← ルキアノス

子音裁判

§8-12

タウの語彙簒奪と十字架の起源に対する告発

シグマは、タウが様々な単語から自分の音を強奪し、他の文字たちを蹂躙し、さらには人間の言語を歪め、十字架の形として恐ろしい死刑の道具の起源となった罪を告発し、タウ自身がその文字の形によって処刑されることを強く求めます。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8

ὁπότε δὲ ἐκ τούτων ἀρξάμενον1 ἐτόλμησε καττίτερον εἰπεῖν καὶ κάττυμα καὶ πίτταν, εἶτα ἀπερυθριᾶσαν καὶ βασίλισσαν βασίλιτταν ὀνομάζειν, οὐ μετρίως ἐπὶ τούτοις ἀγανακτῶ καὶ πίμπραμαι δεδιὸς μὴ τῷ χρόνῳ καὶ τὰ σῦκα τῦκά τις ὀνομάσῃ. καί μοι πρὸς Διὸς ἀθυμοῦντι καὶ μεμονωμένῳ τῶν βοηθησόντων σύγγνωτε τῆς δικαίας ὀργῆς· οὐ γὰρ περὶ μικρὰ καὶ τὰ τυχόντα ἐστὶν ὁ κίνδυνος, ἀφαιρουμένῳ τῶν συνήθων καὶ συνεσχολακότων μοι γραμμάτων. κίσσαν μου, λάλον ὄρνεον, ἐκ μέσων ὡς ἔπος εἰπεῖν τῶν κόλπων ἁρπάσαν κίτταν ὠνόμασεν· ἀφείλετο δέ μου φάσσαν ἅμα νήσσαις τε καὶ κοσσύφοις ἀπαγορεύοντος Ἀριστάρχου·2 περιέσπασε δὲ καὶ μελισσῶν οὐκ ὀλίγας· ἐπʼ Ἀττικὴν δὲ ἦλθε καὶ ἐκ μέσης αὐτῆς ἀνήρπασεν ἀνόμως Ὑμησσὸν ὁρώντων ὑμῶν καὶ τῶν ἄλλων συλλαβῶν.

彼がこれらから始めて、大胆にもカッティテロンと言い、カッテュマと言い、ピッタンと言い、さらには恥知らずにも王妃をバシリッタンと呼ぶようになった今や、私はこれらに対して並々ならぬ憤りを覚え、やがては誰かがイチジクをテュカと呼ぶのではないかと恐れて身を焦がしております。そして、ゼウスにかけて、気落ちして助けてくれる者もなく孤立している私に対して、この正当な怒りをお許しください。なぜなら、その危険は小さくも、ありふれたものでもないのですから。私は親しく、共に時を過ごしてきた文字たちを奪われているのです。私のおしゃべりな鳥であるカケスを、いわば私の懐の真ん中からひったくってキッタと名付け、アリスタルコスが禁じたにもかかわらず、モリバトを鴨やツグミとともに私から奪い去り、ミツバチの多くも奪い去り、アッティカに侵入しては、皆様や他の音節が見ている前で、不法にもその真ん中からヒュメトス山をひったくりました。

§9

ἀλλὰ τί λέγω ταῦτα; Θεσσαλίας με ἐξέβαλεν ὅλης Θετταλίαν ἀξιοῦν λέγειν, καὶ πᾶσαν ἀποκέκλεικέ μοι τὴν θάλασσαν οὐδὲ τῶν ἐν κήποις φεισάμενον σευτλίων, ὡς τὸ δὴ λεγόμενον μηδὲ πάσσαλόν μοι καταλιπεῖν. ὅτι δὲ ἀνεξίκακόν εἰμι γράμμα, μαρτυρεῖτέ μοι καὶ αὐτοὶ μηδέποτε ἐγκαλέσαντι3 τῷ Ζῆτα σμάραγδον ἀποσπάσαντι καὶ πᾶσαν ἀφελομένῳ Σμύρναν, μηδὲ τῷ Ξῖ πᾶσαν παραβάντι συνθήκην καὶ τὸν συγγραφέα τῶν τοιούτων ἔχοντι Θουκυδίδην σύμμαχον· τῷ μὲν γὰρ γείτονί μου Ῥῶ νοσήσαντι συγγνώμη, καὶ παρʼ αὐτῷ φυτεύσαντί μου τὰς μυρρίνας καὶ παίσαντί μέ ποτε ὑπὸ μελαγχολίας ἐπὶ κόρρης. κἀγὼ μὲν τοιοῦτον.

