§8ὁπότε δὲ ἐκ τούτων ἀρξάμενον ἐτόλμησε καττίτερον εἰπεῖν καὶ κάττυμα καὶ πίτταν, εἶτα ἀπερυθριᾶσαν καὶ βασίλισσαν βασίλιτταν ὀνομάζειν, οὐ μετρίως ἐπὶ τούτοις ἀγανακτῶ καὶ πίμπραμαι δεδιὸς μὴ τῷ χρόνῳ καὶ τὰ σῦκα τῦκά τις ὀνομάσῃ.
彼がこれらから始めて、大胆にもカッティテロンと言い、カッティマと言い、ピッタンと言い、さらには恥知らずにも王妃をバシリッタンと呼ぶようになった今や、私はこれらに対して並々ならぬ憤りを覚え、やがては誰かがイチジクをテュカと呼ぶのではないかと恐れて身を焦がしております。
καί μοι πρὸς Διὸς ἀθυμοῦντι καὶ μεμονωμένῳ τῶν βοηθησόντων σύγγνωτε τῆς δικαίας ὀργῆς·
そして、ゼウスにかけて、気落ちして助けてくれる者もなく孤立している私に対して、この正当な怒りをお許しください。
οὐ γὰρ περὶ μικρὰ καὶ τὰ τυχόντα ἐστὶν ὁ κίνδυνος, ἀφαιρουμένῳ τῶν συνήθων καὶ συνεσχολακότων μοι γραμμάτων.
なぜなら、その危険は小さくも、ありふれたものでもないのですから。 私は親しく、共に時を過ごしてきた文字たちを奪われているのです。
κίσσαν μου, λάλον ὄρνεον, ἐκ μέσων ὡς ἔπος εἰπεῖν τῶν κόλπων ἁρπάσαν κίτταν ὠνόμασεν· ἀφείλετο δέ μου φάσσαν ἅμα νήσσαις τε καὶ κοσσύφοις ἀπαγορεύοντος Ἀριστάρχου· περιέσπασε δὲ καὶ μελισσῶν οὐκ ὀλίγας· ἐπʼ Ἀττικὴν δὲ ἦλθε καὶ ἐκ μέσης αὐτῆς ἀνήρπασεν ἀνόμως Ὑμησσὸν ὁρώντων ὑμῶν καὶ τῶν ἄλλων συλλαβῶν.
私のおしゃべりな鳥であるカケスを、いわば私の懐の真ん中からひったくってキッタと名付け、アリスタルコスが禁じたにもかかわらず、モリバトを鴨やツグミとともに私から奪い去り、ミツバチの多くも奪い去り、アッティカに侵入しては、皆様や他の音節が見ている前で、不法にもその真ん中からヒュメトス山をひったくりました。
§9ἀλλὰ τί λέγω ταῦτα;
しかし、なぜ私はこのようなことを言うのでしょう。
Θεσσαλίας με ἐξέβαλεν ὅλης Θετταλίαν ἀξιοῦν λέγειν, καὶ πᾶσαν ἀποκέκλεικέ μοι τὴν θάλασσαν οὐδὲ τῶν ἐν κήποις φεισάμενον σευτλίων, ὡς τὸ δὴ λεγόμενον μηδὲ πάσσαλόν μοι καταλιπεῖν.
彼はテッサリア全体をテッタリアと呼ぶよう要求して私をそこから追放し、あらゆる海を私に対して閉ざし、菜園の不断草さえ容赦せず、いわゆる杭一つ残さないほどにいたしました。
ὅτι δὲ ἀνεξίκακόν εἰμι γράμμα, μαρτυρεῖτέ μοι καὶ αὐτοὶ μηδέποτε ἐγκαλέσαντι τῷ Ζῆτα σμάραγδον ἀποσπάσαντι καὶ πᾶσαν ἀφελομένῳ Σμύρναν, μηδὲ τῷ Ξῖ πᾶσαν παραβάντι συνθήκην καὶ τὸν συγγραφέα τῶν τοιούτων ἔχοντι Θουκυδίδην σύμμαχον·
しかし私が怒りを堪え忍ぶ文字であることは、ゼータがエメラルドを奪い去り、スミュルナ全体を取り上げたときにも私が決して告訴しなかったことで、皆様ご自身が証言してくださるでしょう。 また、クシーがあらゆる合意を破り、そのような書き手であるトゥキュディデスを同盟者としているときにも、告訴しませんでした。
τῷ μὲν γὰρ γείτονί μου Ῥῶ νοσήσαντι συγγνώμη, καὶ παρʼ αὐτῷ φυτεύσαντί μου τὰς μυρρίνας καὶ παίσαντί μέ ποτε ὑπὸ μελαγχολίας ἐπὶ κόρρης.
