§6Λυκῖνος
τοὺς μὲν ἄλλους τί ἄν σοι λέγοιμι;
ルキノス他の者たちについて、何を君に語るべきだろうか。
οἱ δὲ ἀπὸ φιλοσοφίας καὶ λόγων, οὕσπερ ἐθέλεις, οἶμαι, ἀκοῦσαι μάλιστα, Ζηνόθεμις ἦν ὁ πρεσβύτης ὁ ἀπὸ τῆς στοᾶς καὶ ξὺν αὐτῷ Δίφιλος ὁ Λαβύρινθος ἐπίκλην, διδάσκαλος οὗτος ὢν τοῦ Ἀρισταινέτου υἱέος τοῦ Ζήνωνος·
だが、君が思うに最も聞きたがっているであろう哲学と議論の徒は、ストア派の長老ゼノテミス、そして彼と一緒なのが「ラビュリントス」とあだ名されるディピロスで、この者はアリスタイネトスの息子ゼノンの教師だ。
τῶν δὲ ἀπὸ τοῦ περιπάτου Κλεόδημος, οἶσθα τὸν στωμύλον, τὸν ἐλεγκτικόν, Ξίφος αὐτὸν οἱ μαθηταὶ καὶ Κοπίδα καλοῦσιν.
逍遥学派からはクレオデモスで、あの口が達者で反駁の得意な男を君も知っているだろう、弟子たちは彼を「剣」や「包丁」と呼んでいる。
ἀλλὰ καὶ ὁ Ἐπικούρειος Ἕρμων παρῆν, καὶ εἰσελθόντα γε αὐτὸν εὐθὺς ὑπεβλέποντο οἱ Στωϊκοὶ καὶ ἀπεστρέφοντο καὶ δῆλοι ἦσαν ὥς τινα πατραλοίαν καὶ ἐναγῆ μυσαττόμενοι.
さらにエピクロス派のヘルモンも同席していたが、彼が入ってくるとすぐに、ストア派の人々は彼をにらみつけ、顔を背け、まるで父親殺しや不浄の者でも忌み嫌うかのように、嫌悪の情をあらわにしていた。
οὗτοι μὲν αὐτοῦ Ἀρισταινέτου φίλοι καὶ συνήθεις ὄντες παρεκέκληντο ἐπὶ δεῖπνον καὶ ξὺν αὐτοῖς ὁ γραμματικὸς Ἱστιαῖος καὶ ὁ ῥήτωρ Διονυσόδωρος.
これらの人々は、アリスタイネトス自身の友人や知己として晩餐に招かれており、彼らとともに文法学者のヒスティアイオスと弁論家のディオニュソドロスがいた。
§7Λυκῖνος
διὰ δὲ τὸν νυμφίον τὸν Χαιρέαν Ἴων ὁ Πλατωνικὸς συνειστιᾶτο διδάσκαλος αὐτοῦ ὤν, σεμνός τις ἰδεῖν καὶ θεοπρεπὴς καὶ πολὺ τὸ κόσμιον ἐπιφαίνων τῷ προσώπῳ·
ルキノスまた花婿のカイレアスのために、プラトン派のイオンが、彼の教師であることから一緒に食事をしていた。 彼は一目見て厳かで、神々しく、顔つきに大いに気品を漂わせていた。
κανόνα γοῦν οἱ πολλοὶ ὀνομάζουσιν αὐτὸν εἰς τὴν ὀρθότητα τῆς γνώμης ἀποβλέποντες.
実際、多くの人々は彼の判断の正しさを見て、彼を「定規」と呼んでいる。
καὶ ἐπεὶ παρῆλθεν, ὑπεξανίσταντο πάντες αὐτῷ καὶ ἐδεξιοῦντο ὥς τινα τῶν κρειττόνων, καὶ ὅλως θεοῦ ἐπιδημία τὸ πρᾶγμα ἦν Ἴων ὁ θαυμαστὸς συμπαρών.
