§2.45ἤδη δὲ ἰχθύες τε ἡμῖν ἐφαίνοντο καὶ ὄρνεα παρεπέτετο καὶ ἄλλʼ ὁπόσα γῆς πλησίον οὔσης σημεῖα προφαίνεται.
此时,我们已经能看见鱼类,鸟儿在身旁飞过,所有其他预示陆地临近的征兆也都显现出来。
μετʼ ὀλίγον δὲ καὶ ἄνδρας εἴδομεν καινῷ τῳ τρόπῳ ναυτιλίας χρωμένους· αὐτοὶ γὰρ καὶ ναῦται καὶ νῆες ἦσαν.
不久之后,我们也看到了一些男人以一种新奇的方式航行:因为他们自己既是船员又是船只。
λέξω δὲ τοῦ πλοῦ τὸν τρόπον· ὕπτιοι κείμενοι ἐπὶ τοῦ ὕδατος ὀρθώσαντες τὰ αἰδοῖα — μεγάλα δὲ φέρουσιν — ἐξ αὐτῶν ὀθόνην πετάσαντες καὶ ταῖς χερσὶν τοὺς ποδεῶνας κατέχοντες ἐμπίπτοντος τοῦ ἀνέμου ἔπλεον.
我要描述一下这种航行的方式:他们仰卧在水面上,竖起自己的私处(他们长得很大),把一幅帆布从上面张开,双手抓紧帆脚索,在风吹入时便航行起来。
ἄλλοι δὲ μετὰ τούτους ἐπὶ φελλῶν καθήμενοι ζεύξαντες δύο δελφῖνας ἤλαυνόν τε καὶ ἡνιόχουν· οἱ δὲ προιόντες ἐπεσύροντο τοὺς φελλούς.
在他们之后的其他人则坐在软木上,套上两只海豚来驱赶和驾驭;海豚向前行进,拖曳着软木。
οὗτοι ἡμᾶς οὔτε ἠδίκουν οὔτε ἔφευγον, ἀλλʼ ἤλαυνον ἀδεῶς τε καὶ εἰρηνικῶς τὸ εἶδος τοῦ ἡμετέρου πλοίου θαυμάζοντες καὶ πάντοθεν περισκοποῦντες.
这些人既不伤害我们,也不逃跑,而是毫无惧色、和平地驾着坐骑,对我们船只的形状感到惊奇,并从各个方向打量。
§2.46ἑσπέρας δὲ ἤδη προσήχθημεν νήσῳ οὐ μεγάλῃ· κατῳκεῖτο δὲ ὑπὸ γυναικῶν, ὡς ἐνομίζομεν, Ἑλλάδα φωνὴν προιεμένων·
到了傍晚,我们被带到了一个不大不小的岛上;正如我们所想,那里居住着说希腊语的女人。
προσῄεσαν γὰρ καὶ ἐδεξιοῦντο καὶ ἠσπάζοντο, πάνυ ἑταιρικῶς κεκοσμημέναι καὶ καλαὶ πᾶσαι καὶ νεάνιδες, ποδήρεις τοὺς χιτῶνας ἐπισυρόμεναι.
因为她们走上前来,热情地接待并问候我们,她们打扮得完全像交际花一样,个个美丽年轻,拖着及脚的下摆。
ἡ μὲν οὖν νῆσος ἐκαλεῖτο Καβαλοῦσα, ἡ δὲ πόλις αὐτὴ Ὑδαμαρδία.
这座岛叫作卡巴鲁萨,城市本身叫作许达马迪亚。
λαβοῦσαι δʼ οὖν ἡμᾶς αἱ γυναῖκες ἑκάστη πρὸς ἑαυτὴν ἀπῆγεν καὶ ξένον ἐποιεῖτο.
女人们带走我们后,把我们每人分别领到自己家里款待。
ἐγὼ δὲ μικρὸν ἀποστὰς — οὐ γὰρ χρηστὰ ἐμαντευόμην — ἀκριβέστερόν τε περιβλέπων ὁρῶ πολλῶν ἀνθρώπων ὀστᾶ καὶ κρανία κείμενα.
然而,我稍微退开了一点——因为我预感不妙——并更仔细地环顾四周,看见许多人的骨头和颅骨散落一地。
καὶ τὸ μὲν βοὴν ἱστάναι καὶ τοὺς ἑταίρους συγκαλεῖν καὶ ἐς τὰ ὅπλα χωρεῖν οὐκ ἐδοκίμαζον.
我当时认为,大喊大叫、召集同伴并诉诸武力并非上策。
προχειρισάμενος δὲ τὴν μαλάχην πολλὰ ηὐχόμην αὐτῇ διαφυγεῖν ἐκ τῶν παρόντων κακῶν·
于是我取出随身带的锦葵,对它多次祈祷,希望能从眼前的灾祸中逃脱。
μετʼ ὀλίγον δὲ τῆς ξένης διακονουμένης εἶδον τὰ σκέλη οὐ γυναικός, ἀλλʼ ὄνου ὁπλάς·
不久,当女主人在伺候我时,我看到她的腿不是女人的,而是驴的蹄子。
καὶ δὴ σπασάμενος τὸ ξίφος συλλαμβάνω τε αὐτὴν καὶ δήσας περὶ τῶν ὅλων ἀνέκρινον.
