο の縮約(crasis)である。反実仮想の帰結節を表し、直説法過去形 ᾤχετο に ἄν が伴うことで、「(もし〜でなかったら)去ってしまっていただろう」という過去の事実に反する結果を示す。

  3. 5τὰ πρὸ Εὐκλείδου

    紀元前403年のアテナイのアルコンであったエウクレイデスの名に基づく慣用表現。「エウクレイデス以前の事柄」とは、アテナイの内乱終結時の大赦(それ以前の罪を問わないこと)に由来し、「大昔の、すでに不問に付された(あるいは忘れ去られた)事柄」を意味する。

  4. 6ἐκ τυμπάνου

    前置詞 ἐκ が手段・原因を示し、τύμπανον(刑罰用の木板、拷問台、あるいは棍棒)による処刑、すなわち「打殺刑」または「拷問台による処刑」を意味する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(22 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 21 件
urn:cts:greekLit:tlg0062.tlg016.humanitext-grc2:4-6