§17Μίκυλλος
οὐ μόνον δὲ τοῦτον, ἀλλὰ καὶ τὸν δανειστὴν Γνίφωνα ἰδὼν στένοντα καὶ μεταγινώσκοντα ὅτι μὴ ἀπέλαυσε τῶν χρημάτων, ἀλλʼ ἄγευστος αὐτῶν ἀπέθανε τῷ ἀσώτῳ Ῥοδοχάρει τὴν οὐσίαν ἀπολιπών, — οὗτος γὰρ ἄγχιστα ἦν αὐτῷ γένους καὶ πρῶτος ἐπὶ τὸν κλῆρον ἐκαλεῖτο κατὰ τὸν νόμον — οὐκ εἶχον ὅπως καταπαύσω τὸν γέλωτα, καὶ μάλιστα μεμνημένος ὡς ὠχρὸς ἀεὶ καὶ αὐχμηρὸς ἦν, φροντίδος τὸ μέτωπον ἀνάπλεως καὶ μόνοις τοῖς δακτύλοις πλουτῶν, οἷς τάλαντα καὶ μυριάδας ἐλογίζετο, κατὰ μικρὸν συλλέγων τὰ μετʼ ὀλίγον ἐκχυθησόμενα πρὸς τοῦ μακαρίου Ῥοδοχάρους.
米库洛斯 “不仅是他,当我看到高利贷者葛尼丰也在叹息悔恨,因为他未能享用自己的钱财,而是一口也没尝到就死去了,把财产留给了挥霍无度的罗多查雷斯——因为根据法律,此人是他的最近亲,被首位召集来继承遗产——我简直无法抑制我的笑声。 特别是想到他总是面色苍白、邋里邋遢,额头上布满忧虑,只有在用指尖计算成千上万个塔兰顿时才显得富有,一点一点地积累着,而这些钱财不久后就会被那个幸运的罗多查雷斯挥霍一空。
ἀλλὰ τί οὐκ ἀπερχόμεθα ἤδη;
但我们为什么还不出发呢?
καὶ μεταξὺ γὰρ πλέοντες τὰ λοιπὰ γελασόμεθα οἰμώζοντας αὐτοὺς ὁρῶντες.
我们在航行的过程中,看着他们哭泣,正好可以继续嘲笑他们。
Κλωθώ
ἔμβαινε, ἵνα καὶ ἀνιμήσηται ὁ πορθμεὺς τὸ ἀγκύριον.
” 克罗托 “上船吧,这样船夫也好把锚拉起来。
§18Χάρων
οὗτος, ποῖ φέρῃ;
” 卡隆 “喂,你往哪走?
πλῆρες ἤδη τὸ σκάφος·
船已经满了。
αὐτοῦ περίμενε εἰς αὔριον· ἕωθέν σε διαπορθμεύσομεν.
你在那里等到明天,明天一早我们再送你过去。
Μίκυλλος
ἀδικεῖς, ὦ Χάρων, ἕωλον ἤδη νεκρὸν ἀπολιμπάνων·
” 米库洛斯 “你太不公平了,卡隆,竟然把我这个已经不新鲜的死人留在后面。
ἀμέλει γράψομαί σε παρανόμων ἐπὶ τοῦ Ῥαδαμάνθυος.
我一定要在拉达曼提斯面前起诉你违法。
οἴμοι τῶν κακῶν·
唉,真倒霉!
ἤδη πλέουσιν· ἐγὼ δὲ μόνος ἐνταῦθα περιλελείψομαι.
他们已经开船了,只有我一个人要被留在这里了。
καίτοι τί οὐ διανήχομαι κατʼ αὐτούς;
不过,我为什么不跟着他们游过去呢?
οὐ γὰρ δέδια μὴ ἀπαγορεύσας ἀποπνιγῶ ἤδη τεθνεώς·
因为我并不担心会因为精疲力竭而淹死,毕竟我已经死了。
ἄλλως τε οὐδὲ τὸν ὀβολὸν ἔχω τὰ πορθμεῖα καταβαλεῖν.
况且我连付船费的一个奥博勒斯都没有。
Κλωθώ
τί τοῦτο;
” 克罗托 “这是干什么?
περίμεινον, ὦ Μίκυλλε·
等等,米库洛斯!
οὐ θέμις οὕτω σε διελθεῖν.
这样渡河是不合规矩的。
Μίκυλλος
καὶ μὴν ἴσως ὑμῶν καὶ προκαταχθήσομαι.
