- 底本
- Lucian, Vol. 1. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg013.humanitext-grc2:25-32
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
軽々しく誹謗を信じることから生じる弊害を歴史や神話の例から論じ、誹謗に直面した際は理性を門番とし、事柄自体を厳密に吟味すべきであることを説く。
εἰσὶ δέ τινες οἳ κἂν μάθωσιν ὕστερον ἀδίκως διαβεβλημένους παρʼ αὐτοῖς τοὺς φίλους, ὅμως ὑπʼ αἰσχύνης ὧν1 ἐπίστευσαν οὐδʼ ἔτι προσίεσθαι οὐδὲ προσβλέπειν τολμῶσιν αὐτοῖς ὥσπερ ἠδικημένοι, ὅτι μηδὲν ἀδικοῦντας ἐπέγνωσαν.
しかし、中には、後になって友人が自分の前で不当に誹謗されていたことを知ったとしても、自分が信じてしまったことへの恥ずかしさから、まるで自分たちが害されたかのように、もはや彼らを受け入れることも、その顔を見ることもあえてしようとしない人々がいる。彼らが何ら不正を行っていないことを認識したからこそ。
τοιγαροῦν πολλῶν κακῶν ὁ βίος ἐπλήσθη ὑπὸ τῶν οὕτω ῥᾳδίως καὶ ἀνεξετάστως πεπιστευμένων διαβολῶν. ἡ μὲν γὰρ Ἄντεια "τεθναίης (φησίν), ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην, ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ" αὐτὴ προτέρα ἐπιχειρήσασα καὶ ὑπεροφθεῖσα. καὶ μικροῦ2 ὁ νεανίας ἐν τῇ πρὸς τὴν Χίμαιραν συμπλοκῇ διεφθάρη ἐπιτίμιον σωφροσύνης ὑποσχὼν καὶ τῆς πρὸς τὸν ξένον αἰδοῦς ὑπὸ μάχλου γυναικὸς ἐπιβεβουλευμένος. ἡ δὲ Φαίδρα, κἀκείνη τὰ ὅμοια κατειποῦσα τοῦ προγόνου, ἐπάρατον ἐποίησε τὸν Ἱππόλυτον γενέσθαι ὑπὸ τοῦ πατρὸς οὐδέν, ὦ θεοί, οὐδὲν ἀνόσιον εἰργασμένον.
それゆえ、そのように軽々しく、また吟味もせず信じられた誹謗によって、人生は多くの不運で満たされてきたのである。アンテイアはこう言っている。 「プロイトスよ、死ぬか、さもなくばベレロポンを殺すがよい。彼は望まぬ私に、愛をもって交わろうとしたのだから」と。彼女自身が先に手を出して、拒絶されたというのに。そしてその若者は、好色な女に陥れられたために、自身の節制と主人への敬意に対する罰を受ける羽目になり、キマイラとの闘いにおいてもう少しで滅ぼされるところであった。また、あのパイドラも、義理の息子に対して同様の告発をして、ヒッポリュトスが父によって呪われるように仕向けた。ああ、神々よ、彼は何ら、何ら不敬なことを行っていなかったというのに。
ναί, φήσει τις· ἀλλʼ ἀξιόπιστός ἐστιν ἐνίοτε ὁ διαβάλλων ἀνὴρ τά τε ἄλλα δίκαιος καὶ συνετὸς εἶναι δοκῶν, καὶ ἐχρῆν προσέχειν αὐτῷ ἅτε μηδὲν ἂν τοιοῦτο κακουργήσαντι. ἆρʼ οὖν τοῦ Ἀριστείδου ἔστι τις δικαιότερος; ἀλλʼ ὅμως κἀκεῖνος συνέστη ἐπὶ τὸν Θεμιστοκλέα καὶ συμπαρώξυνε τὸν δῆμον, ἧς, φασίν, ἐκεῖνος πολιτικῆς φιλοτιμίας ὑποκεκνισμένος.3 δίκαιος μὲν γὰρ ὡς πρὸς τοὺς ἄλλους Ἀριστείδης, ἄνθρωπος δὲ καὶ αὐτὸς ἦν καὶ χολὴν εἶχε, καὶ ἠγάπα τινὰ καὶ ἐμίσει.
