Humanitext Reader

琉善 · 声母起诉书 §8-12

塔乌对词汇的篡夺与十字架罪责的指控

第 2 段,共 2 段 · 希腊语

内容简介

西格玛指控塔乌在多种词汇中篡夺其声音,蹂躏其他字母,乃至歪曲人类语言,并谴责塔乌的字形作为可怕十字架刑具的起源,最终要求以塔乌自身的字形对其处以死刑。

§8ὁπότε δὲ ἐκ τούτων ἀρξάμενον ἐτόλμησε καττίτερον εἰπεῖν καὶ κάττυμα καὶ πίτταν, εἶτα ἀπερυθριᾶσαν καὶ βασίλισσαν βασίλιτταν ὀνομάζειν, οὐ μετρίως ἐπὶ τούτοις ἀγανακτῶ καὶ πίμπραμαι δεδιὸς μὴ τῷ χρόνῳ καὶ τὰ σῦκα τῦκά τις ὀνομάσῃ.
当他从这些词开始,悍然说成kattiteron、kattyma和pittan,进而厚颜无耻地把王妃称为basilittan时,我对这些行径感到无比愤慨,怒火中烧,生怕随着时间的推移,有人会把syka也读成tyka。
καί μοι πρὸς Διὸς ἀθυμοῦντι καὶ μεμονωμένῳ τῶν βοηθησόντων σύγγνωτε τῆς δικαίας ὀργῆς· οὐ γὰρ περὶ μικρὰ καὶ τὰ τυχόντα ἐστὶν ὁ κίνδυνος, ἀφαιρουμένῳ τῶν συνήθων καὶ συνεσχολακότων μοι γραμμάτων.
看在宙斯的份上,请原谅我这合理的愤怒,因为我正处于沮丧之中,且孤立无援;毕竟这危险并非关乎微小或寻常之事,我正被夺走那些与我相熟、相伴的字母。
κίσσαν μου, λάλον ὄρνεον, ἐκ μέσων ὡς ἔπος εἰπεῖν τῶν κόλπων ἁρπάσαν κίτταν ὠνόμασεν· ἀφείλετο δέ μου φάσσαν ἅμα νήσσαις τε καὶ κοσσύφοις ἀπαγορεύοντος Ἀριστάρχου· περιέσπασε δὲ καὶ μελισσῶν οὐκ ὀλίγας· ἐπʼ Ἀττικὴν δὲ ἦλθε καὶ ἐκ μέσης αὐτῆς ἀνήρπασεν ἀνόμως Ὑμησσὸν ὁρώντων ὑμῶν καὶ τῶν ἄλλων συλλαβῶν.
我那只爱唠叨的鸟——松鸦,被他可以说是从我的怀抱中央夺走,改名为kitta;他又违抗阿里斯塔科斯的禁令,将我的林鸽连同鸭子和乌鸫一起抢走;他还夺去了我不少的蜜蜂;甚至闯入阿提卡,在你们和其他音节的注视下,非法地从其中心夺走了海梅托斯山。
§9ἀλλὰ τί λέγω ταῦτα;
但是,我为什么还要说这些呢?
Θεσσαλίας με ἐξέβαλεν ὅλης Θετταλίαν ἀξιοῦν λέγειν, καὶ πᾶσαν ἀποκέκλεικέ μοι τὴν θάλασσαν οὐδὲ τῶν ἐν κήποις φεισάμενον σευτλίων, ὡς τὸ δὴ λεγόμενον μηδὲ πάσσαλόν μοι καταλιπεῖν.
他要求把整个德萨里亚称为德塔里亚,从而将我赶出那里,并对我封锁了所有的海洋,甚至连菜园里的甜菜也不放过,正如俗话所说,连一根桩子也不给我留下。
ὅτι δὲ ἀνεξίκακόν εἰμι γράμμα, μαρτυρεῖτέ μοι καὶ αὐτοὶ μηδέποτε ἐγκαλέσαντι τῷ Ζῆτα σμάραγδον ἀποσπάσαντι καὶ πᾶσαν ἀφελομένῳ Σμύρναν, μηδὲ τῷ Ξῖ πᾶσαν παραβάντι συνθήκην καὶ τὸν συγγραφέα τῶν τοιούτων ἔχοντι Θουκυδίδην σύμμαχον·
至于我是一个宽容忍让的字母,你们自己也可以作证,当泽塔夺走祖母绿并抢去整个斯弥尔纳时,我从未控告过它;当克西违反一切协议,并以这类事情的记录者修昔底德为盟友时,我也没有控告过它。
τῷ μὲν γὰρ γείτονί μου Ῥῶ νοσήσαντι συγγνώμη, καὶ παρʼ αὐτῷ φυτεύσαντί μου τὰς μυρρίνας καὶ παίσαντί μέ ποτε ὑπὸ μελαγχολίας ἐπὶ κόρρης.
因为我的邻居柔生病时是值得原谅的,无论是在他种植我的香桃木时,还是有一次因忧郁症而朝我的脸颊打了一巴掌时。
κἀγὼ μὲν τοιοῦτον.
我就是这样宽宏大量。
§10τὸ δὲ Ταῦ τοῦτο σκοπῶμεν ὡς φύσει βίαιον καὶ πρὸς τὰ λοιπά.
让我们看看这个塔乌,他天性强暴,对其他字母也是如此。
ὅτι δὲ οὐδὲ τῶν ἄλλων ἀπέσχετο γραμμάτων, ἀλλὰ καὶ τὸ Δέλτα καὶ τὸ Θῆτα καὶ τὸ Ζῆτα, μικροῦ δεῖν πάντα ἠδίκησε τὰ στοιχεῖα, αὐτά μοι κάλει τὰ ἀδικηθέντα γράμματα.
为了证明他也没有对其他字母罢手,而是侵害了德尔塔、西塔、泽塔,几乎是所有的字母,请为我传唤那些受害的字母吧。
ἀκούετε, Φωνήεντα δικασταί, τοῦ μὲν Δέλτα λέγοντος· ἀφείλετό μου τὴν ἐνδελέχειαν, ἐντελέχειαν ἀξιοῦν λέγεσθαι παρὰ πάντας τοὺς νόμους· τοῦ Θῆτα δακρύοντος καὶ τῆς κεφαλῆς τὰς τρίχας τίλλοντος ἐπὶ τῷ καὶ τῆς κολοκύνθης ἐστερῆσθαι· τοῦ Ζῆτα, τὸ συρίζειν καὶ σαλπίζειν, ὡς μηκέτʼ αὐτῷ ἐξεῖναι μηδὲ γρύζειν.