” 米库洛斯 “而且,也许我还会比你们先到岸呢。
§19Κλωθώ
μηδαμῶς, ἀλλὰ προσελάσαντες ἀναλάβωμεν αὐτόν·
” 克罗托 “千万别,我们划过去把他接上。
καὶ σύ, ὦ Ἑρμῆ, συνανάσπασον.
你也是,赫尔墨斯,一起帮手把他拉上来。
ΧΑΡΩΝ ποῦ νῦν καθεδεῖται;
” 卡隆 “那他现在坐哪呢?
μεστὰ γὰρ πάντα, ὡς ὁρᾷς.
如你所见,到处都坐满了。
Ἑρμῆς
ἐπὶ τοὺς ὤμους, εἰ δοκεῖ, τοῦ τυράννου.
” 赫尔墨斯 “如果可以的话,就坐在僭主的肩膀上吧。
Κλωθώ
καλῶς ὁ Ἑρμῆς ἐνενόησεν.
” 克罗托 “赫尔墨斯想了个好主意。
Χάρων
ἀνάβαινε οὖν καὶ τὸν τένοντα τοῦ ἀλιτηρίου καταπάτει·
” 卡隆 “那就爬上去,踩住那个恶棍的脖子。
ἡμεῖς δὲ εὐπλοῶμεν.
我们起航吧。
Κυνίσκος
ὦ Χάρων, καλῶς ἔχει σοι τὰς ἀληθείας ἐντεῦθεν εἰπεῖν.
” 库尼斯科斯 “卡隆,最好一开始就跟你说实话。
ἐγὼ τὸν ὀβολὸν μὲν οὐκ ἂν ἔχοιμι δοῦναί σοι καταπλεύσας·
我到岸后可没有一个奥博勒斯给你。
πλέον γὰρ οὐδέν ἐστι τῆς πήρας ἣν ὁρᾷς καὶ τουτουὶ τοῦ ξύλου·
因为我除了你看到的这个背包和这根手杖,什么也没有。
τἆλλα δὲ ἢ ἀντλεῖν, εἰ θέλεις, ἕτοιμος ἢ πρόσκωπος εἶναι·
至于其他的,如果你愿意,我随时可以帮忙掏水,或者当个桨手。
μέμψῃ δὲ οὐδέν, ἢν εὐῆρες καὶ καρτερόν μοι ἐρετμὸν δῷς μόνον.
只要你给我一把顺手且结实的桨,你就不会有任何怨言。
Χάρων
Ἔρεττε·
” 卡隆 “那就划桨吧。
καὶ τουτὶ γὰρ ἱκανὸν παρὰ σοῦ λαβεῖν.
从你这得到这些也就够了。
Κυνίσκος
ἦ καὶ ὑποκελεῦσαι δεήσει;
” 库尼斯科斯 “还需要领唱号子吗?
Χάρων
νὴ Δία, ἤνπερ εἰδῇς κέλευσμά τι τῶν ναυτικῶν.
” 卡隆 “起誓起,只要你会水手的号子。
Κυνίσκος
οἶδα καὶ πολλά, ὦ Χάρων.
” 库尼斯科斯 “我知道很多,卡隆。
ἀλλʼ, ὁρᾷς, ἀντεπηχοῦσιν οὗτοι δακρύοντες· ὥστε ἡμῖν τὸ ᾆσμα ἐπιταραχθήσεται.
但是,你瞧,这些人一边哭一边和着,我们的歌声会被打乱的。
§20Νεκροί
οἴμοι τῶν κτημάτων.
” 死者们 “哀哉我的财产!
— οἴμοι τῶν ἀγρῶν.
——哀哉我的田地!
— ὀττοτοῖ, τὴν οἰκίαν οἵαν ἀπέλιπον.
——天哪,我留下了怎样的房子!
— ὅσα τάλαντα ὁ κληρονόμος σπαθήσει παραλαβών.
——继承人拿到我留下的财产,会挥霍掉多少塔兰顿啊!
— αἰαῖ τῶν νεογνῶν μοι παιδίων.
——呜呼我的襁褓幼子!
— τίς ἄρα τὰς ἀμπέλους τρυγήσει, ἃς πέρυσιν ἐφυτευσάμην;
——到底谁会去收割我去年种下的葡萄呢?
Ἑρμῆς
Μίκυλλε, σὺ δʼ οὐδὲν οἰμώζεις;
” 赫尔墨斯 “米库洛斯,你怎么不哭呢?
καὶ μὴν οὐ θέμις ἀδακρυτὶ διαπλεῦσαί τινα.