しかし、なぜ私はこのようなことを言うのでしょう。彼はテッサリア全体をテッタリアと呼ぶよう要求して私をそこから追放し、あらゆる海を私に対して閉ざし、菜園の不断草さえ容赦せず、いわゆる杭一つ残さないほどにいたしました。しかし私が怒りを堪え忍ぶ文字であることは、ゼータがエメラルドを奪い去り、スミュルナ全体を取り上げたときにも私が決して告訴しなかったことで、皆様ご自身が証言してくださるでしょう。また、クシーがあらゆる合意を破り、そのような書き手であるトゥキュディデスを同盟者としているときにも、告訴しませんでした。というのも、私の隣人であるローが病に冒されたとき、彼が自分のところに私のミルトスを植えたり、憂鬱症から私の横っ面をひっぱたいたりしたのを許したのですから。私というものはこのように辛抱強いのです。

§10

τὸ δὲ Ταῦ τοῦτο σκοπῶμεν ὡς φύσει βίαιον καὶ πρὸς τὰ λοιπά. ὅτι δὲ οὐδὲ τῶν ἄλλων ἀπέσχετο γραμμάτων, ἀλλὰ καὶ τὸ Δέλτα καὶ τὸ Θῆτα καὶ τὸ Ζῆτα, μικροῦ δεῖν πάντα ἠδίκησε τὰ στοιχεῖα, αὐτά μοι κάλει τὰ ἀδικηθέντα γράμματα. ἀκούετε, Φωνήεντα δικασταί, τοῦ μὲν Δέλτα λέγοντος· ἀφείλετό μου τὴν ἐνδελέχειαν, ἐντελέχειαν ἀξιοῦν λέγεσθαι παρὰ πάντας τοὺς νόμους· τοῦ Θῆτα δακρύοντος καὶ τῆς κεφαλῆς τὰς τρίχας τίλλοντος ἐπὶ τῷ καὶ τῆς κολοκύνθης ἐστερῆσθαι· τοῦ Ζῆτα, τὸ συρίζειν καὶ σαλπίζειν, ὡς μηκέτʼ αὐτῷ ἐξεῖναι μηδὲ γρύζειν. τίς ἂν τούτων ἀνάσχοιτο; ἢ τίς ἐξαρκέσειε δίκη πρὸς τὸ πονηρότατον τουτὶ Ταῦ;

では、このタウが本性上乱暴であり、他のものに対してもそうであることを検討してみましょう。彼が他の文字たちに対しても容赦せず、デルタ、テータ、ゼータ、そしてあわや全ての文字を不当に扱ったことを示すため、不当な扱いを受けた文字たち自身を私のもとに呼び出してください。裁判官たる母音の皆様、デルタがこう言うのをお聞きください。「彼は私からエンデレケイアを奪い、あらゆる規則に反してエンテレケイアと呼ばれることを要求しました」と。テータが涙を流し、カボチャさえも奪われたことに対して頭髪をむしりながら嘆いているのを。ゼータが、シューと音を立てることや、ラッパを吹くことを奪われ、もはや不満の声さえあげることもできなくなっているのを。誰がこのようなことに耐えられるでしょうか。あるいは、この極めて悪辣なタウに対して、どのような裁判なら十分な報いを与えられるでしょうか。

§11

τὸ δὲ4 ἄρα οὐ τὸ ὁμόφυλον τῶν στοιχείων μόνον ἀδικεῖ γένος, ἀλλʼ ἤδη καὶ πρὸς τὸ ἀνθρώπειον μεταβέβηκε τουτονὶ τὸν τρόπον· οὐ γὰρ ἐπιτρέπει γε αὐτοὺς κατʼ εὐθὺ φέρεσθαι ταῖς γλώσσαις· μᾶλλον δέ, ὦ δικασταί, μεταξὺ γάρ με πάλιν τὰ τῶν ἀνθρώπων πράγματα ἀνέμνησε περὶ τῆς γλώσσης, καὶ ταύτης με τὸ μέρος ἀπήλασε καὶ γλῶτταν ποιεῖ τὴν γλῶσσαν. ὦ γλώσσης ἀληθῶς νόσημα Ταῦ. ἀλλὰ μεταβήσομαι πάλιν ἐπʼ ἐκεῖνο καὶ τοῖς ἀνθρώποις συναγορεύσω ὑπὲρ ὧν εἰς αὐτοὺς πλημμελεῖ· δεσμοῖς γάρ τισι στρεβλοῦν καὶ σπαράττειν αὐτῶν τὴν φωνὴν ἐπιχειρεῖ. καὶ ὁ μέν τι καλὸν ἰδὼν καλὸν εἰπεῖν αὐτὸ βούλεται, τὸ δὲ παρεισπεσὸν ταλὸν εἰπεῖν αὐτοὺς ἀναγκάζει ἐν ἅπασι προεδρίαν ἔχειν ἀξιοῦν· πάλιν ἕτερος περὶ κλήματος διαλέγεται, τὸ δὲ — τλῆμον γάρ ἐστιν ἀληθῶς — τλῆμα πεποίηκε τὸ κλῆμα. καὶ οὐ μόνον γε τοὺς τυχόντας ἀδικεῖ, ἀλλʼ ἤδη καὶ τῷ μεγάλῳ βασιλεῖ, ᾧ καὶ γῆν καὶ θάλασσαν εἶξαί φασι καὶ τῆς αὑτῶν φύσεως ἐκστῆναι, τὸ δὲ καὶ τούτῳ ἐπιβουλεύει καὶ Κῦρον αὐτὸν ὄντα Τῦρόν τινα ἀπέφηνεν.

