§44Λυκῖνος
ἐκεῖνος δὲ μέσον ἑαυτὸν ἐφύλαττεν.
吕基努斯而他则保持中立。
οἱ δʼ ἐμάχοντο συμπλακέντες, καὶ ὁ μὲν Ζηνόθεμις σκύφον ἀράμενος ἀπὸ τῆς τραπέζης κείμενον πρὸ τοῦ Ἀρισταινέτου ῥίπτει ἐπὶ τὸν Ἕρμωνα,
"κἀκείνου μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἄλλῃ,"
διεῖλε δὲ τοῦ νυμφίου τὸ κρανίον ἐς δύο χρηστῷ μάλα καὶ βαθεῖ τῷ τραύματι.
其他人则扭打着战斗,泽诺特米斯从桌上拿起摆在阿里斯泰内托斯面前的杯子,朝赫尔蒙扔去,“未曾击中那人,却偏向了别处,”却把新郎的颅骨劈成了两半,留下了一个非常整齐而深重的伤口。
βοὴ οὖν παρὰ τῶν γυναικῶν ἐγένετο καὶ κατεπήδησαν ἐς τὸ μεταίχμιον αἱ πολλαί, καὶ μάλιστα ἡ μήτηρ τοῦ μειρακίου, ἐπεὶ τὸ αἷμα εἶδε· καὶ ἡ νύμφη δὲ ἀνεπήδησε φοβηθεῖσα περὶ αὐτοῦ.
于是妇女们发出了尖叫,大多数人都跳进了交战的中间地带,尤其是那年轻人的母亲,当她看到血时;新娘也因担心他而跳了起来。
ἐν τοσούτῳ δὲ ὁ Ἀλκιδάμας ἠρίστευσε τῷ Ζηνοθέμιδι συμμαχῶν, καὶ πατάξας τῇ βακτηρίᾳ τοῦ Κλεοδήμου μὲν τὸ κρανίον, τοῦ Ἕρμωνος δὲ τὴν σιαγόνα ἐπέτριψε καὶ τῶν οἰκετῶν ἐνίους βοηθεῖν αὐτοῖς ἐπιχειροῦντας κατέτρωσεν·
在此期间,阿尔基达马斯作为泽诺特米斯的盟友表现神勇,用他的拐杖狠狠地敲碎了克莱奥德摩斯的头颅,打碎了赫尔蒙的下巴,并击伤了几名企图帮助他们的仆人。
οὐ μὴν ἀπετράποντο ἐκεῖνοι, ἀλλʼ ὁ μὲν Κλεόδημος ὀρθῷ τῷ δακτύλῳ τὸν ὀφθαλμὸν τοῦ Ζηνοθέμιδος ἐξώρυττε καὶ τὴν ῥῖνα προσφὺς ἀπέτραγεν, ὁ δὲ Ἕρμων τὸν Δίφιλον ἐπὶ ξυμμαχίαν ἥκοντα τοῦ Ζηνοθέμιδος ἀφῆκεν ἐπὶ κεφαλὴν ἀπὸ τοῦ κλιντῆρος.
然而,那些人并没有退缩,相反,克莱奥德摩斯用直挺的手指抠出了泽诺特米斯的眼睛,并咬住他的鼻子咬了下来;而赫尔蒙则把前来援助泽诺特米斯的迪菲洛斯从长椅上倒栽葱般地扔了下去。
§45Λυκῖνος
ἐτρώθη δὲ καὶ Ἱστιαῖος ὁ γραμματικὸς διαλύειν αὐτοὺς ἐπιχειρῶν, λάξ, οἶμαι, εἰς τοὺς ὀδόντας ὑπὸ τοῦ Κλεοδήμου Δίφιλον εἶναι οἰηθέντος.
吕基努斯文法学者希斯提哀乌斯在企图拉开他们时也受伤了,我想,他是被克莱奥德摩斯误认为是迪菲洛斯,朝牙齿狠狠地踢了一脚。
ἔκειτο γοῦν ὁ ἄθλιος κατὰ τὸν αὑτοῦ Ὅμηρον
αἷμʼ ἐμέων.