诸位元音法官,请听德尔塔说道:‘他夺走了我的endelecheia,违反一切法律要求被称为entelecheia’;听西塔在哭泣,并拔扯着头上的发丝,因为它连葫芦也被剥夺了;听泽塔失去了嘶嘶声和喇叭声,以至于它连嘟囔一声都不被允许。
τίς ἂν τούτων ἀνάσχοιτο;
谁能忍受这些呢?
ἢ τίς ἐξαρκέσειε δίκη πρὸς τὸ πονηρότατον τουτὶ Ταῦ;
或者有什么审判能惩罚这最邪恶的塔乌呢?
§11τὸ δὲ ἄρα οὐ τὸ ὁμόφυλον τῶν στοιχείων μόνον ἀδικεῖ γένος, ἀλλʼ ἤδη καὶ πρὸς τὸ ἀνθρώπειον μεταβέβηκε τουτονὶ τὸν τρόπον·
原来,他不仅侵害同族的字母,现在竟然还用以下方式染指人类。
οὐ γὰρ ἐπιτρέπει γε αὐτοὺς κατʼ εὐθὺ φέρεσθαι ταῖς γλώσσαις·
因为他根本不允许人们的舌头顺畅发音。
μᾶλλον δέ, ὦ δικασταί, μεταξὺ γάρ με πάλιν τὰ τῶν ἀνθρώπων πράγματα ἀνέμνησε περὶ τῆς γλώσσης, καὶ ταύτης με τὸ μέρος ἀπήλασε καὶ γλῶτταν ποιεῖ τὴν γλῶσσαν.
或者更确切地说,诸位法官,在谈论人类事务的过程中,我又想起了舌头,他把我从其中的份额中驱逐出去,将glossa变成了glotta。
ὦ γλώσσης ἀληθῶς νόσημα Ταῦ.
啊,真是舌之恶疾的塔乌!
ἀλλὰ μεταβήσομαι πάλιν ἐπʼ ἐκεῖνο καὶ τοῖς ἀνθρώποις συναγορεύσω ὑπὲρ ὧν εἰς αὐτοὺς πλημμελεῖ· δεσμοῖς γάρ τισι στρεβλοῦν καὶ σπαράττειν αὐτῶν τὴν φωνὴν ἐπιχειρεῖ.
但我还是要回到那个话题,为人类辩护,抗议他对他们所犯下的罪行;因为他试图用某种锁链来扭曲和撕裂他们的声音。
καὶ ὁ μέν τι καλὸν ἰδὼν καλὸν εἰπεῖν αὐτὸ βούλεται, τὸ δὲ παρεισπεσὸν ταλὸν εἰπεῖν αὐτοὺς ἀναγκάζει ἐν ἅπασι προεδρίαν ἔχειν ἀξιοῦν· πάλιν ἕτερος περὶ κλήματος διαλέγεται, τὸ δὲ — τλῆμον γάρ ἐστιν ἀληθῶς — τλῆμα πεποίηκε τὸ κλῆμα.
当有人看到美丽的东西并想说kalon时,这个家伙插了进来,强迫他们说talon,并要求在所有事情中占据首位;又如,另一个人在谈论葡萄枝klema时,它——真是可悲——却把klema变成了tlema。
καὶ οὐ μόνον γε τοὺς τυχόντας ἀδικεῖ, ἀλλʼ ἤδη καὶ τῷ μεγάλῳ βασιλεῖ, ᾧ καὶ γῆν καὶ θάλασσαν εἶξαί φασι καὶ τῆς αὑτῶν φύσεως ἐκστῆναι, τὸ δὲ καὶ τούτῳ ἐπιβουλεύει καὶ Κῦρον αὐτὸν ὄντα Τῦρόν τινα ἀπέφηνεν.
而且他不仅侵害普通人,甚至对那位据说陆地和海洋都向其臣服、违背其自然本性的大王,他也图谋不轨,把本是居鲁士(Cyrus)的大王,变成了某种提洛斯(Tyros)。
§12οὕτω μὲν οὖν ὅσον ἐς φωνὴν ἀνθρώπους ἀδικεῖ· ἔργῳ δὲ πῶς;
如此说来,他在言语上对人类犯下了如此罪行;那么在行动上又如何呢?
κλάουσιν ἄνθρωποι καὶ τὴν αὑτῶν τύχην ὀδύρονται καὶ Κάδμῳ καταρῶνται πολλάκις, ὅτι τὸ Ταῦ ἐς τὸ τῶν στοιχείων γένος παρήγαγε·
人们痛哭流涕,哀悼自己的命运,屡屡诅咒卡德摩斯,因为是他把塔乌引入了字母之列。
τῷ γὰρ τούτου σώματί φασι τοὺς τυράννους ἀκολουθήσαντας καὶ μιμησαμένους αὐτοῦ τὸ πλάσμα ἔπειτα σχήματι τοιούτῳ ξύλα τεκτήναντας ἀνθρώπους ἀνασκολοπίζειν ἐπʼ αὐτά· ἀπὸ δὲ τούτου καὶ τῷ τεχνήματι τῷ πονηρῷ τὴν πονηρὰν ἐπωνυμίαν συνελθεῖν.
因为据说僭主们效仿他的身体,模仿他的身形,然后用这种形状制成木具,把人钉死在上面;正因如此,这种邪恶的刑具才得此恶名。
τούτων οὖν ἁπάντων ἕνεκα πόσων θανάτων τὸ Ταῦ ἄξιον εἶναι νομίζετε;
那么,为了这一切,你们认为塔乌应该死多少次才够呢?
ἐγὼ μὲν γὰρ οἶμαι δικαίως τοῦτο μόνον ἐς τὴν τοῦ Ταῦ τιμωρίαν ὑπολείπεσθαι, τὸ τῷ σχήματι τῷ αὑτοῦ τὴν δίκην ὑποσχεῖν.
依我之见,要惩罚塔乌,唯一公正的做法就是让他以自己的字形接受刑罚。