そして実に、彼は同族である文字の類を不当に扱うだけでなく、今や人間の類に対しても、次のような方法で害を及ぼし始めております。というのも、彼は人間が舌を使って真っ直ぐに発音することを許さないからです。いやむしろ、裁判官の皆様、人間の事柄を話すうちにまた舌のことを思い出しましたが、彼は私をこの部分から追い払い、グロッサをグロッタにしてしまうのです。ああ、真に舌の病たるタウよ!しかし、私は再び先ほどの話に戻り、彼が人間に犯している非道について、人間のために弁護いたしましょう。彼はある種の枷によって、人間の声をねじ曲げ、引き裂こうと企てているのです。ある人が何か美しいものを見て、それをカロンと言いたいと思っても、彼が割り込んで、すべての場所で優先されることを要求し、人々にそれをタロンと言わせるのです。また、別の人がブドウの枝について話していると、彼は――実にあわれなことに――クレマをトレマにしてしまいます。そして、ありふれた人々を不当に扱うだけでなく、今やあの大王――陸も海も彼に屈し、その本性から逸脱したと言われる大王――に対しても彼は陰謀を企て、彼がキュロスその人であるのに、どこかのテュロスにしてしまいました。

§12

οὕτω μὲν οὖν ὅσον ἐς φωνὴν ἀνθρώπους ἀδικεῖ· ἔργῳ δὲ πῶς; κλάουσιν ἄνθρωποι καὶ τὴν αὑτῶν τύχην ὀδύρονται καὶ Κάδμῳ καταρῶνται πολλάκις, ὅτι τὸ Ταῦ ἐς τὸ τῶν στοιχείων γένος παρήγαγε· τῷ γὰρ τούτου σώματί φασι τοὺς τυράννους ἀκολουθήσαντας καὶ μιμησαμένους αὐτοῦ τὸ πλάσμα ἔπειτα σχήματι τοιούτῳ ξύλα τεκτήναντας ἀνθρώπους ἀνασκολοπίζειν ἐπʼ αὐτά· ἀπὸ δὲ τούτου καὶ τῷ τεχνήματι τῷ πονηρῷ τὴν πονηρὰν ἐπωνυμίαν συνελθεῖν. τούτων οὖν ἁπάντων ἕνεκα πόσων θανάτων τὸ Ταῦ ἄξιον εἶναι νομίζετε; ἐγὼ μὲν γὰρ οἶμαι δικαίως τοῦτο μόνον ἐς τὴν τοῦ Ταῦ τιμωρίαν ὑπολείπεσθαι, τὸ τῷ σχήματι τῷ αὑτοῦ τὴν δίκην ὑποσχεῖν.5

このように、彼は音声に関して人間に害を及ぼしています。では、実際の行為においてはどうでしょうか。人々は泣き、己の運命を嘆き、カドモスがタウを文字の類に導入したことをしばしば呪っています。なぜなら、僭主たちは彼の体に倣い、その形を模倣して、そのような形の木材を製作し、その上で人間を磔にしたと言われているからです。そして、このことから、その邪悪な装置に対しても、あの忌まわしい名前が与えられたのだと。それゆえ、これらすべてのことのために、タウはいくつの死に値すると皆様はお考えでしょうか。私としては、タウへの罰として、彼自身の形において刑罰を受けることだけが、正当に残された唯一の道であると考えております。

構文注5 件
  1. 8ἀρξάμενον

    中性主格・対格分詞の ἀρξάμενον は、ここでは中性名詞として扱われる主語 τὸ Ταῦ に一致する副詞的分詞、あるいは「〜から始めて」という慣用的な絶対対格として機能している。

  2. 8ἀπαγορεύοντος Ἀριστάρχου

    名詞 Ἀριστάρχου と分詞 ἀπαγορεύοντος による属格絶対構文。アレクサンドリアの文法学者アリスタルコスがこのような言語的代入を禁じたことを示す。

  3. 9ἐγκαλέσαντι

    与格分詞 ἐγκαλέσαντι は、前行する μοι(シグマ自身)に一致し、「〜に対して決して告訴しなかった私」という譲歩または原因のニュアンスを表す。

  4. 11τὸ δὲ

    中性単数冠詞 τὸ が小辞 δέ とともに指示代名詞(「しかしそれは」「しかし彼は」)として機能し、擬人化された中性名詞 τὸ Ταῦ を指している。

  5. 12τὸ τῷ σχήματι τῷ αὑτοῦ τὴν δίκην ὑποσχεῖν

    冠詞付き不定詞句であり、主節の主語である指示代名詞 τοῦτο の具体的な内容を説明する同格(説明節)として機能している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 3 件
  • 2026-09-30 表記の統一 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg014.humanitext-grc2:8-12