← ルキアノス

祖国賛美

§1-6

神々と人間における祖国の尊さと教育の起点

祖国が人間や神々にとっていかに尊く、すべての素晴らしいものの根源であるかを説き、祖国の教育や言葉の起点としての重要性を主張する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

ὅτι μὲν οὐδὲν γλύκιον ἧς πατρίδος, φθάνει προτεθρυλημένον.1 ἆρʼ οὖν ἥδιον μὲν οὐδέν, σεμνότερον δέ τι καὶ θειότερον ἄλλο; καὶ μὴν ὅσα σεμνὰ καὶ θεῖα νομίζουσιν ἄνθρωποι, τούτων πατρὶς αἰτία καὶ διδάσκαλος, γεννησαμένη καὶ ἀναθρεψαμένη καὶ παιδευσαμένη. πόλεων μὲν οὖν μεγέθη καὶ λαμπρότητας καὶ πολυτελείας κατασκευῶν θαυμάζουσι πολλοί, πατρίδας δὲ στέργουσι πάντες· καὶ τοσοῦτον οὐδεὶς ἐξηπατήθη τῶν καὶ πάνυ κεκρατημένων ὑπὸ τῆς κατὰ τὴν θέαν ἡδονῆς, ὡς ὑπὸ τῆς ὑπερβολῆς τῶν παρʼ ἄλλοις θαυμάτων λήθην ποιήσασθαι τῆς πατρίδος.

自分の祖国より甘美なものは何もないということは、すでに語り尽くされている。それなら、祖国より快いものは何もないが、何か他のより厳かで神聖なものがあるだろうか?実に、人間が厳かで神聖であるとみなすものすべての原因であり教師であるのが祖国であり、それを産み、育み、教育したのである。多くの人々は都市の大きさや輝かしさ、建造物の豪華さを称賛するが、すべての人が自身の祖国を愛する。そして、見物による快楽に完全に支配されている者であっても、他国における驚異のあまりの素晴らしさのために、祖国のことを忘れてしまうほどに欺かれた者は一人もいない。

§2

ὅστις μὲν οὖν σεμνύνεται πολίτης ὢν εὐδαίμονος πόλεως, ἀγνοεῖν μοι δοκεῖ τίνα χρὴ τιμὴν ἀπονέμειν τῇ πατρίδι, καὶ ὁ τοιοῦτος δῆλός ἐστιν ἀχθόμενος ἄν,2 εἰ μετριωτέρας ἔλαχε τῆς πατρίδος· ἐμοὶ δὲ ἥδιον αὐτὸ τιμᾶν τὸ τῆς πατρίδος ὄνομα. πόλεις μὲν γὰρ παραβαλεῖν πειρωμένῳ προσήκει μέγεθος ἐξετάζειν καὶ κάλλος καὶ τὴν τῶν ὠνίων ἀφθονίαν· ὅπου δʼ αἵρεσίς ἐστι πόλεων, οὐδεὶς ἂν ἕλοιτο τὴν λαμπροτέραν ἐάσας τὴν πατρίδα, ἀλλʼ εὔξαιτο μὲν ἂν εἶναι καὶ τὴν πατρίδα ταῖς εὐδαίμοσι παραπλησίαν, ἕλοιτο δʼ ἂν τὴν ὁποιανοῦν.

それゆえ、幸福な都市の市民であることで誇り高ぶっている者は、祖国にどのような名誉を配すべきかを知らないように私には思われる。そして、そのような者は、もし自分がより平凡な祖国を得ていたとしたら、不満に思うであろうことが明らかである。しかし私にとっては、祖国という名そのものを尊ぶことの方がより快い。というのも、都市を比較しようと試みる者にとっては、大きさや美しさ、売り物の豊富さを吟味するのがふさわしいからである。しかし、都市の選択があるところでは、祖国を差し置いてより輝かしい都市を選ぶ者はおらず、むしろ祖国もまた幸福な都市と同様であることを祈りはするだろうが、どのようなものであれ自らの祖国を選ぶであろう。

