§6Λυκῖνος
τοὺς μὲν ἄλλους τί ἄν σοι λέγοιμι;
吕基努斯其他人我又何必向你多提呢?
οἱ δὲ ἀπὸ φιλοσοφίας καὶ λόγων, οὕσπερ ἐθέλεις, οἶμαι, ἀκοῦσαι μάλιστα, Ζηνόθεμις ἦν ὁ πρεσβύτης ὁ ἀπὸ τῆς στοᾶς καὶ ξὺν αὐτῷ Δίφιλος ὁ Λαβύρινθος ἐπίκλην, διδάσκαλος οὗτος ὢν τοῦ Ἀρισταινέτου υἱέος τοῦ Ζήνωνος· τῶν δὲ ἀπὸ τοῦ περιπάτου Κλεόδημος, οἶσθα τὸν στωμύλον, τὸν ἐλεγκτικόν, Ξίφος αὐτὸν οἱ μαθηταὶ καὶ Κοπίδα καλοῦσιν.
至于那些哲学和文学界的人士,我想你最想听到的,是斯多葛学派的年长者芝诺塞米斯,以及与他同行的、绰号为“迷宫”的迪菲洛斯,此人是阿里斯泰内托斯之子芝诺的老师;漫步学派中,有克莱奥德摩斯——你知道那个口齿伶俐、擅长反驳的家伙,弟子们称他为“宝剑”和“砍刀”。
ἀλλὰ καὶ ὁ Ἐπικούρειος Ἕρμων παρῆν, καὶ εἰσελθόντα γε αὐτὸν εὐθὺς ὑπεβλέποντο οἱ Στωϊκοὶ καὶ ἀπεστρέφοντο καὶ δῆλοι ἦσαν ὥς τινα πατραλοίαν καὶ ἐναγῆ μυσαττόμενοι.
此外,埃比科罗学派的赫尔蒙也在场,他一进来,斯多葛学派的人就立刻对他怒目而视,转过脸去,显然像嫌弃弑父者或不洁之人一样厌恶他。
οὗτοι μὲν αὐτοῦ Ἀρισταινέτου φίλοι καὶ συνήθεις ὄντες παρεκέκληντο ἐπὶ δεῖπνον καὶ ξὺν αὐτοῖς ὁ γραμματικὸς Ἱστιαῖος καὶ ὁ ῥήτωρ Διονυσόδωρος.
这些人作为阿里斯泰内托斯本人的朋友和熟人被邀请参加晚宴,与他们在一起的还有语法学家希斯提阿埃奥斯和修辞学家迪奥尼索多罗斯。
§7Λυκῖνος
διὰ δὲ τὸν νυμφίον τὸν Χαιρέαν Ἴων ὁ Πλατωνικὸς συνειστιᾶτο διδάσκαλος αὐτοῦ ὤν, σεμνός τις ἰδεῖν καὶ θεοπρεπὴς καὶ πολὺ τὸ κόσμιον ἐπιφαίνων τῷ προσώπῳ·
吕基努斯此外,因为新郎凯雷阿斯的缘故,柏拉图学派的伊翁也一起赴宴,他是新郎的老师。 他看上去十分庄重,有神圣之风,脸上大显高雅之气。
κανόνα γοῦν οἱ πολλοὶ ὀνομάζουσιν αὐτὸν εἰς τὴν ὀρθότητα τῆς γνώμης ἀποβλέποντες.
实际上,许多人因看到他判断的正直而称他为“规矩”。
καὶ ἐπεὶ παρῆλθεν, ὑπεξανίσταντο πάντες αὐτῷ καὶ ἐδεξιοῦντο ὥς τινα τῶν κρειττόνων, καὶ ὅλως θεοῦ ἐπιδημία τὸ πρᾶγμα ἦν Ἴων ὁ θαυμαστὸς συμπαρών.
