Humanitext Reader

琉善 · 大厅赞 §1-4

美丽的殿堂与激发演说的力量

第 1 段,共 6 段 · 希腊语

内容简介

通过引用亚历山大沐浴和墨涅拉俄斯馆舍的轶事,作者批评了在美丽的殿堂中不发表言论而径自离去的粗鲁。他论证说,美丽的环境将美注入灵魂,并具有激发说话者和吸引缪斯女神的力量,正如苏格拉底的例子所示。

§1εἶτα Ἀλέξανδρος μὲν ἐπεθύμησεν ἐν τῷ Κύδνῳ λούσασθαι καλόν τε καὶ διαυγῆ τὸν ποταμὸν ἰδὼν καὶ ἀσφαλῶς βαθὺν καὶ προσηνῶς ὀξὺν καὶ νήξασθαι ἡδὺν καὶ θέρους ὥρᾳ ψυχρόν, ὥστε καὶ ἐπὶ προδήλῳ τῇ νόσῳ ἣν ἐνόσησεν ἀπʼ αὐτοῦ, δοκεῖ μοι οὐκ ἂν τοῦ λουτροῦ ἀποσχέσθαι·
随后,亚历山大看到基德努斯河既美丽又清澈,深得安全,流速令人愉悦,极适于游泳,且在夏季十分凉爽,便渴望在其中沐浴;因此,即使由于这次沐浴而明显患上了后来的疾病,在我看来,他当时也是无法自制的。
οἶκον δέ τις ἰδὼν μεγέθει μέγιστον καὶ κάλλει κάλλιστον καὶ φωτὶ φαιδρότατον καὶ χρυσῷ στιλπνότατον καὶ γραφαῖς ἀνθηρότατον οὐκ ἂν ἐπιθυμήσειε λόγους ἐν αὐτῷ διαθέσθαι, εἰ τύχοι περὶ τούτους διατρίβων, καὶ ἐνευδοκιμῆσαι καὶ ἐλλαμπρύνασθαι καὶ βοῆς ἐμπλῆσαι καὶ ὡς ἔνι μάλιστα καὶ αὐτὸς μέρος τοῦ κάλλους αὐτοῦ γενέσθαι, ἀλλὰ περισκοπήσας ἀκριβῶς καὶ θαυμάσας μόνον ἄπεισι κωφὸν αὐτὸν καὶ ἄλογον καταλιπών, μήτε προσειπὼν μήτε προσομιλήσας, ὥσπερ τις ἄναυδος ἢ φθόνῳ σιωπᾶν ἐγνωκώς;
而如果有人看到一座规模最大、美轮美奂、光线最明亮、黄金最闪耀、壁画最绚丽的殿堂,若是他正巧从事言论工作,难道他不会渴望在其中发表言论、赢得声誉、展现光彩、使声音充满其中,并尽可能使自己也成为这美丽的一部分吗? 难道他会只是仔细环视、仅作惊叹便径自离去,留下这沉默无言、失去理性的殿堂,既不向它打招呼也不与之交谈,就像一个失语者或是因嫉妒而决定保持沉默的人吗?
§2Ἡράκλεις, οὐ φιλοκάλου τινὸς οὐδὲ περὶ τὰ εὐμορφότατα ἐρωτικοῦ τὸ ἔργον, ἀγροικία δὲ πολλὴ καὶ ἀπειροκαλία καὶ προσέτι γε ἀμουσία, τῶν ἡδίστων αὑτὸν ἀπαξιοῦν καὶ τῶν καλλίστων ἀποξενοῦν καὶ μὴ συνιέναι ὡς οὐχ ὁ αὐτὸς περὶ τὰ θεάματα νόμος ἰδιώταις τε καὶ πεπαιδευμένοις ἀνδράσιν, ἀλλὰ τοῖς μὲν ἀπόχρη τὸ κοινὸν τοῦτο, ἰδεῖν μόνον καὶ περιβλέψαι καὶ τὼ ὀφθαλμὼ περιενεγκεῖν καὶ πρὸς τὴν ὀροφὴν ἀνακῦψαι καὶ τὴν χεῖρα ἐπισεῖσαι καὶ καθʼ ἡσυχίαν ἡσθῆναι δέει τοῦ μὴ ἂν δυνηθῆναι ἄξιόν τι τῶν βλεπομένων εἰπεῖν, ὅστις δὲ μετὰ παιδείας ὁρᾷ τὰ καλά, οὐκ ἄν, οἶμαι, ἀγαπήσειεν ὄψει μόνῃ καρπωσάμενος τὸ τερπνὸν οὐδʼ ἂν ὑπομείναι ἄφωνος θεατὴς τοῦ κάλλους γενέσθαι, πειράσεται δὲ ὡς οἷόν τε καὶ ἐνδιατρῖψαι καὶ λόγῳ ἀμείψασθαι τὴν θέαν.