不流一滴眼泪就渡河,这可是不合规矩的。
Μίκυλλος
ἄπαγε·
” 米库洛斯 “算了吧。
οὐδέν ἐστιν ἐφʼ ὅτῳ ἂν οἰμώξαιμι εὐπλοῶν.
航行如此顺利,我没什么好哭的。
Ἑρμῆς
ὅμως κἂν μικρόν τι ἐς τὸ ἔθος ἐπιστέναξον.
” 赫尔墨斯 “但为了顺应习俗,好歹稍微叹息几声吧。
Μίκυλλος
οἰμώξομαι τοίνυν, ἐπειδή, ὦ Ἑρμῆ, σοὶ δοκεῖ.
” 米库洛斯 “既然你这么想,赫尔墨斯,那我就哭诉一下。
οἴμοι τῶν καττυμάτων·
哀哉我的皮革!
οἴμοι τῶν κρηπίδων τῶν παλαιῶν·
哀哉我的旧鞋底!
ὀττοτοῖ τῶν σαθρῶν ὑποδημάτων.
呜呼我的破鞋子!
οὐκέτι ὁ κακοδαίμων ἕωθεν εἰς ἑσπέραν ἄσιτος διαμενῶ, οὐδὲ τοῦ χειμῶνος ἀνυπόδητός τε καὶ ἡμίγυμνος περινοστήσω τοὺς ὀδόντας ὑπὸ τοῦ κρύους συγκροτῶν.
倒霉的我再也不用从早到晚挨饿,也不用在冬天光着脚、半裸着身子闲逛,冻得牙齿咯咯作响了。
τίς ἄρα μου τὴν σμίλην ἕξει καὶ τὸ κεντητήριον;
到底谁会得到我的切皮刀和千枚通呢?
Ἑρμῆς
ἱκανῶς τεθρήνηται·
” 赫尔墨斯 “哀悼得足够了。
σχεδὸν δὲ ἤδη καταπεπλεύκαμεν.
我们已经快到岸了。
§21Χάρων
ἄγε δὴ τὰ πορθμεῖα πρῶτον ἡμῖν ἀπόδοτε·
” 卡隆 “来吧,先把船费付给我们。
καὶ σὺ δός·
你也付。
παρὰ πάντων ἤδη ἔχω.
我已经收齐了所有人的。
δὸς καὶ σὺ τὸν ὀβολόν, ὦ Μίκυλλε.
米库洛斯,把你的奥博勒斯也交出来。
Μίκυλλος
παίζεις, ὦ Χάρων, ἢ καθʼ ὕδατος, φασίν, γράφεις παρὰ Μικύλλου δή τινα ὀβολὸν προσδοκῶν.
” 米库洛斯 “你开玩笑吧,卡隆,还是像人们说的在水上写字,竟然指望从米库洛斯这里拿到一个奥博勒斯。
ἀρχὴν δὲ οὐδὲ οἶδα εἰ τετράγωνόν ἐστιν ὁ ὀβολὸς ἢ στρογγύλον.
我根本连奥博勒斯是方的还是圆的都不知道。
Χάρων
Ὢ καλῆς ναυτιλίας καὶ ἐπικερδοῦς τήμερον.
” 卡隆 “哦,今天的航行真是既美好又有利可图。
ἀποβαίνετε δʼ ὅμως·
不过还是下船吧。
ἐγὼ δὲ ἵππους καὶ βοῦς καὶ κύνας καὶ τὰ λοιπὰ ζῷα μέτειμι·
我要去接马、牛、狗和其他动物。
διαπλεῦσαι γὰρ ἤδη κἀκεῖνα δεῖ.
那些也该渡河了。
Κλωθώ
ἄπαγε αὐτούς, ὦ Ἑρμῆ, παραλαβών·
” 克罗托 “赫尔墨斯,你把他们带走吧。
ἐγὼ δὲ αὐτὴ ἐς τὸ ἀντιπέρας ἀναπλευσοῦμαι Ἰνδοπάτην καὶ Ἡραμίθρην τοὺς Σῆρας διάξουσα·
我自己要开回对岸,去接塞里斯人因多帕特斯和赫拉米特雷斯。
τεθνᾶσι γὰρ δὴ πρὸς ἀλλήλων περὶ γῆς ὅρων μαχόμενοι.
他们为了争夺土地边界而互相残杀而死。
Ἑρμῆς
Προΐωμεν, ὦ οὗτοι·
” 赫尔墨斯 “我们走吧,诸位。
μᾶλλον δὲ πάντες ἑξῆς ἕπεσθέ μοι.
或者说,大家排好队跟着我。 ”