Humanitext Reader

琉善 · 会饮或拉皮泰人 §1-5

斐洛询问婚宴上的流血冲突

第 1 段,共 9 段 · 希腊语

内容简介

斐洛听说昨日在阿里斯泰内托斯家举办的婚礼婚宴上,哲学家们的争论最终演变成了流血冲突,于是向在场的吕基努斯询问详细经过。

§1Φίλων ποικίλην, ὦ Λυκῖνε, διατριβήν φασι γεγενῆσθαι ὑμῖν χθὲς ἐν Ἀρισταινέτου παρὰ τὸ δεῖπνον καί τινας λόγους φιλοσόφους εἰρῆσθαι καὶ ἔριν οὐ σμικρὰν συστῆναι ἐπʼ αὐτοῖς, εἰ δὲ μὴ ἐψεύδετο Χαρῖνος, καὶ ἄχρι τραυμάτων προχωρῆσαι τὸ πρᾶγμα καὶ τέλος αἵματι διαλυθῆναι τὴν συνουσίαν.
斐洛吕基努斯,人们说,你们昨天在阿里斯泰内托斯家的晚宴上度过了一段十分丰富的时光,席间进行了一些哲学讨论,并由此引发了不小的争执;而如果卡里诺斯没有说谎的话,事情甚至发展到了动手受伤的地步,聚会最终在流血中散场。
Λυκῖνος καὶ πόθεν, ὦ Φίλων, ἠπίστατο Χαρῖνος ταῦτα;
吕基努斯可是,斐洛,卡里诺斯是怎么知道这些的?
οὐ γὰρ συνεδείπνει μεθʼ ἡμῶν.
因为他并没有和我们一起进餐。
Φίλων Διονίκου ἔφη τοῦ ἰατροῦ ἀκοῦσαι.
斐洛他说他是听医生迪奥尼科斯说的。
Διόνικος δὲ καὶ αὐτός, οἶμαι, τῶν συνδείπνων ἦν.
而迪奥尼科斯本人,我想,也是宾客之一。
Λυκῖνος καὶ μάλα·
吕基努斯确实如此。
οὐ μὴν ἐξ ἀρχῆς γε οὐδʼ αὐτὸς ἅπασι παρεγένετο, ἀλλὰ ὀψὲ μεσούσης σχεδὸν ἤδη τῆς μάχης ἐπέστη ὀλίγον πρὸ τῶν τραυμάτων.
不过,他自己也不是从一开始就在场的,而是在争斗几乎过半的后半段、在出现伤者前不久才赶到。
ὥστε θαυμάζω εἴ τι σαφὲς εἰπεῖν ἐδύνατο μὴ παρακολουθήσας ἐκείνοις, ἀφʼ ὧν ἀρξαμένη ἐς τὸ αἷμα ἐτελεύτησεν αὐτοῖς ἡ φιλονεικία.
因此我怀疑,他没有亲历那些导致他们从争执开始直至流血收场的全过程,又怎能说出什么确凿的情况呢。
§2Φίλων τοιγαροῦν, ὦ Λυκῖνε, καὶ ὁ Χαρῖνος αὐτός, εἰ βουλοίμεθα τἀληθῆ ἀκοῦσαι καὶ ὅπως ἐπράχθη ἕκαστα, παρὰ σὲ ἡμᾶς ἥκειν ἐκέλευσε.
斐洛因此,吕基努斯,卡里诺斯本人也对我们说,如果我们想听到真相以及每件事的具体经过,就应该来找你。
καὶ τὸν Διόνικον γὰρ αὐτὸν εἰπεῖν ὡς αὐτὸς μὲν οὐ παραγένοιτο ἅπασι, σὲ δὲ ἀκριβῶς εἰδέναι τὰ γεγενημένα καὶ τοὺς λόγους αὐτοὺς ἂν ἀπομνημονεῦσαι ἅτε μὴ παρέργως τῶν τοιούτων, ἀλλʼ ἐν σπουδῇ ἀκροώμενον.
因为迪奥尼科斯自己也说,他虽然没有亲历全部过程,但你却对发生的事情了如指掌,并且能够准确回忆起那些话语,因为你听这些事情绝非心不在焉,而是十分专注。
ὥστε οὐκ ἂν φθάνοις ἑστιῶν ἡμᾶς ἡδίστην ταύτην ἑστίασιν, ἧς οὐκ οἶδα τίς ἡδίων ἔμοιγε, καὶ μάλιστα ὅσῳ νήφοντες ἐν εἰρήνῃ καὶ ἀναιμωτὶ ἔξω βέλους ἑστιασόμεθα, εἴτε γέροντες ἐπαρῴνησάν τι παρὰ τὸ δεῖπνον εἴτε νέοι, εἰπεῖν τε ὅσα ἥκιστα ἐχρῆν ὑπὸ τοῦ ἀκράτου προαχθέντες καὶ πρᾶξαι.
所以,你得赶紧用这最令人愉快的筵席来款待我们,我真不知道对我来说还有什么比这更愉快的了。 尤其是我们可以清醒地、在和平与无血腥的安稳之中,在箭矢射不到的地方,听听宴席上到底是老人们酒后失态,还是年轻人因受烈酒驱使,说出了并做出了最不该说和最不该做的事。
§3Λυκῖνος νεανικώτερα ἡμᾶς, ὦ Φίλων, ἀξιοῖς ἐκφέρειν ταῦτα πρὸς τοὺς πολλοὺς καὶ ἐπεξιέναι διηγουμένους πράγματα ἐν οἴνῳ καὶ μέθῃ γενόμενα, δέον λήθην ποιήσασθαι αὐτῶν καὶ νομίζειν ἐκεῖνα πάντα θεοῦ ἔργα τοῦ Διονύσου εἶναι, ὃς οὐκ οἶδα εἴ τινα τῶν αὑτοῦ ὀργίων ἀτέλεστον καὶ ἀβάκχευτον περιεῖδεν.
吕基努斯斐洛,你要求我向大众传播这些过分放肆的事情,并详细讲述在酒醉中所发生的事,而我们本该将这些付诸遗忘,并将这一切都视为酒神狄奥尼索斯的作为。 我不知道这位神明是否曾容忍过任何未受秘仪启迪、未陷入狂喜的人留在他自己的仪式中。