というのも、私の隣人であるローが病に冒されたとき、彼が私のミルトスを植えたり、憂鬱症から私の横っ面をひっぱたいたりしたのを許したのですから。
κἀγὼ μὲν τοιοῦτον.
私というものはこのように辛抱強いのです。
§10τὸ δὲ Ταῦ τοῦτο σκοπῶμεν ὡς φύσει βίαιον καὶ πρὸς τὰ λοιπά.
では、このタウが本性上乱暴であり、他のものに対してもそうであることを検討してみましょう。
ὅτι δὲ οὐδὲ τῶν ἄλλων ἀπέσχετο γραμμάτων, ἀλλὰ καὶ τὸ Δέλτα καὶ τὸ Θῆτα καὶ τὸ Ζῆτα, μικροῦ δεῖν πάντα ἠδίκησε τὰ στοιχεῖα, αὐτά μοι κάλει τὰ ἀδικηθέντα γράμματα.
彼が他の文字たちに対しても容赦せず、デルタ、テータ、ゼータ、そしてあわや全ての文字を不当に扱ったことを示すため、不当な扱いを受けた文字たち自身を私のもとに呼び出してください。
ἀκούετε, Φωνήεντα δικασταί, τοῦ μὲν Δέλτα λέγοντος·
裁判官たる母音の皆様、デルタがこう言うのをお聞きください。
ἀφείλετό μου τὴν ἐνδελέχειαν, ἐντελέχειαν ἀξιοῦν λέγεσθαι παρὰ πάντας τοὺς νόμους·
『彼は私からエンデレケイアを奪い、あらゆる規則に反してエンテレケイアと呼ばれることを要求しました』と。
τοῦ Θῆτα δακρύοντος καὶ τῆς κεφαλῆς τὰς τρίχας τίλλοντος ἐπὶ τῷ καὶ τῆς κολοκύνθης ἐστερῆσθαι·
テータが涙を流し、カボチャさえも奪われたことに対して頭髪をむしりながら嘆いているのを。
τοῦ Ζῆτα, τὸ συρίζειν καὶ σαλπίζειν, ὡς μηκέτʼ αὐτῷ ἐξεῖναι μηδὲ γρύζειν.
ゼータが、シューと音を立てることや、ラッパを吹くことを奪われ、もはや不満の声さえあげることもできなくなっているのを。
τίς ἂν τούτων ἀνάσχοιτο;
誰がこのようなことに耐えられるでしょうか。
ἢ τίς ἐξαρκέσειε δίκη πρὸς τὸ πονηρότατον τουτὶ Ταῦ;
あるいは、この極めて悪辣なタウに対して、どのような裁判なら十分な報いを与えられるでしょうか。
§11τὸ δὲ ἄρα οὐ τὸ ὁμόφυλον τῶν στοιχείων μόνον ἀδικεῖ γένος, ἀλλʼ ἤδη καὶ πρὸς τὸ ἀνθρώπειον μεταβέβηκε τουτονὶ τὸν τρόπον·
そして実に、彼は同族である文字の類を不当に扱うだけでなく、今や人間の類に対しても、次のような方法で害を及ぼし始めております。
οὐ γὰρ ἐπιτρέπει γε αὐτοὺς κατʼ εὐθὺ φέρεσθαι ταῖς γλώσσαις·
というのも、彼は人間が舌を使って真っ直ぐに発音することを許さないからです。
μᾶλλον δέ, ὦ δικασταί, μεταξὺ γάρ με πάλιν τὰ τῶν ἀνθρώπων πράγματα ἀνέμνησε περὶ τῆς γλώσσης, καὶ ταύτης με τὸ μέρος ἀπήλασε καὶ γλῶτταν ποιεῖ τὴν γλῶσσαν.
いやむしろ、裁判官の皆様、人間の事柄を話すうちにまた舌のことを思い出しましたが、彼は私をこの部分から追い払い、グロッサをグロッタにしてしまうのです。
ὦ γλώσσης ἀληθῶς νόσημα Ταῦ.
ああ、真に舌の病たるタウよ!