§3

τὸ δʼ αὐτὸ τοῦτο καὶ οἱ δίκαιοι τῶν παίδων πράττουσιν καὶ οἱ χρηστοὶ τῶν πατέρων· οὔτε γὰρ νέος καλὸς κἀγαθὸς ἄλλον ἂν προτιμήσαι τοῦ πατρὸς οὔτε πατὴρ καταμελήσας τοῦ παιδὸς ἕτερον ἂν στέρξαι νέον, ἀλλὰ τοσοῦτόν γε οἱ πατέρες νικώμενοι προσνέμουσι τοῖς παισίν, ὥστε καὶ κάλλιστοι καὶ μέγιστοι καὶ τοῖς πᾶσιν ἄριστα κεκοσμημένοι οἱ παῖδες αὐτοῖς εἶναι δοκοῦσιν. ὅστις δὲ μὴ τοιοῦτός ἐστι δικαστὴς πρὸς τὸν υἱόν, οὐ δοκεῖ μοι πατρὸς ὀφθαλμοὺς ἔχειν.

これとまったく同じことを、子供たちのうちの正しい者たちも父親たちのうちの優れた者たちも行う。なぜなら、美しく優れた若者が自分の父親よりも他の者を重んじることはないし、父親が自分の子供を顧みずに他の若者を愛することもないからである。それどころか、父親たちは圧倒されて、自分の子供たちにあまりにも多くを与えるため、子供たちは彼らにとって、最も美しく、最も大きく、あらゆる点において最も素晴らしく飾られているように思われるのである。しかし、自分の息子に対してそのような裁判官でない者は、私には父親の目を持っていないように思われる。

§4

πατρίδος τοίνυν τὸ ὄνομα πρῶτον οἰκειότατον πάντων· οὐδὲν γὰρ ὅ τι τοῦ πατρὸς οἰκειότερον. εἰ δέ τις ἀπονέμει τῷ πατρὶ τὴν δικαίαν τιμήν, ὥσπερ καὶ ὁ νόμος καὶ ἡ φύσις κελεύει, προσηκόντως ἂν τὴν πατρίδα προτιμήσαι· καὶ γὰρ ὁ πατὴρ αὐτὸς τῆς πατρίδος κτῆμα καὶ ὁ τοῦ πατρὸς πατὴρ καὶ οἱ ἐκ τούτων οἰκεῖοι πάντες ἀνωτέρω, καὶ μέχρι θεῶν πατρῴων πρόεισιν ἀναβιβαζόμενον τὸ ὄνομα.

それゆえ、祖国という名はまず何よりも最も親しいものである。父親よりも親しいものは何もないのだから。もし誰かが、法と自然が命じるように、父親に正当な敬意を払うなら、当然のこととして祖国を第一に重んじるだろう。なぜなら、父親自身も祖国の所有物であり、父親の父親も、彼らからさらに遡る親族のすべてがそうであり、その名は祖先の神々に至るまで遡って進んでいくからである。

§5

χαίρουσι καὶ θεοὶ πατρίσι καὶ πάντα μέν, ὡς εἰκός, ἐφορῶσι τὰ τῶν ἀνθρώπων, αὑτῶν ἡγούμενοι κτήματα πᾶσαν γῆν καὶ θάλασσαν, ἐφʼ ἧς δὲ ἕκαστος αὐτῶν ἐγένετο,3 προτιμᾷ τῶν ἄλλων ἁπασῶν πόλεων. καὶ πόλεις σεμνότεραι θεῶν πατρίδες καὶ νῆσοι θειότεραι παρʼ αἷς ὑμνεῖται γένεσις θεῶν. ἱερὰ γοῦν κεχαρισμένα ταῦτα νομίζεται τοῖς θεοῖς, ἐπειδὰν εἰς τοὺς οἰκείους ἕκαστος ἀφικόμενος ἱερουργῇ τόπους. εἰ δὲ θεοῖς τίμιον τὸ τῆς πατρίδος ὄνομα, πῶς οὐκ ἀνθρώποις γε πολὺ μᾶλλον;