「確かに」と誰かが言うかもしれない。「しかし、誹謗する者が、他の点では正しく賢明であると思われており、信じるに足る人物であることも時にあり、そのような悪事を働くはずがない者として、彼に耳を傾けるのは当然であったのだ」と。では、アリスティデスより正しい者がいるだろうか。それにもかかわらず、彼でさえテミストクレスに対して共謀し、民衆を煽動した。それは、人々が言うには、彼(テミストクレス)の政治的な野心に刺激されてのことであった。というのも、アリスティデスは他人に対しては正しかったが、彼自身も人間であり、怒りを抱き、ある者を愛し、ある者を憎んだからである。
καὶ εἴ γε ἀληθής ἐστιν ὁ περὶ τοῦ Παλαμήδους λόγος, ὁ συνετώτατος τῶν Ἀχαιῶν κἀν τοῖς ἄλλοις ἄριστος τὴν ἐπιβουλὴν καὶ ἐνέδραν ὑπὸ φθόνου φαίνεται συντεθεικὼς κατὰ ἀνδρὸς ὁμαίμου καὶ φίλου καὶ ἐπὶ τὸν αὐτὸν κίνδυνον ἐκπεπλευκότος· οὕτως ἔμφυτον ἅπασιν ἀνθρώποις ἡ περὶ τὰ τοιαῦτα ἁμαρτία.
また、パラーメーデースについての話が本当であるなら、アカイア人の中で最も賢く、他の点でも最も優れた者が、嫉妬から、同族であり、友人であり、同じ危険に向かってともに出帆した男に対して、陰謀と待ち伏せを企てたように見える。このように、そのようなことに関する過ちは、すべての人間に生まれつき備わっているのである。
τί γὰρ ἄν τις ἢ τὸν Σωκράτην λέγοι τὸν ἀδίκως πρὸς τοὺς Ἀθηναίους διαβεβλημένον ὡς ἀσεβῆ καὶ ἐπίβουλον; ἢ τὸν Θεμιστοκλέα ἢ τὸν Μιλτιάδην, τοὺς μετὰ τηλικαύτας νίκας ἐπὶ προδοσίᾳ τῆς Ἑλλάδος ὑπόπτους γενομένους; μυρία γὰρ τὰ παραδείγματα καὶ σχεδὸν τὰ πλεῖστα ἤδη γνώριμα.
不当にもアテナイ人に対して不敬かつ陰謀を企てる者として誹謗されたソクラテスについて、あえて語る必要があろうか。あるいは、あれほど偉大な勝利を収めた後に、ギリシアを裏切った疑いをかけられたテミストクレスやミルティアデスについてはどうか。例は無数にあり、そのほとんどはすでに広く知られている。
τί οὖν χρὴ καὶ ποιεῖν τόν γε νοῦν ἔχοντα ἢ ἀρετῆς ἢ ἀληθείας ἀμφισβητοῦντα; ὅπερ, οἶμαι, καὶ Ὅμηρος ἐν τῷ περὶ Σειρήνων μύθῳ ᾐνίξατο παραπλεῖν κελεύσας τὰς ὀλεθρίους ταύτας τῶν ἀκουσμάτων ἡδονὰς καὶ ἀποφράττειν τὰ ὦτα καὶ μὴ ἀνέδην αὐτὰ ἀναπεταννύειν τοῖς πάθει προειλημμένοις, ἀλλʼ ἐπιστήσαντα ἀκριβῆ θυρωρὸν τὸν λογισμὸν ἅπασι τοῖς λεγομένοις τὰ μὲν ἄξια προσίεσθαι καὶ παραβάλλεσθαι, τὰ φαῦλα δὲ ἀποκλείειν καὶ ἀπωθεῖν· καὶ γὰρ ἂν εἴη γελοῖον τῆς μὲν οἰκίας θυρωροὺς καθιστάναι, τὰ ὦτα δὲ καὶ τὴν διάνοιαν ἀνεῳγμένα ἐᾶν.