彼が入ってきたとき、すべての者が彼のために少し立ち上がり、より優れた存在の一人であるかのように敬意を表して迎えた。 素晴らしいイオンが同席していることは、全体として、まるで神の降臨であるかのようだった。
§8Λυκῖνος
δέον δὲ ἤδη κατακλίνεσθαι ἁπάντων σχεδὸν παρόντων, ἐν δεξιᾷ μὲν εἰσιόντων αἱ γυναῖκες ὅλον τὸν κλιντῆρα ἐκεῖνον ἐπέλαβον, οὐκ ὀλίγαι οὖσαι, καὶ ἐν αὐταῖς ἡ νύμφη πάνυ ἀκριβῶς ἐγκεκαλυμμένη, ὑπὸ τῶν γυναικῶν περιεχομένη·
ルキノスほぼ全員が揃って席に着くべき時となり、入って右側には、女性たちが(彼女たちは少なからぬ数だったが)あの長椅子全体を占め、彼女たちの間には、女性たちに囲まれて、すっかりベールを被った花嫁がいた。
ἐς δὲ τὸ ἀντίθυρον ἡ ἄλλη πληθύς, ὡς ἕκαστος ἀξίας εἶχε.
そして扉の向かい側には、その他の群衆が、それぞれの身分に応じて着席した。
§9Λυκῖνος
κατʼ ἀντικρὺ δὲ τῶν γυναικῶν πρῶτος ὁ Εὔκριτος, εἶτα Ἀρισταίνετος.
ルキノス女性たちの向かい側には、まずエウクリトス、次にアリスタイネトス。
εἶτα ἐνεδοιάζετο πότερον χρὴ πρότερον Ζηνόθεμιν τὸν Στωϊκὸν ἅτε γέροντα ἢ Ἕρμωνα τὸν Ἐπικούρειον, ἱερεὺς γὰρ ἦν τοῖν ἀνάκοιν καὶ γένους τοῦ πρώτου ἐν τῇ πόλει.
次に、ストア派のゼノテミスを老人であるから先にすべきか、それともエピクロス派のヘルモンを(というのも彼はアナケス両神の神官であり、市でも第一流の家柄の出身だったから)先にすべきか、迷いが生じた。
ἀλλὰ ὁ Ζηνόθεμις ἔλυσε τὴν ἀπορίαν·
しかし、ゼノテミスがその疑念を解決した。
εἰ γάρ με,
φησίν,
ὦ Ἀρισταίνετε, δεύτερον ἄξεις τουτουὶ τοῦ ἀνδρός, ἵνα μηδὲν ἄλλο κακὸν εἴπω, Ἐπικουρείου, ἄπειμι ὅλον σοι τὸ συμπόσιον καταλιπών· καὶ ἅμα τὸν παῖδα ἐκάλει καὶ ἐξιόντι ἐῴκει.
「もし、アリスタイネトスよ」と彼は言った、「お前が私を、この男(これ以上悪い言葉を使わないでおくが、エピクロス派の者)の後に就かせるなら、私は宴席をまるごと見捨てて立ち去るぞ」そして同時に彼は召使を呼び、出ていくかのような様子を見せた。
καὶ ὁ Ἕρμων,
Ἔχε μέν, ὦ Ζηνόθεμι, τὰ πρῶτα,
ἔφη·
するとヘルモンが言った、「ゼノテミスよ、最上位の席をとるがいい。
ἀτὰρ εἰ καὶ μηδέν τι ἕτερον, ἱερεῖ γε ὄντι ὑπεξίστασθαι καλῶς εἶχεν, εἰ καὶ τοῦ Ἐπικούρου πάνυ καταπεφρόνηκας. ἐγέλασα,
ἦ δʼ ὃς ὁ Ζηνόθεμις,
Ἐπικούρειον ἱερέα,
καὶ ἅμα λέγων κατεκλίνετο καὶ μετʼ αὐτὸν ὅμως ὁ Ἕρμων, εἶτα Κλεόδημος ὁ Περιπατητικός, εἶτα ὁ Ἴων καὶ ὑπʼ ἐκεῖνον ὁ νυμφίος, εἶτʼ ἐγὼ καὶ παρʼ ἐμὲ ὁ Δίφιλος καὶ ὑπʼ αὐτῷ Ζήνων ὁ μαθητής, εἶτα ὁ ῥήτωρ Διονυσόδωρος καὶ ὁ γραμματικὸς Ἱστιαῖος.