无论如何,那个可怜的人就像他自己研究的荷马笔下那样,躺在地上“呕着鲜血”。
πλὴν ταραχῆς γε καὶ δακρύων μεστὰ ἦν πάντα.
总之,一切都充满了混乱和泪水。
καὶ αἱ μὲν γυναῖκες ἐκώκυον τῷ Χαιρέᾳ περιχυθεῖσαι, οἱ δὲ ἄλλοι κατέπαυον.
妇女们围在凯里亚斯身旁哀号,而其他人则在劝阻。
μέγιστον δὲ ἦν ἁπάντων κακῶν ὁ Ἀλκιδάμας, ἐπεὶ ἅπαξ τὸ καθʼ αὑτὸν ἐτρέψατο, παίων τὸν προστυχόντα· καὶ πολλοὶ ἄν, εὖ ἴσθι, ἔπεσον εἰ μὴ κατέαξε τὴν βακτηρίαν.
而阿尔基达马斯是所有灾祸中最大的一桩,因为他一旦任由自己的性子发作,就会殴打任何遇到的人;确信无疑,如果他没有折断自己的拐杖,许多人都会倒下。
ἐγὼ δὲ παρὰ τὸν τοῖχον ὀρθὸς ἐφεστὼς ἑώρων ἕκαστα οὐκ ἀναμιγνὺς ἑαυτὸν ὑπὸ τοῦ Ἱστιαίου διδαχθείς, ὡς ἔστιν ἐπισφαλὲς διαλύειν τὰ τοιαῦτα.
我则靠墙直立站着,观看着一切,没有参与进去,因为希斯提哀乌斯曾教导我,拉开这种殴斗的人是多么危险。
Λαπίθας οὖν καὶ Κενταύρους εἶπες ἄν, εἰ εἶδες τραπέζας ἀνατρεπομένας καὶ αἷμα ἐκκεχυμένον καὶ σκύφους ῥιπτομένους.
如果你看到桌子被掀翻、鲜血四溅、杯子横飞,你一定会说这是拉庇泰人与肯陶洛斯人。
§46Λυκῖνος
τέλος δὲ ὁ Ἀλκιδάμας ἀνατρέψας τὸ λυχνίον σκότος μέγα ἐποίησε, καὶ τὸ πρᾶγμα, ὡς τὸ εἰκός, μακρῷ χαλεπώτερον ἐγεγένητο·
吕基努斯最终,阿尔基达马斯掀翻了灯台,造成了一片漆黑,事情自然变得更加糟糕。
καὶ γὰρ οὐ ῥᾳδίως εὐπόρησαν φωτὸς ἄλλου, ἀλλὰ πολλὰ ἐπράχθη καὶ δεινὰ ἐν τῷ σκότῳ.
因为他们不容易弄到另外的光源,于是在黑暗中发生了许多可怕的事情。
καὶ ἐπεὶ παρῆν τις λύχνον ποτὲ κομίζων, κατελήφθη Ἀλκιδάμας μὲν τὴν αὐλητρίδα ἀπογυμνῶν καὶ πρὸς βίαν συνενεχθῆναι αὐτῇ σπουδάζων, Διονυσόδωρος δὲ ἄλλο τι γελοῖον ἐφωράθη πεποιηκώς· σκύφος γὰρ ἐξέπεσεν ἐκ τοῦ κόλπου ἐξαναστάντος αὐτοῦ.
当终于有人提着灯来到时,阿尔基达马斯被发现正在剥光女笛手的衣服,极力企图强行与她交合;而迪奥尼索多罗斯则被当场抓住做了另一件可笑的事:因为当他站起身来时,一只杯子从他的怀里掉了出来。
εἶτʼ ἀπολογούμενος Ἴωνα ἔφη ἀνελόμενον ἐν τῇ ταραχῇ δοῦναι αὐτῷ, ὅπως μὴ ἀπόλοιτο, καὶ ὁ Ἴων κηδεμονικῶς ἔλεγε τοῦτο πεποιηκέναι.
随后他辩解说,是伊翁在混乱中捡起来给他的,以免丢失,而伊翁也说自己是出于好意才这么做的。
§47Λυκῖνος
ἐπὶ τούτοις διελύθη τὸ συμπόσιον τελευτῆσαν ἐκ τῶν δακρύων αὖθις ἐς γέλωτα ἐπὶ τῷ Ἀλκιδάμαντι καὶ Διονυσοδώρῳ καὶ Ἴωνι.