では、分別のある者、あるいは美徳や真理を重んじる者は、何をすべきであろうか。それは、私の思うに、ホメロスもセイレンの神話の中で暗に示したことである。彼は、耳にするこれらの破滅的な快楽を避けて航行し、耳を塞ぎ、感情に囚われた者たちにそれを無防備に開け放つことのないように命じた。むしろ、厳格な門番として理性をすべての言葉に対して配置し、価値のあるものは受け入れて引き入れ、卑しいものは締め出し、退けるように命じたのである。事実、家に門番を置きながら、耳と精神を開け放したままにしておくのは滑稽であろう。
ἐπειδὰν τοίνυν τοιαῦτα προσίῃ τις λέγων, αὐτὸ ἐφʼ ἑαυτοῦ χρὴ τὸ πρᾶγμα ἐξετάζειν, μήτε ἡλικίαν τοῦ λέγοντος ὁρῶντα μήτε τὸν ἄλλον βίον μήτε τὴν ἐν τοῖς λόγοις ἀγχίνοιαν. ὅσῳ γάρ τις πιθανώτερος, τοσούτῳ ἐπιμελεστέρας δεῖται τῆς ἐξετάσεως. οὐ δεῖ τοίνυν πιστεύειν ἀλλοτρίᾳ κρίσει, μᾶλλον δὲ μίσει τοῦ κατηγοροῦντος, ἀλλʼ ἑαυτῷ τὴν ἐξέτασιν φυλακτέον τῆς ἀληθείας, ἀποδόντα4 καὶ τῷ διαβάλλοντι τὸν φθόνον καὶ ἐν φανερῷ ποιησάμενον τὸν ἔλεγχον τῆς ἑκατέρου διανοίας, καὶ μισεῖν οὕτω καὶ ἀγαπᾶν τὸν δεδοκιμασμένον. πρὶν δὲ τοῦτο ποιῆσαι ἐκ τῆς πρώτης διαβολῆς κεκινημένον, Ἡράκλεις, ὡς μειρακιῶδες καὶ ταπεινὸν καὶ πάντων οὐχ ἥκιστα ἄδικον.
それゆえ、誰かがそのようなことを語りかけてきたときには、語り手の年齢も、その人のそれ以外の生き方も、あるいは言葉の鋭さも考慮せず、事柄そのものをそれ自体で吟味しなければならない。というのも、相手が説得力を持っていればいるほど、それだけ入念な吟味が必要だからである。したがって、他人の判断、いやむしろ告発者の憎しみを信用してはならず、真実の吟味を自分自身のために留めておくべきである。そして、誹謗する者にはその嫉妬を返し、両者の意図の吟味を公に明らかにし、そのようにして試された者を憎み、また愛すべきである。しかし、これを行う前に、最初の誹謗によって動かされてしまうのは、おお、ヘラクレスよ、いかに幼稚で、卑屈で、そして何よりも不当なことであるか。
ἀλλὰ τούτων ἁπάντων αἴτιον, ὅπερ ἐν ἀρχῇ ἔφημεν, ἡ ἄγνοια καὶ τὸ ἐν σκότῳ που εἶναι τὸν ἑκάστου τρόπον· ὡς εἴ γε θεῶν τις ἀποκαλύψειεν ἡμῶν τοὺς βίους, οἴχοιτο ἂν φεύγουσα ἐς τὸ βάραθρον ἡ διαβολὴ χώραν οὐκ ἔχουσα, ὡς ἂν πεφωτισμένων τῶν πραγμάτων ὑπὸ τῆς ἀληθείας.
しかし、これらすべての原因は、最初に述べたように、無知であり、各人の性質が暗闇の中にあることである。もし神々の誰かが私たちの生き方を明らかにするならば、真理によって事柄が照らし出されるため、誹謗は足場を失い、奈落の底へと逃げ去ってしまうであろうから。
- 25ὧν
関係代名詞 ὧν は、省略された中性複数の先行詞(τούτων など、「彼らが信じた事柄」)の属格に同化(吸引)している。あるいは、πιστεύω が通常は与格を支配するため本来 οἷς ἐπίστευσαν となるところ、名詞 αἰσχύνης(〜に対する恥)が要求する属格に同化されたものと解釈される。
- 26μικροῦ
「もう少しで〜するところだった」という切迫した事態を表す慣用表現。本来は不定詞を伴って μικροῦ δεῖν と表現されるが、ここでは δεῖν が省略され、属格単独で副詞的に機能している。
- 27ἧς, φασίν, ἐκεῖνος πολιτικῆς φιλοτιμίας ὑποκεκνισμένος
先行詞 πολιτικῆς φιλοτιμίας が関係節 ἧς... の内部に取り込まれた構造。分詞 ὑποκεκνισμένος(刺激されて)は、感情や刺激の原因を示す属格を支配しており、全体として「彼(アリスティデス)がテミストクレスの政治的野心に刺激されて」という意味になる。
- 31ἀποδόντα
前文の形容詞 φυλακτέον(〜すべきである、意味上の主語は与格 ἑαυτῷ)を受けているにもかかわらず、それに続く分詞が与格(ἀποδόντι)ではなく、対格(ἀποδόντα)になっている破格。これは φυλακτέον(〜を警戒・保持すべきである)を非人称動詞 δεῖ +対格不定詞と同等とみなしたために生じた構文上の乗り換え(アトラクション)である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