神々もまた祖国を喜び、当然のことながら人間のすべての営みを見守り、すべての陸と海を自分たちの所有物とみなしているが、彼らのそれぞれが生まれたその場所を、他のすべての都市よりも重んじている。そして、神々の祖国である都市はより厳かであり、神々の誕生が歌い継がれる島々はより神聖である。少なくとも、人がそれぞれ自身のゆかりの場所に赴いて儀式を執り行うとき、これらは神々にとって好ましい供え物とみなされる。もし神々にとって祖国という名が尊いものであるなら、人間にとってはなおさらそうではないか。

§6

καὶ γὰρ εἶδε τὸν ἥλιον πρῶτον ἕκαστος ἀπὸ τῆς πατρίδος, ὡς καὶ τοῦτον τὸν θεόν, εἰ καὶ κοινός ἐστιν, ἀλλʼ οὖν ἑκάστῳ νομίζεσθαι4 πατρῷον διὰ τὴν πρώτην ἀπὸ τοῦ τόπου θέαν· καὶ φωνῆς ἐνταῦθα ἤρξατο τὰ ἐπιχώρια πρῶτα λαλεῖν μανθάνων καὶ θεοὺς ἐγνώρισεν. εἰ δέ τις τοιαύτης ἔλαχε πατρίδος, ὡς ἑτέρας δεηθῆναι πρὸς τὴν τῶν μειζόνων παιδείαν, ἀλλʼ οὖν ἐχέτω καὶ τούτων τῶν παιδευμάτων τῇ πατρίδι τὴν χάριν· οὐ γὰρ ἂν ἐγνώρισεν οὐδὲ πόλεως ὄνομα μὴ διὰ τὴν πατρίδα πόλιν εἶναι μαθών.5

なぜなら、誰もが祖国から初めて太陽を見たからであり、その結果、この神は万人に共通のものであるとはいえ、その土地からの最初の眺めによって、個々人にとって父祖の神とみなされるのである。そしてそこで声を出し始め、最初に地元の言葉を話すことを学び、神々を知ったのである。そして、もし誰かが、より高度な教育のために他国を必要とするような祖国を得たとしても、それでもなお、それらの教育についても祖国に感謝の念を抱くべきである。なぜなら、祖国を通じて都市というものが何であるかを学ばなかったならば、都市という名前さえ知ることはなかっただろうからである。

構文注5 件
  1. 1φθάνει προτεθρυλημένον

    動詞 φθάνω と完了受動分詞 προτεθρυλημένον が結びつき、「〜するにおいて先んじている」「すでに〜されている」を意味する構文。ここでは「自分の祖国より甘美なものは何もない」という命題が、語られるよりも前にすでに広く語られている(人口に膾炙している)ことを示す。

  2. 2δῆλός ἐστιν ἀχθόμενος ἄν

    述語形容詞 δῆλος と分詞の結合(「明らかに〜している」)に、潜在または反実仮想を示す小辞 ἄν が付いた形。条件節 εἰ μετριωτέρας ἔλαχε τῆς πατρίδος(「もしより平凡な祖国を得ていたとしたら」)に対応する帰結節の役割を分詞句が果たしており、「不満に思うであろうことが明らかである」という意味になる。

  3. 5ἐφʼ ἧς δὲ ἕκαστος αὐτῶν ἐγένετο

    関係代名詞 ἧς の先行詞が省略されている。先行詞は文脈上、前文の πᾶσαν γῆν(「すべての土地」)から導かれる特定の土地や都市(あるいは単数女性名詞としての γῆς や πόλεως)を指す。「しかし彼ら(神々)のそれぞれが生まれたその場所(土地)を」と訳される。

  4. 6ὡς ... νομίζεσθαι

    接尾辞的に結果を導く ὡς は ὥστε と同様に不定詞を伴い、結果を表す(「その結果〜とみなされる」)。主節の εἶδε τὸν ἥλιον πρῶτον ἕκαστος...(「誰もが最初に太陽を見た」)から生じる結果、またはその説明を導いている。

  5. 6μὴ ... μαθών

    否定辞 μή を伴う分詞は条件節の代わり(条件の分詞)となり、ここでは ἄν + 直説法過去(οὐκ ἂν ἐγνώρισεν)を帰結とする過去の反実仮想(「もし学んでいなかったならば」)を表している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0062.tlg010.humanitext-grc2:1-6