于是我拔出剑抓住了她,将她捆绑起来,并审问整件事的真相。
ἡ δέ, ἄκουσα μέν, εἶπεν δὲ ὅμως, αὐτὰς μὲν εἶναι θαλαττίους γυναῖκας Ὀνοσκελέας προσαγορευομένας, τροφὴν δὲ ποιεῖσθαι τοὺς ἐπιδημοῦντας ξένους.
她虽然不情愿,但还是交代了:她们是被称为“驴脚女(Onosceleae)”的海中女性,以到访的异乡人为食。
ἐπειδὰν γάρ, ἔφη, μεθύσωμεν αὐτούς, συνευνηθεῖσαι κοιμωμένοις ἐπιχειροῦμεν.
她说:“因为一旦我们灌醉了他们,在同床共枕时,我们就趁他们熟睡时下手。
ἀκούσας δὲ ταῦτα ἐκείνην μὲν αὐτοῦ κατέλιπον δεδεμένην, αὐτὸς δὲ ἀνελθὼν ἐπὶ τὸ τέγος ἐβόων τε καὶ τοὺς ἑταίρους συνεκάλουν.
”我听了这些话,就把她留在那儿绑着,自己爬上屋顶大声呼喊,召集我的同伴。
ἐπεὶ δὲ συνῆλθον, τὰ πάντα ἐμήνυον αὐτοῖς καὶ τά τε ὀστᾶ ἐδείκνυον καὶ ἦγον ἔσω πρὸς τὴν δεδεμένην·
当他们聚集过来时,我向他们说明了所有情况,给他们看那些白骨,并带他们进屋去看那个被绑着的女人。
ἡ δὲ αὐτίκα ὕδωρ ἐγένετο καὶ ἀφανὴς ἦν.
然而,她立刻化作了水,消失不见了。
ὅμως δὲ τὸ ξίφος εἰς τὸ ὕδωρ καθῆκα πειρώμενος· τὸ δὲ αἷμα ἐγένετο.
不过,我还是试探性地把剑插进水里,水却变成了血。
§2.47ταχέως οὖν ἐπὶ ναῦν κατελθόντες ἀπεπλεύσαμεν.
于是我们迅速下到船上,扬帆起航。
καὶ ἐπεὶ ἡμέρα ὑπηύγαζε, τήν τε ἤπειρον ἀπεβλέπομεν εἰκάζομέν τε εἶναι τὴν ἀντιπέρας τῇ ὑφʼ ἡμῶν οἰκουμένῃ κειμένην.
当黎明微光闪烁时,我们望向那片陆地,推测那是位于我们所居住的世界对面的大陆。
προσκυνήσαντες δʼ οὖν καὶ προσευξάμενοι περὶ τῶν μελλόντων ἐσκοποῦμεν, καὶ τοῖς μὲν ἐδόκει ἐπιβᾶσιν μόνον αὖθις ὀπίσω ἀναστρέφειν, τοῖς δὲ τὸ μὲν πλοῖον αὐτοῦ καταλιπεῖν, ἀνελθόντας δὲ ἐς τὴν μεσόγαιαν πειραθῆναι τῶν ἐνοικούντων.
我们顶礼膜拜、祈祷之后,便商讨接下来的打算。 有的人认为只要登岸看一眼就立刻折返,有的人则认为应该把船留在那儿,深入内陆去探探居民的虚实。
ἐν ὅσῳ δὲ ταῦτα ἐλογιζόμεθα, χειμὼν σφοδρὸς ἐπιπεσὼν καὶ προσαράξας τὸ σκάφος τῷ αἰγιαλῷ διέλυσεν.
正当我们考虑这些事情时,一场猛烈的暴风雨袭来,将我们的船撞在海岸上,摔得粉碎。
ἡμεῖς δὲ μόλις ἐξενηξάμεθα τὰ ὅπλα ἕκαστος καὶ εἴ τι ἄλλο οἷός τε ἦν ἁρπασάμενοι.
我们每个人抓起武器和任何能拿到的东西,好不容易才游上了岸。
ταῦτα μὲν οὖν τὰ μέχρι τῆς ἑτέρας γῆς συνενεχθέντα μοι ἐν τῇ θαλάττῃ καὶ παρὰ τὸν πλοῦν ἐν ταῖς νήσοις καὶ ἐν τῷ ἀέρι καὶ μετὰ ταῦτα ἐν τῷ κήτει καὶ ἐπεὶ ἐξήλθομεν, παρά τε τοῖς ἥρωσι καὶ τοῖς ὀνείροις καὶ τὰ τελευταῖα παρὰ τοῖς Βουκεφάλοις καὶ ταῖς Ὀνοσκελέαις, τὰ δὲ ἐπὶ τῆς γῆς ἐν ταῖς ἑξῆς βίβλοις διηγήσομαι.
以上就是直到抵达另一片陆地为止,我在海上、在岛屿间航行时、在空中、以及此后在鲸腹中,还有在我们出来之后,在英雄和梦境那里,以及最后在牛头人和驴脚女那里所遭遇的一切经历;至于在陆地上的经历,我将在接下来的几卷中进行叙述。