Humanitext Reader

琉善 · 声母起诉书 §1-7

西格玛指控塔乌侵占领地

第 1 段,共 2 段 · 希腊语

内容简介

西格玛因双塔乌发音强占其领地而向元音法官起诉塔乌。西格玛指责塔乌无法无天的贪婪破坏了文字秩序,并开始阐述塔乌是如何篡夺其固有词汇的。

§1## ΤΟΙΣ ΕΠΤΑ ΦΩΝΗΕΣΙΝ [Ἐπὶ ἄρχοντος Ἀριστάρχου Φαληρέως, Πυανεψιῶνος ἑβδόμῃ ἱσταμένου, γραφὴν ἔθετο τὸ Σῖγμα πρὸς τὸ Ταῦ ἐπὶ τῶν ἑπτὰ Φωνηέντων βίας καὶ ὑπαρχόντων ἁρπαγῆς, ἀφῃρῆσθαι λέγον πάντων τῶν ἐν διπλῷ ταῦ ἐκφερομένων.
## 在七个元音面前[在法勒鲁姆的阿里斯塔科斯担任执政官期间,于普亚内普西翁月上旬第七日,西格玛在七个元音面前对塔乌提起诉讼,指控其施加暴力并掠夺财产,声称自己被剥夺了所有以双塔乌发音的字词。
] §2Μέχρι μέν, ὦ Φωνήεντα δικασταί, ὀλίγα ἠδικούμην ὑπὸ τουτουὶ τοῦ Ταῦ καταχρωμένου τοῖς ἐμοῖς καὶ καταίροντος ἔνθα μὴ δεῖ, οὐ βαρέως ἔφερον τὴν βλάβην καὶ παρήκουον ἔνια τῶν λεγομένων ὑπὸ τῆς μετριότητος, ἣν ἴστε με φυλάσσοντα πρός τε ὑμᾶς καὶ τὰς ἄλλας συλλαβάς·
]诸位元音法官,只要在这个塔乌滥用我的东西、闯入不该去的地方而使我仅受到轻微侵害的时候,我并未把这种伤害放在心上,并因我的温和而对某些传言装作听不见,你们也知道我对待你们和其他音节一直保持着这种温和。
ἐπεὶ δὲ ἐς τοσοῦτον ἥκει πλεονεξίας τε καὶ ἀνομίας, ὥστε ἐφʼ οἷς ἡσύχασα πολλάκις οὐκ ἀγαπῶν, ἄλλʼ ἤδη καὶ πλείω προσβιάζεται, ἀναγκαίως αὐτὸ εὐθύνω νῦν παρὰ τοῖς ἀμφότερα εἰδόσιν ὑμῖν.
但是,既然他已经到了如此贪婪和无法无天的地步,以至于对我常常保持沉默的那些让步仍不满足,反而开始强行侵占更多,我现在不得不向深知双方底细的诸位提起诉讼,对他进行追究。
δέος δὲ οὐ μικρόν μοι ἐπὶ τούτοις τῆς ἀποθλίψεως ἐπέρχεται τῆς ἐμαυτοῦ· τοῖς γὰρ προπεπραγμένοις ἀεί τι μεῖζον προστιθὲν ἄρδην με τῆς οἰκείας ἀποθλίψει χώρας, ὡς ὀλίγου δεῖν ἡσυχίαν ἀγαγόντα μηδὲ ἐν γράμμασιν ἀριθμεῖσθαι, ἐν ἴσῳ δὲ κεῖσθαι τοῦ ψόφου.
此外,在这些情况下,我对自己被排挤也产生了不小的恐惧;因为他总是在过去的恶行之上叠加更大的恶行,企图将我彻底从我固有的领地中排挤出去,使我几乎被迫保持沉默,甚至不再被列入字母之列,而被等同于无意义的杂音。
§3δίκαιον οὖν οὐχ ὑμᾶς, οἳ δικάζετε νῦν, ἀλλὰ καὶ τὰ λοιπὰ γράμματα τῆς πείρας ἔχειν τινὰ φυλακήν·
因此,不仅是现在主持审判的诸位,其他所有的字母也理应从这次经历中吸取教训,保持警惕。
εἰ γὰρ ἐξέσται τοῖς βουλομένοις ἀπὸ τῆς καθʼ αὑτὰ τάξεως ἐς ἀλλοτρίαν βιάζεσθαι καὶ τοῦτο ἐπιτρέψετε ὑμεῖς, ὧν χωρὶς οὐδὲν καθόλου τι γράφεται, οὐχ ὁρῶ τίνα τρόπον αἱ συντάξεις τὰ νόμιμα, ἐφʼ οἷς ἐτάχθη τὰ κατʼ ἀρχάς, ἕξουσιν.
因为,如果允许任何有意之人从其自身的序列强行侵入他人的领地,而你们——没有你们,任何东西都根本无法被书写——又允许这种行为,我不知道词语的组合将如何维持它们最初设立时所依据的法定规则。
ἀλλʼ οὔτε ὑμᾶς οἶμαί ποτε ἐς τοσοῦτον ἀμελείας τε καὶ παροράσεως ἥξειν, ὥστε ἐπιτρέψαι τινὰ μὴ δίκαια, οὔτε, εἰ καθυφήσετε τὸν ἀγῶνα ὑμεῖς, ἐμοὶ παραλειπτέον ἐστὶν ἀδικουμένῳ.
但我既不认为你们会堕入如此疏忽和大意的地步以至于允许不义之事,也不认为即使你们在这一诉讼中退缩,受害的我就可以就此罢手。
§4ὡς εἴθε καὶ τῶν ἄλλων ἀνεκόπησαν τότε αἱ τόλμαι εὐθὺς ἀρξαμένων παρανομεῖν, καὶ οὐκ ἂν ἐπολέμει μέχρι νῦν τὸ Λάμβδα τῷ Ῥῶ διαμφισβητοῦν περὶ τῆς κισήρεως καὶ κεφαλαργίας, οὔτε τὸ Γάμμα τῷ Κάππα διηγωνίζετο καὶ ἐς χεῖρας μικροῦ δεῖν ἤρχετο πολλάκις ἐν τῷ γναφείῳ ὑπὲρ γναφάλλων, ἐπέπαυτο δʼ ἂν καὶ πρὸς τὸ Λάμβδα μαχόμενον, τὸ μόγις ἀφαιρούμενον αὐτοῦ καὶ μάλιστα παρακλέπτον, καὶ τὰ λοιπὰ δʼ ἂν ἠρέμει συγχύσεως ἄρχεσθαι παρανόμου·