当他走进来时,大家都微微起身向他致敬,像对待更高等的神明一般欢迎他。 总之,奇妙的伊翁在场,整个场面就像神明降临一般。
§8Λυκῖνος
δέον δὲ ἤδη κατακλίνεσθαι ἁπάντων σχεδὸν παρόντων, ἐν δεξιᾷ μὲν εἰσιόντων αἱ γυναῖκες ὅλον τὸν κλιντῆρα ἐκεῖνον ἐπέλαβον, οὐκ ὀλίγαι οὖσαι, καὶ ἐν αὐταῖς ἡ νύμφη πάνυ ἀκριβῶς ἐγκεκαλυμμένη, ὑπὸ τῶν γυναικῶν περιεχομένη· ἐς δὲ τὸ ἀντίθυρον ἡ ἄλλη πληθύς, ὡς ἕκαστος ἀξίας εἶχε.
吕基努斯在几乎所有人都到齐、该就座的时候,一进门右侧的整张长椅都被女眷们占满了(人数着实不少),新娘也在她们中间,面纱蒙得严严实实,被女眷们环绕着;而在正对门的另一侧座位上,其余的人则根据各自的身份地位依次就座。
§9Λυκῖνος
κατʼ ἀντικρὺ δὲ τῶν γυναικῶν πρῶτος ὁ Εὔκριτος, εἶτα Ἀρισταίνετος.
吕基努斯在女眷们对面,首先是尤克里托斯,接着是阿里斯泰内托斯。
εἶτα ἐνεδοιάζετο πότερον χρὴ πρότερον Ζηνόθεμιν τὸν Στωϊκὸν ἅτε γέροντα ἢ Ἕρμωνα τὸν Ἐπικούρειον, ἱερεὺς γὰρ ἦν τοῖν ἀνάκοιν καὶ γένους τοῦ πρώτου ἐν τῇ πόλει.
随后大家有些犹豫,究竟是该让斯多葛学派的芝诺塞米斯(因为他是长者)先就座,还是让埃比科罗学派的赫尔蒙(因为他是双子神的神官,且属于城中第一等名门望族)先就座。
ἀλλὰ ὁ Ζηνόθεμις ἔλυσε τὴν ἀπορίαν· εἰ γάρ με,
φησίν,
ὦ Ἀρισταίνετε, δεύτερον ἄξεις τουτουὶ τοῦ ἀνδρός, ἵνα μηδὲν ἄλλο κακὸν εἴπω, Ἐπικουρείου, ἄπειμι ὅλον σοι τὸ συμπόσιον καταλιπών·
但是芝诺塞米斯解决了这个难题: “阿里斯泰内托斯,” 他说道, “如果你让我排在这个人后面就座——为了不说更难听的话,这个埃比科罗学派的家伙——我就立刻离开,把整个宴席都留给你。
καὶ ἅμα τὸν παῖδα ἐκάλει καὶ ἐξιόντι ἐῴκει.
” 说着,他便叫来侍从,作势要往外走。
καὶ ὁ Ἕρμων,
Ἔχε μέν, ὦ Ζηνόθεμι, τὰ πρῶτα,
ἔφη·
赫尔蒙则说: “芝诺塞米斯,你占首位吧。
ἀτὰρ εἰ καὶ μηδέν τι ἕτερον, ἱερεῖ γε ὄντι ὑπεξίστασθαι καλῶς εἶχεν, εἰ καὶ τοῦ Ἐπικούρου πάνυ καταπεφρόνηκας.
不过,即便你极其鄙视埃比科罗,但退让给一位神官,就算没有别的理由,也本是体面的事。
ἐγέλασα,
ἦ δʼ ὃς ὁ Ζηνόθεμις,
Ἐπικούρειον ἱερέα,
καὶ ἅμα λέγων κατεκλίνετο καὶ μετʼ αὐτὸν ὅμως ὁ Ἕρμων, εἶτα Κλεόδημος ὁ Περιπατητικός, εἶτα ὁ Ἴων καὶ ὑπʼ ἐκεῖνον ὁ νυμφίος, εἶτʼ ἐγὼ καὶ παρʼ ἐμὲ ὁ Δίφιλος καὶ ὑπʼ αὐτῷ Ζήνων ὁ μαθητής, εἶτα ὁ ῥήτωρ Διονυσόδωρος καὶ ὁ γραμματικὸς Ἱστιαῖος.