吕基努斯在这种情况下,宴会散场了,最终从泪水又回到了对阿尔基达马斯、迪奥尼索多罗斯和伊翁的哄堂大笑。
καὶ οἵ τε τραυματίαι φοράδην ἐξεκομίζοντο πονήρως ἔχοντες, καὶ μάλιστα ὁ πρεσβύτης ὁ Ζηνόθεμις ἀμφοτέραις τῇ μὲν τῆς ῥινός, τῇ δὲ τοῦ ὀφθαλμοῦ ἐπειλημμένος, βοῶν ἀπόλλυσθαι ὑπʼ ἀλγηδόνων, ὥστε καὶ τὸν Ἕρμωνα καίπερ ἐν κακοῖς ὄντα — δύο γὰρ ὀδόντας ἐξεκέκοπτο — ἀντιμαρτύρεσθαι λέγοντα,
Μέμνησο μέντοι, ὦ Ζηνόθεμι, ὡς οὐκ ἀδιάφορον ἡγῇ τὸν πόνον·
伤员们状况悲惨地被担架抬了出去,特别是老泽诺特米斯,他双手捂着,一只捂着鼻子,另一只捂着眼睛,大喊着自己快要痛死了,以至于赫尔蒙尽管自己也处境悲惨——因为他被打掉了两颗牙齿——也反唇相讥道:“但是,泽诺特米斯,你记住了,你可没把痛苦当成‘无所谓的事情’!
καὶ ὁ νυμφίος δὲ ἀκεσαμένου τὸ τραῦμα τοῦ Διονίκου ἀπήγετο ἐς τὴν οἰκίαν ταινίαις κατειλημένος τὴν κεφαλήν, ἐπὶ τὸ ζεῦγος ἀνατεθεὶς ἐφʼ οὗ τὴν νύμφην ἀπάξειν ἔμελλε, πικροὺς ὁ ἄθλιος τοὺς γάμους ἑορτάσας· καὶ τῶν ἄλλων δὲ ὁ Διόνικος ἐπεμελεῖτο δὴ τὰ δυνατά, καὶ καθευδήσοντες ἀπήγοντο ἐμοῦντες οἱ πολλοὶ ἐν ταῖς ὁδοῖς.
”新郎也在迪奥尼科斯处理完伤口后,头上缠着绷带被送回了家,他被抬上了原本要用来接走新娘的马车,这个可怜的人度过了一场痛苦的婚礼;迪奥尼科斯也尽其所能地照顾了其他人,大多数人都在路上边呕吐着被带回去睡觉了。
ὁ μέντοι Ἀλκιδάμας αὐτοῦ ἔμεινεν· οὐ γὰρ ἠδυνήθησαν ἐκβαλεῖν τὸν ἄνδρα, ἐπεὶ ἅπαξ καταβαλὼν ἑαυτὸν ἐπὶ τῆς κλίνης πλαγίως ἐκάθευδε.
然而,阿尔基达马斯留在了那里;因为他们无法把这个人赶走,他一旦倒在长椅上,就横着睡着了。
§48Λυκῖνος
τοῦτό σοι τέλος, ὦ καλὲ Φίλων, ἐγένετο τοῦ συμποσίου, ἢ ἄμεινον τὸ τραγικὸν ἐκεῖνο ἐπειπεῖν,
"
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί,
καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη·
吕基努斯亲爱带的斐洛啊,这就是宴会给你的结局,或者最好加上那段悲剧的名言:“神明的形象千姿百态,神明常以出人意料的方式成就许多事,而人们所料想的却未曾实现。
"
ἀπροσδόκητα γὰρ ὡς ἀληθῶς ἀπέβη καὶ ταῦτα.
”因为这些事情也确实出乎意料地结束了。
ἐκεῖνό γε μὴν μεμάθηκα ἤδη, ὡς οὐκ ἀσφαλὲς ἄπρακτον ὄντα συνεστιᾶσθαι τοιούτοις σοφοῖς.
无论如何,我已经学到了这一点:对于一个安分守己的人来说,与这样的聪明人同席宴饮是不安全的。