词汇与语法注释

  1. §8ἀρξάμενον — 中性单数主格/宾格分词 `ἀρξάμενον` 在此与主语 `τὸ Ταῦ`(被视为中性名词)一致,作状语使用,或作为惯用宾格绝对结构,意为“从……开始”。
  2. §8ἀπαγορεύοντος Ἀριστάρχου — 由名词 `Ἀριστάρχου` 和分词 `ἀπαγορεύοντος` 构成的属格绝对结构,指亚历山大里亚的语法学家阿里斯塔科斯禁止此类语言替换。
  3. §9ἐγκαλέσαντι — 与格分词 `ἐγκαλέσαντι` 与前文的 `μοι`(西格玛自身)一致,表示让步或原因(“因为我从未指控……”)。
  4. §11τὸ δὲ — 中性单数冠词 `τὸ` 连同小词 `δέ` 在此作指示代词使用(“但它”、“但这家伙”),指代拟人化的中性名词 `τὸ Ταῦ`。
  5. §12τὸ τῷ σχήματι τῷ αὑτοῦ τὴν δίκην ὑποσχεῖν — 带冠词的不定式短语在此作为同位语(解释性从句),具体说明主句主语指示代词 `τοῦτο` 的内容。

引用这一段

琉善, 声母起诉书 §8-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg014.humanitext-grc2:8-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。