ὅρα οὖν μὴ κακοήθων τινῶν ἀνθρώπων ᾖ τὸ ἀκριβῶς τὰ τοιαῦτα ἐξετάζειν, ἃ καλῶς ἔχει ἐν τῷ συμποσίῳ καταλιπόντας ἀπαλλάττεσθαι.
所以,你得小心,如此精确地打探这些事情,是否是某些心怀恶意之人的做派;这些事情本该留在宴席上,由人抽身离去才是。
μισῶ γάρ, φησὶ καὶ ὁ ποιητικὸς λόγος, μνάμονα συμπόταν.
“因为我讨厌,” 正如诗人的格言所说, “记性太好的酒友。
καὶ οὐδὲ ὁ Διόνικος ὀρθῶς ἐποίησε πρὸς τὸν Χαρῖνον ταῦτα ἐξαγορεύσας καὶ πολλὴν τὴν ἑωλοκρασίαν κατασκεδάσας ἀνδρῶν φιλοσόφων.
” 而且迪奥尼科斯把这些事情向卡里诺斯泄露,将那些哲学家们昨日宿醉的丑态全盘抖落,也做得极不对。
ἐγὼ δέ, ἄπαγε, οὐκ ἄν τι τοιοῦτον εἴποιμι.
至于我,得了吧,我绝不会说出任何这类事情。
§4Φίλων Θρύπτῃ ταῦτα, ὦ Λυκῖνε.
斐洛你在拿乔呢,吕基努斯。
ἀλλʼ οὔτι γε πρὸς ἐμὲ οὕτω ποιεῖν ἐχρῆν, ὃς ἀκριβῶς πολὺ πλέον ἐπιθυμοῦντά σε εἰπεῖν οἶδα ἢ ἐμὲ ἀκοῦσαι, καί μοι δοκεῖς, εἰ ἀπορήσειας τῶν ἀκουσομένων, κἂν πρὸς κίονά τινα ἢ πρὸς ἀνδριάντα ἡδέως ἂν προσελθὼν ἐκχέαι πάντα συνείρων ἀμυστί.
但你万万不该对我如此,因为我心知肚明,你渴望倾诉的欲望远比我渴望倾听的欲望要强烈得多。 在我看来,如果你找不到听众,你甚至会乐意走到一根柱子或一座雕像前,一口气滔滔不绝地把所有事情都倾倒出来。
εἰ γοῦν ἐθελήσω ἀπαλλάττεσθαι νῦν, οὐκ ἐάσεις με ἀνήκοον ἀπελθεῖν, ἀλλʼ ἕξει καὶ παρακολουθήσεις καὶ δεήσει.
不管怎样,如果我现在想走,你肯定不会让我一无所获地离开,而是会拽住我、跟在我后面,甚至哀求我。
κἀγὼ θρύψομαι πρὸς σὲ ἐν τῷ μέρει·
那么这回轮到我向你摆架子了。
καὶ εἴ γε δοκεῖ, ἀπίωμεν ἄλλου αὐτὰ πευσόμενοι, σὺ δὲ μὴ λέγε.
如果可以的话,我们这就走,向别人打听这事去,你可千万别说!
Λυκῖνος μηδὲν πρὸς ὀργήν· διηγήσομαι γάρ, ἐπείπερ οὕτως προθυμῇ, ἀλλʼ ὅπως μὴ πρὸς πολλοὺς ἐρεῖς.
吕基努斯别生气,既然你这么热心,我这就讲给你听,只要你别跟很多人说。
Φίλων εἰ μὴ παντάπασιν ἐγὼ ἐπιλέλησμαι Λυκίνου, αὐτὸς σὺ ἄμεινον ποιήσεις αὐτὸ καὶ φθάσεις εἰπὼν ἅπασιν, ὥστε οὐδὲν ἐμοῦ δεήσει.
斐洛除非我彻底把吕基努斯这个人给忘了,否则你自己会做得更彻底,甚至会抢在所有人之前把这事说出去,所以根本用不着我。
§5Φίλων ἀλλʼ ἐκεῖνό μοι πρῶτον εἰπέ, τῷ παιδὶ τῷ Ζήνωνι ὁ Ἀρισταίνετος ἀγόμενος γυναῖκα εἱστία ὑμᾶς;
斐洛不过,你先告诉我那件事:阿里斯泰内托斯款待你们,是因为他在给他的儿子芝诺娶妻吗?
Λυκῖνος οὔκ, ἀλλὰ τὴν θυγατέρα ἐξεδίδου αὐτὸς τὴν Κλεανθίδα τῷ Εὐκρίτου τοῦ δανειστικοῦ, τῷ φιλοσοφοῦντι.
吕基努斯不,而是他自己要把女儿克莱安蒂斯嫁给放贷人尤克里托斯的儿子,那个研究哲学的人。
Φίλων Παγκάλῳ νὴ Δία μειρακίῳ, ἁπαλῷ γε μὴν ἔτι καὶ οὐ πάνυ καθʼ ὥραν γάμων.
斐洛天哪,真是一个极其俊美的少年,不过还很稚嫩,甚至完全没到结婚的年纪。
Λυκῖνος ἀλλʼ οὐκ εἶχεν ἄλλον ἐπιτηδειότερον, οἶμαι.
吕基努斯但我想,他找不到其他更合适的人了。
τοῦτον οὖν κόσμιόν τε εἶναι δοκοῦντα καὶ πρὸς φιλοσοφίαν ὡρμημένον, ἔτι δὲ μόνον ὄντα πλουσίῳ τῷ Εὐκρίτῳ, προείλετο νυμφίον ἐξ ἁπάντων.
所以,因为这个年轻人看起来很规矩,又潜心于哲学,况且还是富有的尤克里托斯的独子,阿里斯泰内托斯才在所有人中选了他做女婿。
Φίλων οὐ μικρὰν λέγεις αἰτίαν τὸ πλουτεῖν τὸν Εὔκριτον.
斐洛你提到了一个不小的理由——尤克里托斯富有。
ἀτὰρ οὖν, ὦ Λυκῖνε, τίνες οἱ δειπνοῦντες ἦσαν;
不过,吕基努斯,赴宴的都有哪些人?