啊,要是其他字母在刚开始犯法时,其狂妄企图就立刻被遏制住该有多好! 那样的话,兰布达至今也不会与柔交战,争夺浮石和头痛的所有权;伽马也不会与卡帕剧烈争斗,屡次在漂洗工坊里为了羊毛团几乎大打出手,它与兰布达的战斗也早已平息——兰布达只是勉强从它那里夺走东西,并且最爱暗中偷窃——其余的字母也本会保持安静,而不至于开始非法的混乱。
καλὸν γὰρ ἕκαστον μένειν ἐφʼ ἧς τετύχηκε τάξεως· τὸ δὲ ὑπερβαίνειν ἐς ἃ μὴ χρὴ λύοντός ἐστι τὸ δίκαιον.
因为各自留在其所获得的序列中是美好的,而跨越界限进入不该去的地方,则是破坏正义之人的行径。
§5καὶ ὅ γε πρῶτος ἡμῖν τοὺς νόμους τούτους διατυπώσας, εἴτε Κάδμος ὁ νησιώτης εἴτε Παλαμήδης ὁ Ναυπλίου, — καὶ Σιμωνίδῃ δὲ ἔνιοι προσάπτουσι τὴν προμήθειαν ταύτην — οὐ τῇ τάξει μόνον, καθʼ ἣν αἱ προεδρίαι βεβαιοῦνται, διώρισαν, τί πρῶτον ἔσται ἢ δεύτερον, ἀλλὰ καὶ ποιότητας, ἃς ἕκαστον ἡμῶν ἔχει, καὶ δυνάμεις συνεῖδον.
而最初为我们制定这些法律的人,无论是岛民卡德摩斯,还是纳乌普利乌斯之子帕拉墨得斯——也有人将这一远见归功于西摩尼得斯——不仅根据确保优先席位的序列规定了何者在前、何者在后,而且也洞察到了我们每个人所具有的特质和力量。
καὶ ὑμῖν μέν, ὦ δικασταί, τὴν μείζω δεδώκασι τιμήν, ὅτι καθʼ αὑτὰ δύνασθε φθέγγεσθαι, ἡμιφώνοις δὲ τὴν ἐφεξῆς, ὅτι προσθήκης εἰς τὸ ἀκουσθῆναι δεῖται· πασῶν δὲ ἐσχάτην ἐνόμισαν ἔχειν μοῖραν ἐννέα τῶν πάντων, οἷς οὐδὲ φωνὴ πρόσεστι καθʼ αὑτά.
诸位法官,他们赋予了你们更大的荣耀,因为你们能够独立发声;给半元音则是次一等的荣誉,因为它们需要借助他物才能被听到;而他们认为,在所有字母中,那九个自身甚至不带任何声音的字母应当占有最末的一等。
τὰ μὲν οὖν φωνήεντα φυλάσσειν ἔοικε τοὺς νόμους τούτους.
因此,元音们看来是遵守这些法律的。
§6τὸ δέ γε Ταῦ τοῦτο, οὐ γὰρ ἔχω χείρονι αὐτὸ ὀνομάσαι ῥήματι ἢ ᾧ καλεῖται, ὃ μὰ τοὺς θεούς, εἰ μὴ ἐξ ὑμῶν δύο συνῆλθον ἀγαθοὶ καὶ καθήκοντες ὁραθῆναι, τό τε Ἄλφα καὶ τὸ Ὗ, οὐκ ἂν ἠκούσθη μόνον, τοῦτο τοίνυν ἐτόλμησεν ἀδικεῖν με πλείω τῶν πώποτε βιασαμένων, ὀνομάτων μὲν καὶ ῥημάτων ἀπελάσαν πατρῴων, ἐκδιῶξαν δὲ ὁμοῦ συνδέσμων ἅμα καὶ προθέσεων, ὡς μηκέτι φέρειν τὴν ἔκτοπον πλεονεξίαν.
然而这个塔乌——因为我实在找不到比他自己的名字更糟糕的词来称呼他了——凭诸神起誓,如果不是你们之中两位优秀且相貌堂堂的元音,即阿尔法和宇普西隆结合在一起,他根本连声音都发不出来——就是这个家伙,竟然胆敢对我施加比以往任何强权者都要严重的侵害,将我从祖传的名词和动词中驱逐出去,并同时把我从连接词和介词中赶走,以至于我再也无法忍受这种反常的贪得无厌。
§7ὅθεν δὲ καὶ ἀπὸ τίνων ἀρξάμενον, ὥρα λέγειν.
现在是说明他从何处以及从何事开始的时候了。
ἐπεδήμουν ποτὲ Κυβέλῳ, — τὸ δέ ἐστι πολίχνιον οὐκ ἀηδές, ἄποικον, ὡς ἔχει λόγος, Ἀθηναίων — ἐπηγόμην δὲ καὶ τὸ κράτιστον Ῥῶ, γειτόνων τὸ βέλτιστον·
我曾旅居于屈贝卢斯——那是一个颇为宜人的小镇,据说是雅典人的殖民地——当时我还带上了最优秀、最得力的邻人柔。
κατηγόμην δὲ παρὰ κωμῳδιῶν τινι ποιητῇ· Λυσίμαχος ἐκαλεῖτο, Βοιώτιος μέν, ὡς ἐφαίνετο, τὸ γένος ἀνέκαθεν, ἀπὸ μέσης δὲ ἀξιῶν λέγεσθαι τῆς Ἀττικῆς·
我借宿在一位喜剧诗人那里;他名叫吕西马科斯,从源头上看显然是波奥提亚人,但他自诩来自阿提卡的正中心。
παρὰ τούτῳ δὴ τῷ ξένῳ τὴν τοῦ Ταῦ τούτου πλεονεξίαν ἐφώρασα·
正是在这位东道主的家里,我识破了这个塔乌的贪婪。
μέχρι μὲν γὰρ ὀλίγοις ἐπεχείρει, τέτταρα κατατολμῶν καὶ τετταράκοντα λέγειν, ἔτι δὲ τήμερον καὶ τὰ ὅμοια ἐπισπώμενον ἴδια ταυτὶ λέγειν, ἀποστεροῦν με τῶν συγγεγενημένων καὶ συντεθραμμένων γραμμάτων, συνήθειαν ᾤμην καὶ οἰστὸν ἦν μοι τὸ ἄκουσμα καὶ οὐ πάνυ τι ἐδακνόμην ἐπʼ αὐτοῖς.
因为只要他只对少数词下手,悍然说‘tettara’和‘tettarakonta’,甚至把‘temeron’及类似词汇强拉过去据为己有,剥夺与我同生共长的字母,我当时还以为这只是某种习惯,这种发音对我来说尚可容忍,我也并未因此感到太大的痛苦。