赫拉克勒斯啊! 这不是一个热爱美的人、也不是一个对极美之物充满激情的人的所作所为,而是极度的粗鄙、毫无品味,甚至可以说是缺乏教养——使自己不配享有最甜蜜的事物,将自己与最美的事物隔绝,并且不明白在观赏方面,普通人与受过教育的人有着不同的法则。 因为对于前者来说,这种通俗的做法就足够了:仅仅是观看、环视、转动双眼,并抬头看向屋顶,挥动手臂,并在安静中享受,因为害怕自己无法说出配得上所见之物的话。 但是,凡是带着教养观赏美的人,我想,他绝不会满足于仅凭视觉来收获快乐,也不会容忍自己成为美丽的沉默旁观者,而是会尽一切可能停留在那里,用言论来回报这一奇观。
§3ἡ δὲ ἀμοιβὴ οὐκ ἔπαινος τοῦ οἴκου μόνον — τοῦτο μὲν γὰρ ἴσως ἐκείνῳ τῷ νησιώτῃ μειρακίῳ ἔπρεπε, τὴν Μενελάου οἰκίαν ὑπερεκπεπλῆχθαι καὶ πρὸς τὰ ἐν οὐρανῷ καλὰ τὸν ἐλέφαντα καὶ τὸν χρυσὸν αὐτῆς ἀπεικάζειν, ἅτε μηδὲν ἐν γῇ καλόν τι ἄλλο ἑωρακότι — ἀλλὰ καὶ τὸ εἰπεῖν ἐν αὐτῷ καὶ τοὺς βελτίστους συγκαλέσαντα λόγων ἐπίδειξιν ποιήσασθαι μέρος τοῦ ἐπαίνου καὶ τοῦτο γένοιτο ἄν.
这种回报不仅是对殿堂的赞美——因为那或许只适合那个岛国少年,对墨涅拉俄斯的住宅感到无比震惊,并将其中的象牙和黄金比作天上的美景,因为他在地上没有见过其他美丽的东西——而且在其中宣讲,并召集最优秀的人进行言论展示,这也应该成为赞美的一部分。
καὶ τὸ πρᾶγμα ὑπερήδιστον, οἶμαι, οἴκων ὁ κάλλιστος ἐς ὑποδοχὴν λόγων ἀναπεπταμένος καὶ ἐπαίνου καὶ εὐφημίας μεστὸς ὤν, ἠρέμα καὶ αὐτὸς ὥσπερ τὰ ἄντρα συνεπηχῶν καὶ τοῖς λεγομένοις παρακολουθῶν καὶ παρατείνων τὰ τελευταῖα τῆς φωνῆς καὶ τοῖς ὑστάτοις τῶν λόγων ἐμβραδύνων, μᾶλλον δὲ ὡς ἄν τις εὐμαθὴς ἀκροατὴς διαμνημονεύων τὰ εἰρημένα καὶ τὸν λέγοντα ἐπαινῶν καὶ ἀντίδοσιν οὐκ ἄμουσον ποιούμενος πρὸς αὐτά·
而且我想,这件事是极其令人愉悦的:当最美丽的殿堂向言论的接待敞开大门,充满赞美和好言好语时,它自己也像洞穴一样轻轻地发出共鸣,跟随着所说的话语,延长声音的末尾,在词句的最后停留。 或者更确切地说,就像一个聪慧的听众,牢记所说的一切,赞美说话者,并对这些话作出并非不文雅的回报。
οἷόν τι πάσχουσι πρὸς τὰ αὐλήματα τῶν ποιμένων αἱ σκοπιαὶ ἐπαυλοῦσαι, τῆς φωνῆς ἐπανιούσης κατὰ τὸ ἀντίτυπον καὶ πρὸς αὑτὴν ἀναστρεφούσης·
这就像牧人们吹笛时山岗所感受到的那样,山岗随之吹奏,声音因反弹而折回并转向自身。
οἱ δὲ ἰδιῶται νομίζουσι παρθένον τινὰ εἶναι τὴν ἀμειβομένην τοὺς ᾄδοντας ἢ βοῶντας, ἐν μέσοις που τοῖς κρημνοῖς κατοικοῦσαν καὶ λαλοῦσαν ἐκ τῶν πετρῶν ἔνδοθεν.