词汇与语法注释

  1. §1εἰ δὲ μὴ ἐψεύδετο Χαρῖνος — 此处使用直陈式未完成过去时,表示对过去简单事实的假设(“如果卡里诺斯没有说谎的话”),而非与过去事实相反的虚拟假设。
  2. ¦p.v.1.p.414¦ἂν ἀπομνημονεῦσαι — 带助词 ἂν 的不定式,在间接引语中表示潜在祈愿式(ἂν ἀπομνημονεύσειας,“能够回忆起”)。
  3. ¦p.v.1.p.414¦οὐκ ἂν φθάνοις ἑστιῶν — φθάνω 结合分词的惯用表达,带有否定词和 ἂν 加祈愿式,表示“请尽快款待我们”或“事不宜迟地款待我们”。
  4. §3δέον — 非人称动词 δεῖ(必须、应该)的分词中性宾格单数形式,在此作宾格绝对结构(accusative absolute)使用,表示“本该……(却)”的让步或义务语气。
  5. §3κακοήθων τινῶν ἀνθρώπων ᾖ — 虚拟式 ᾖ(εἰμί 的单数第三人称)由前文的 ὅρα μή(“注意免得……”)引导。属格 κακοήθων... 是特征属格,意为“是某些心怀恶意之人的特征”。
  6. §5ἀγόμενος γυναῖκα — 媒介态分词 ἀγόμενος(娶妻)在此用于主语阿里斯泰内托斯,带有使役含义(“给他的儿子娶妻”)或作为一家之主“迎娶儿媳”的意思。

引用这一段

琉善, 会饮或拉皮泰人 §1-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg015.humanitext-grc2:1-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。