ἀλλὰ μεταβήσομαι πάλιν ἐπʼ ἐκεῖνο καὶ τοῖς ἀνθρώποις συναγορεύσω ὑπὲρ ὧν εἰς αὐτοὺς πλημμελεῖ·
しかし、私は再び先ほどの話に戻り、彼が人間に犯している非道について、人間のために弁護いたしましょう。
δεσμοῖς γάρ τισι στρεβλοῦν καὶ σπαράττειν αὐτῶν τὴν φωνὴν ἐπιχειρεῖ.
彼はある種の枷によって、人間の声をねじ曲げ、引き裂こうと企てているのです。
καὶ ὁ μέν τι καλὸν ἰδὼν καλὸν εἰπεῖν αὐτὸ βούλεται, τὸ δὲ παρεισπεσὸν ταλὸν εἰπεῖν αὐτοὺς ἀναγκάζει ἐν ἅπασι προεδρίαν ἔχειν ἀξιοῦν·
ある人が何か美しいものを見て、それをカロンと言いたいと思っても、彼が割り込んで、すべての場所で優先されることを要求し、人々にそれをタロンと言わせるのです。
πάλιν ἕτερος περὶ κλήματος διαλέγεται, τὸ δὲ — τλῆμον γάρ ἐστιν ἀληθῶς — τλῆμα πεποίηκε τὸ κλῆμα.
また、別の人がブドウの枝について話していると、彼は――実にあわれなことに――クレマをトレマにしてしまいます。
καὶ οὐ μόνον γε τοὺς τυχόντας ἀδικεῖ, ἀλλʼ ἤδη καὶ τῷ μεγάλῳ βασιλεῖ, ᾧ καὶ γῆν καὶ θάλασσαν εἶξαί φασι καὶ τῆς αὑτῶν φύσεως ἐκστῆναι, τὸ δὲ καὶ τούτῳ ἐπιβουλεύει καὶ Κῦρον αὐτὸν ὄντα Τῦρόν τινα ἀπέφηνεν.
そして、ありふれた人々を不当に扱うだけでなく、今やあの大王――陸も海も彼に屈し、その本性から逸脱したと言われる大王――に対しても彼は陰謀を企て、彼がキュロスその人であるのに、テュロスにしてしまいました。
§12οὕτω μὲν οὖν ὅσον ἐς φωνὴν ἀνθρώπους ἀδικεῖ·
このように、彼は音声に関して人間に害を及ぼしています。
ἔργῳ δὲ πῶς;
では、実際の行為においてはどうでしょうか。
κλάουσιν ἄνθρωποι καὶ τὴν αὑτῶν τύχην ὀδύρονται καὶ Κάδμῳ καταρῶνται πολλάκις, ὅτι τὸ Ταῦ ἐς τὸ τῶν στοιχείων γένος παρήγαγε·
人々は泣き、己の運命を嘆き、カドモスがタウを文字の類に導入したことをしばしば呪っています。
τῷ γὰρ τούτου σώματί φασι τοὺς τυράννους ἀκολουθήσαντας καὶ μιμησαμένους αὐτοῦ τὸ πλάσμα ἔπειτα σχήματι τοιούτῳ ξύλα τεκτήναντας ἀνθρώπους ἀνασκολοπίζειν ἐπʼ αὐτά·
なぜなら、僭主たちは彼の体に倣い、その形を模倣して、そのような形の木材を製作し、その上で人間を磔にしたと言われているからです。
ἀπὸ δὲ τούτου καὶ τῷ τεχνήματι τῷ πονηρῷ τὴν πονηρὰν ἐπωνυμίαν συνελθεῖν.
そして、このことから、その邪悪な装置に対しても、あの忌まわしい名前が与えられたのだと。
τούτων οὖν ἁπάντων ἕνεκα πόσων θανάτων τὸ Ταῦ ἄξιον εἶναι νομίζετε;
それゆえ、これらすべてのことのために、タウはいくつの死に値すると皆様はお考えでしょうか。
ἐγὼ μὲν γὰρ οἶμαι δικαίως τοῦτο μόνον ἐς τὴν τοῦ Ταῦ τιμωρίαν ὑπολείπεσθαι, τὸ τῷ σχήματι τῷ αὑτοῦ τὴν δίκην ὑποσχεῖν.
私としては、タウへの罰として、彼自身の形において刑罰を受けることだけが、正当に残された唯一の道であると考えております。