§22Μίκυλλος
ὦ Ἡράκλεις, τοῦ ζόφου.
米库洛斯 “赫拉克勒斯啊,好一阵黑暗!
ποῦ νῦν ὁ καλὸς Μέγιλλος;
美男子梅吉罗斯现在何处?
ἢ τῷ διαγνῷ τις ἐνταῦθα εἰ καλλίων Φρύνης Σιμίχη;
或者在这里,谁能分辨出西米赫是否比弗里妮更美丽?
πάντα γὰρ ἴσα καὶ ὁμόχροα καὶ οὐδὲν οὔτε καλὸν οὔτε κάλλιον, ἀλλʼ ἤδη καὶ τὸ τριβώνιον τέως ἄμορφον εἶναί μοι δοκοῦν ἰσότιμον γίγνεται τῇ πορφυρίδι τοῦ βασιλέως·
因为一切都是等同且颜色一致的,没有什么美丽或更美丽之分。 甚至连我那先前看起来破烂不堪的粗布外衣,现在也变得与国王的紫袍同等价值了。
ἀφανῆ γὰρ ἄμφω καὶ ὑπὸ τῷ αὐτῷ σκότῳ καταδεδυκότα.
因为两者都看不见,沉没在同一片黑暗之中。
Κυνίσκε, σὺ δὲ ποῦ ποτε ἄρα ὢν τυγχάνεις;
库尼斯科斯,你到底在哪里?
Κυνίσκος
ἐνταῦθα λέγω σοι, Μίκυλλε·
” 库尼斯科斯 “我在这儿呢,米库洛斯。
ἀλλʼ ἅμα, εἰ δοκεῖ, βαδίζωμεν.
不过,如果可以的话,我们一起走吧。
Μίκυλλος
εὖ λέγεις· ἔμβαλέ μοι τὴν δεξιάν.
” 米库洛斯 “说得对,把右手伸给我。
εἰπέ μοι, — ἐτελέσθης γάρ, ὦ Κυνίσκε, δῆλον ὅτι τὰ Ἐλευσίνια — οὐχ ὅμοια τοῖς ἐκεῖ τὰ ἐνθάδε σοι δοκεῖ;
告诉我——因为你显然已经入选了厄琉息斯秘仪,库尼斯科斯——你不觉得这里的情况和那里的很相似吗?
Κυνίσκος
εὖ λέγεις·
” 库尼斯科斯 “说得对。
ἰδοὺ γοῦν προσέρχεται δᾳδουχοῦσά τις φοβερόν τι καὶ ἀπειλητικὸν προσβλέπουσα.
看啊,反正有一个手持松明的人带着可怕和威胁的目光走过来了。
ἦ ἄρα που Ἐρινύς ἐστιν;
难道她真的是复仇女神(厄里倪厄斯)吗?
Μίκυλλος
ἔοικεν ἀπό γε τοῦ σχήματος.
” 米库洛斯 “从装束来看,似乎是的。
§23Ἑρμῆς
παράλαβε τούτους, ὦ Τισιφόνη, τέτταρας ἐπὶ τοῖς χιλίοις.
” 赫尔墨斯 “蒂西福涅,收下这千零四人吧。
Τισιφόνη
καὶ μὴν πάλαι γε ὁ Ῥαδάμανθυς οὗτος ὑμᾶς περιμένει.
” 蒂西福涅 “其实,拉达曼提斯大人早就已经在这里等候你们了。
Ῥαδάμανθυς
πρόσαγε αὐτούς, ὦ Ἐρινύ.
” 拉达曼提斯 “把他们带上前来,复仇女神。
σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ προσκάλει.
你,赫尔墨斯,去宣告并传唤他们。
Κυνίσκος
ὦ Ῥαδάμανθυ, πρὸς τοῦ πατρὸς ἐμὲ πρῶτον ἐπίσκεψαι παραγαγών.
” 库尼斯科斯 “拉达曼提斯啊,凭着你的父亲起誓,请先带我上前来审问吧。
Ῥαδάμανθυς
τίνος ἕνεκα;
” 拉达曼提斯 “为了什么理由?
Κυνίσκος
πάντως βούλομαι κατηγορῆσαι τυράννου τινὸς ἃ συνεπίσταμαι πονηρὰ δράσαντι αὐτῷ παρὰ τὸν βίον.
” 库尼斯科斯 “我无论如何都想控告某个僭主,因为我深知他在生前所犯下的恶行。
οὐκ ἂν οὖν ἀξιόπιστος εἴην λέγων, μὴ οὐχὶ πρότερον αὐτὸς φανεὶς οἷός εἰμι καὶ οἷόν τινα ἐβίωσα τὸν τρόπον.
如果我自己不先表露我是个怎样的人,以及过着怎样的生活,那么我所说的话就不可信了。
Ῥαδάμανθυς
τίς δὲ σύ;
” 拉达曼提斯 “你又是谁?
Κυνίσκος
Κυνίσκος, ὦ ἄριστε, τὴν γνώμην φιλόσοφος.
” 库尼斯科斯 “库尼斯科斯,高尚的判官,志在哲学。
Ῥαδάμανθυς
δεῦρʼ ἐλθὲ καὶ πρῶτος εἰς τὴν δίκην κατάστηθι.
” 拉达曼提斯 “到这里来,首先受审。
σὺ δὲ προσκάλει τοὺς κατηγόρους.
你,去传唤控告者们。
§24Ἑρμῆς
εἴ τις Κυνίσκου τουτουὶ κατηγορεῖ, δεῦρο προσίτω.
” 赫尔墨斯 “若有人控告这位库尼斯科斯,请上前一步。
Κυνίσκος
οὐδεὶς προσέρχεται.