” “可笑,” 芝诺塞米斯说, “埃比科罗学派的神官! ” 他边说边坐了下来,尽管如此,赫尔蒙还是坐在他后面,接着是逍遥学派的克莱奥德摩斯,然后是伊翁,伊翁下面是新郎,接着是我,我旁边是迪菲洛斯,迪菲洛斯下面是弟子芝诺,随后是修辞学家迪奥尼索多罗斯和语法学家希斯提阿埃奥斯。
§10Φίλων
βαβαί, ὦ Λυκῖνε, μουσεῖόν τι τὸ συμπόσιον διηγῇ σοφῶν ἀνδρῶν τῶν πλείστων, καὶ ἔγωγε τὸν Ἀρισταίνετον ἐπαινῶ, ὅτι τὴν εὐκταιοτάτην ἑορτὴν ἄγων τοὺς σοφωτάτους ἑστιᾶν πρὸ τῶν ἄλλων ἠξίωσεν, ὅ τι περ τὸ κεφάλαιον ἐξ ἑκάστης αἱρέσεως ἀπανθισάμενος, οὐχὶ τοὺς μέν, τοὺς δὲ οὔ, ἀλλὰ ἀναμὶξ ἅπαντας.
斐洛哎呀,吕基努斯! 你描述的这场宴会,简直是大多数聪明人聚集的缪斯神殿。 我非常赞赏阿里斯泰内托斯,因为在举办这极令人向往的节日时,他认为应该优先款待这些最聪明的人,他就像是从每个学派中采撷了最精华的花朵,而不是只邀请一部分而忽略另一部分,而是将所有人混合在一起邀请。
Λυκῖνος
ἔστι γάρ, ὦ ἑταῖρε, οὐχὶ τῶν πολλῶν τούτων πλουσίων, ἀλλὰ καὶ παιδείας μέλει αὐτῷ καὶ τὸ πλεῖστον τοῦ βίου τούτοις ξύνεστιν.
吕基努斯确实如此,朋友。 他可不是那些平庸的富豪之一,他也关注教养,并且将一生的绝大部分时间与这些人度过。
§11Λυκῖνος
εἱστιώμεθα οὖν ἐν ἡσυχίᾳ τὸ πρῶτον, καὶ παρεσκεύαστο ποικίλα.
吕基努斯于是,我们起初在安静中进餐,各种各样的佳肴都已经准备妥当。
πλὴν οὐδὲν οἶμαι χρὴ καὶ ταῦτα καταριθμεῖσθαι, χυμοὺς καὶ πέμματα καὶ καρυκείας· ἅπαντα γὰρ ἄφθονα.
不过,我想没有必要把这些——肉汁、糕点和调味汁——一一列举,因为一切都很丰盛。
ἐν τούτῳ δὲ ὁ Κλεόδημος ἐπικύψας ἐς τὸν Ἴωνα,
ὁρᾷς,
ἔφη,
τὸν γέροντα
— Ζηνόθεμιν λέγων, ἐπήκουον γάρ —
ὅπως ἐμφορεῖται τῶν ὄψων καὶ ἀναπέπλησται ζωμοῦ τὸ ἱμάτιον καὶ ὅσα τῷ παιδὶ κατόπιν ἑστῶτι ὀρέγει λανθάνειν οἰόμενος τοὺς ἄλλους, οὐ μεμνημένος τῶν μεθʼ αὑτόν;
在这时,克莱奥德摩斯向伊翁凑过身去,说道: “你看见了吗,” 他说, “那个老头子” ——他指的是芝诺塞米斯,因为我听得到—— “他是如何狼吞虎咽那些美味的,他的外衣上又沾满了浓汤,而且他以为别人注意不到,正把多少东西递给站在身后的侍从,完全不顾及坐在他后面的人?
δεῖξον οὖν καὶ Λυκίνῳ ταῦτα, ὡς μάρτυς εἴη.
把这些也指给吕基努斯看看,让他做个见证。
ἐγὼ δὲ οὐδὲν ἐδεόμην δείξοντός μοι τοῦ Ἴωνος πολὺ πρότερον αὐτὰ ἐκ περιωπῆς ἑωρακώς.
” 但我根本不需要伊翁指给我看,因为我早就从高处看得一清二楚了。