词汇与语法注释

  1. §1ἐπὶ τῶν ἑπτὰ Φωνηέντων — 前置词 ἐπί 加上属格在这里具有法庭语境下的特定含义,即“在……面前(作为法官)”。它修饰动词 ἒθετο(提起诉讼),指明提起诉讼的法庭场所。
  2. §2ἣν ἴστε με φυλάσσοντα — 表示知觉或晓得的动词 ἴστε(οἶδα的复数第二人称)带有名词性补足分词 φυλάσσοντα(宾格,其逻辑主语为 με),构成相当于间接陈述的句式,意为“你们知道我保持着……”。关系代词 ἣν 是分词的直接宾语,其先行词为 μετριότητος。
  3. §4ὡς εἴθε ... καὶ οὐκ ἂν ἐπολέμει ... οὔτε ... διηγωνίζετο ... ἐπέπαυτο δʼ ἂν — 在由 εἴθε 加上直陈式过去时(表示无法实现的过去愿望)引导的主句之后,归结句采用 ἄν 加上直陈式过去时以表达与过去事实相反的推论。并列的动词为 ἐπολέμει ἄν、διηγωνίζετο ἄν(省略 ἄν)和 ἐπέπαυτο ἄν,表明若当时的非法行为已被遏制,如今便不会发生这些混乱。
  4. §6ὃ μὰ τοὺς θεούς, εἰ μὴ ἐξ ὑμῶν δύο συνῆλθον ... οὐκ ἂν ἠκούσθη μόνον — 在由关系代词 ὅ(先行词为 Tau)引导的关系从句中,嵌套了一个与过去事实相反的条件句(εἰ μὴ ... συνῆλθον ... οὐκ ἂν ἠκούσθη)。关系代词 ὅ 位于条件从句之外,并充当归结句中被动语态动词 ἠκούσθη 的语法主语。

引用这一段

琉善, 声母起诉书 §1-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg014.humanitext-grc2:1-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。