” 库尼斯科斯 “没有人上前。
Ῥαδάμανθυς
ἀλλʼ οὐχ ἱκανὸν τοῦτο, ὦ Κυνίσκε·
” 拉达曼提斯 “但这还不够,库尼斯科斯。
ἀπόδυθι δέ, ὅπως ἐπισκοπήσω σε ἀπὸ τῶν στιγμάτων.
脱下衣服,好让我通过烙印来审视你。
Κυνίσκος
ποῦ γὰρ ἐγὼ στιγματίας ἐγενόμην;
” 库尼斯科斯 “我怎么会成了一个身上有烙印的人呢?
Ῥαδάμανθυς
ὁπόσα ἄν τις ὑμῶν πονηρὰ ἐργάσηται παρὰ τὸν βίον, καθʼ ἕκαστον αὐτῶν ἀφανῆ στίγματα ἐπὶ τῆς ψυχῆς περιφέρει.
” 拉达曼提斯 “你们中任何人只要在生前作恶,每作恶一次,魂上就会带着看不见的烙印。
Κυνίσκος
ἰδού σοι γυμνὸς παρέστηκα·
” 库尼斯科斯 “瞧,我光着身子站在你面前。
ὥστε ἀναζήτει ταῦτα ἅπερ σὺ φὴς τὰ στίγματα.
那就搜寻你所说的那些烙印吧。
Ῥαδάμανθυς
καθαρὸς ὡς ἐπίπαν οὑτοσὶ πλὴν τούτων τριῶν ἢ τεττάρων ἀμαυρῶν πάνυ καὶ ἀσαφῶν στιγμάτων.
” 拉达曼提斯 “此人整体上是干净的,除了这三四个非常黯淡和模糊的烙印。
καίτοι τί τοῦτο;
然而,这是怎么回事?
ἴχνη μὲν καὶ σημεῖα πολλὰ τῶν ἐγκαυμάτων, οὐκ οἶδα δὲ ὅπως ἐξαλήλιπται, μᾶλλον δὲ ἐκκέκοπται.
烙铁烫伤的痕迹和印记虽然很多,却不知道怎么被抹去了,或者说被铲除了。
πῶς ταῦτα, ὦ Κυνίσκε, ἢ πῶς καθαρὸς ἐξ ὑπαρχῆς ἀναπέφηνας;
库尼斯科斯,这是怎么回事?
Κυνίσκος
ἐγώ σοι φράσω·
或者,你如何能从头开始显得如此干净? ” 库尼斯科斯 “我来告诉你。
πάλαι πονηρὸς διʼ ἀπαιδευσίαν γενόμενος καὶ πολλὰ διὰ τοῦτο ἐμπολήσας στίγματα, ἐπειδὴ τάχιστα φιλοσοφεῖν ἠρξάμην κατʼ ὀλίγον ἁπάσας τὰς κηλῖδας ἐκ τῆς ψυχῆς ἀπελουσάμην.
以前我因缺乏教化而变坏,因此染上了许多烙印。 但自从我开始研究哲学之后,很快就渐渐把魂里所有的污点都洗净了。
Ῥαδάμανθυς
ἀγαθῷ γε οὗτος καὶ ἀνυσιμωτάτῳ χρησάμενος τῷ φαρμάκῳ.
” 拉达曼提斯 “此人确实使用了一种极佳且最有效的药物。
ἀλλʼ ἄπιθι ἐς τὰς Μακάρων νήσους τοῖς ἀρίστοις συνεσόμενος, κατηγορήσας γε πρότερον οὗ φὴς τυράννου.
那么,在先控告了你所说的那个僭主之后,就去往福人岛,与最优秀的人们共处吧。
ἄλλους προσκάλει.
传唤其他人。
§25Μίκυλλος
καὶ τοὐμόν, ὦ Ῥαδάμανθυ, μικρόν ἐστι καὶ βραχείας τινὸς ἐξετάσεως δεόμενον·
” 米库洛斯 “拉达曼提斯大人,我的情况也很简单,只需要稍微审讯一下。
πάλαι γοῦν σοι καὶ γυμνός εἰμι, ὥστε ἐπισκόπει.
反正我很早就在你面前光着身子了,所以审视我吧。
Ῥαδάμανθυς
τίς δὲ ὢν τυγχάνεις;
” 拉达曼提斯 “你又碰巧是谁?
Μίκυλλος
ὁ σκυτοτόμος Μίκυλλος.
” 米库洛斯 “鞋匠米库洛斯。
Ῥαδάμανθυς
εὖ γε, ὦ Μίκυλλε, καθαρὸς ἀκριβῶς καὶ ἀνεπίγραφος·
” 拉达曼提斯 “极好,米库洛斯,确实干净且毫无印记。
ἄπιθι καὶ σὺ παρὰ Κυνίσκον τουτονί.
你也去到这位库尼斯科斯身边吧。
τὸν τύραννον ἤδη προσκάλει.
现在传唤僭主。
Ἑρμῆς
Μεγαπένθης Λακύδου ἡκέτω.
” 赫尔墨斯 “拉库德斯之子梅加彭特斯,过来。
ποῖ στρέφῃ;
你转到哪去?
πρόσιθι.
上前来。
σὲ τὸν τύραννον προσκαλῶ.
我传唤你,僭主。
πρόβαλʼ αὐτόν, ὦ Τισιφόνη, ἐς τὸ μέσον ἐπὶ τράχηλον ὠθοῦσα.
蒂西福涅,按着他的脖子,把他推到中间去。
Ῥαδάμανθυς
σὺ δέ, ὦ Κυνίσκε, κατηγόρει καὶ διέλεγχε ἤδη· πλησίον γὰρ ἁνὴρ οὑτοσί.
” 拉达曼提斯 “你,库尼斯科斯,现在就指控并驳倒他,因为这人就在跟前。 ”