だが、他のことはともかく、お前がエピクロスをいかに深く軽蔑していようとも、神官である者には席を譲るのが礼儀というものだったはずだ」「笑わせるな」とゼノテミスは言った、「エピクロス派の神官だと」と言いながら、彼は席に着き、それにもかかわらず彼の後にヘルモンが着き、次にペリパトス派のクレオデモス、次にイオン、その下に花婿、次に私、私の隣にディピロス、その下に弟子のゼノン、次に弁論家のディオニュソドロス、そして文法学者のヒスティアイオスが着いた。
§10Φίλων
βαβαί, ὦ Λυκῖνε, μουσεῖόν τι τὸ συμπόσιον διηγῇ σοφῶν ἀνδρῶν τῶν πλείστων, καὶ ἔγωγε τὸν Ἀρισταίνετον ἐπαινῶ, ὅτι τὴν εὐκταιοτάτην ἑορτὴν ἄγων τοὺς σοφωτάτους ἑστιᾶν πρὸ τῶν ἄλλων ἠξίωσεν, ὅ τι περ τὸ κεφάλαιον ἐξ ἑκάστης αἱρέσεως ἀπανθισάμενος, οὐχὶ τοὺς μέν, τοὺς δὲ οὔ, ἀλλὰ ἀναμὶξ ἅπαντας.
フィロンおやまあ、ルキノス、君が語る宴会は、最も多くの賢者たちが集う、まるで学術殿堂のようだね。 私はアリスタイネトスを称賛するよ。 この上なく喜ばしい祝宴を催すにあたり、他の誰よりも賢者たちをもてなすに値すると考え、それぞれの学派から精髄を摘み取り、一部の人だけを呼んで他を省くのではなく、あらゆる人々を混ぜ合わせて招いたのだからね。
Λυκῖνος
ἔστι γάρ, ὦ ἑταῖρε, οὐχὶ τῶν πολλῶν τούτων πλουσίων, ἀλλὰ καὶ παιδείας μέλει αὐτῷ καὶ τὸ πλεῖστον τοῦ βίου τούτοις ξύνεστιν.
ルキノスというのも、友よ、彼はあの多くの凡俗な富豪たちとは違い、教養にも心を配っており、人生の大部分をこうした人々とともに過ごしているからなのだ。
§11Λυκῖνος
εἱστιώμεθα οὖν ἐν ἡσυχίᾳ τὸ πρῶτον, καὶ παρεσκεύαστο ποικίλα.
ルキノスそこで私たちは最初は静かに食事をしており、様々な料理が用意されていた。
πλὴν οὐδὲν οἶμαι χρὴ καὶ ταῦτα καταριθμεῖσθαι, χυμοὺς καὶ πέμματα καὶ καρυκείας·
もっとも、スープや菓子やソースなどを一々数え上げる必要はないと思う。
ἅπαντα γὰρ ἄφθονα.
すべてが豊富だったから。
ἐν τούτῳ δὲ ὁ Κλεόδημος ἐπικύψας ἐς τὸν Ἴωνα,
ὁρᾷς,
ἔφη,
τὸν γέροντα
— Ζηνόθεμιν λέγων, ἐπήκουον γάρ —
ὅπως ἐμφορεῖται τῶν ὄψων καὶ ἀναπέπλησται ζωμοῦ τὸ ἱμάτιον καὶ ὅσα τῷ παιδὶ κατόπιν ἑστῶτι ὀρέγει λανθάνειν οἰόμενος τοὺς ἄλλους, οὐ μεμνημένος τῶν μεθʼ αὑτόν;
そうしているうちに、クレオデモスがイオンの方に身をかがめて言った、「見えるかい」と彼は言った、「あの老人を」 ――ゼノテミスのことで、私には聞こえていたのだが―― 「いかに彼がごちそうを詰め込み、上着をスープで汚し、他の者たちに隠しているつもりで、自分の後ろに立っている召使にどれほどのものを手渡しているかを。 自分の後ろの席に座っている者たちのことなど気にも留めずにね。
δεῖξον οὖν καὶ Λυκίνῳ ταῦτα, ὡς μάρτυς εἴη.
だからルキノスにもこれを見せて、証人にさせておくれ」だが私としては、イオンが教えてくれる必要はまったくなかった。
ἐγὼ δὲ οὐδὲν ἐδεόμην δείξοντός μοι τοῦ Ἴωνος πολὺ πρότερον αὐτὰ ἐκ περιωπῆς ἑωρακώς.
それよりずっと前に、見晴らしの良い場所から自分でそれを見ていたからだ。