而外行则认为回应歌唱或呼喊的是某位仙女,她居住在悬崖峭壁之间,从岩石内部发出声音。
§4ἐμοὶ γοῦν δοκεῖ καὶ συνεξαίρεσθαι οἴκου πολυτελείᾳ ἡ τοῦ λέγοντος γνώμη καὶ πρὸς τοὺς λόγους ἐπεγείρεσθαι, καθάπερτι καὶ ὑποβαλλούσης τῆς θέας·
至少在我看来,说话者的思想也会随着殿堂的奢华而一同升华,并被激发起言论的渴望,仿佛眼前的景象在暗中提供着启示。
σχεδὸν γὰρ εἰσρεῖ τι διὰ τῶν ὀφθαλμῶν ἐπὶ τὴν ψυχὴν καλόν, εἶτα πρὸς αὑτὸ κοσμῆσαν ἐκπέμπει τοὺς λόγους.
因为某种美的东西几乎是通过眼睛流入灵魂,然后,在使灵魂向着自己(的美)装饰一新之后,将言论传送出去。
ἢ τῷ μὲν Ἀχιλλεῖ πιστεύομεν τὴν ὄψιν τῶν ὅπλων ἐπιτεῖναι κατὰ τῶν Φρυγῶν τὴν ὀργήν, καὶ ἐπεὶ ἐνέδυ αὐτὰ πειρώμενος, ἐπαρθῆναι καὶ πτερωθῆναι πρὸς τὴν τοῦ πολέμου ἐπιθυμίαν, λόγου δὲ σπουδὴν μὴ ἐπιτείνεσθαι πρὸς κάλλη χωρίων;
难道我们相信阿喀琉斯看见武器就加深了对弗里吉亚人的愤怒,并且当他穿上武器进行尝试时,就被激发起对战争的渴望并如生双翼,却不相信对言论的热忱会被地方的美丽所加强吗?
καίτοι Σωκράτει μὲν ἀπέχρησε πλάτανος εὐφυὴς καὶ πόα εὐθαλὴς καὶ πηγὴ διαυγὴς μικρὸν ἀπὸ τοῦ Ἰλισσοῦ, κἀνταῦθα καθεζόμενος Φαίδρου τε τοῦ Μυρρινουσίου κατειρωνεύετο καὶ τὸν Λυσίου τοῦ Κεφάλου λόγον διήλεγχε καὶ τὰς Μούσας ἐκάλει, καὶ ἐπίστευεν ἥξειν αὐτὰς ἐπὶ τὴν ἐρημίαν συλληψομένας τῶν περὶ τοῦ ἔρωτος λόγων, καὶ οὐκ ᾐσχύνετο γέρων ἄνθρωπος παρακαλῶν παρθένους συνᾳσομένας τὰ παιδεραστικά.
然而,对于苏格拉底来说,一棵生机盎然的悬铃木、一地茂盛的绿草以及离伊利索斯河不远的一股清泉就足够了,他坐在那里,对缪里努斯的斐德罗进行讽刺,驳斥克法洛斯之子吕西亚斯的演说,并召唤缪斯女神,相信她们会来到这荒野之中协助关于爱的讨论,并且他作为老人也毫不羞愧地召唤这些少女来合唱关于少年爱的歌曲。
ἐς δὲ οὕτω καλὸν χωρίον οὐκ ἂν οἰόμεθα καὶ ἀκλήτους αὐτὰς ἐλθεῖν;
那么,在如此美丽的地方,难道我们不认为她们即使没有受到邀请也会前来吗?

词汇与语法注释

  1. 1δοκεῖ μοι οὐκ ἂν τοῦ λουτροῦ ἀποσχέσθαι — 在结果连词 ὥστε 引导的从句中,过去时直陈式加 ἄν(非虚拟式后结句)由于受主句动词 δοκεῖ(似乎)支配,转变为不定式加 ἄν 的结构。
  2. 2δέει τοῦ μὴ ἂν δυνηθῆναι — 属格不定式(τοῦ + 不定式)作同格,修饰表示原因的与格 δέει(出于恐惧)。μὴ ἂν δυνηθῆναι 表示潜在的可能性(相当于直陈或祈愿式加 ἄν 的不定式化)。
  3. 4ὑποβαλλούσης τῆς θέας — 带有现在分词的属格独立结构。伴有连词 καθάπερ,表示眼前的景象仿佛“从下方提供”或“启发”说话者的言论。

引用这一段

琉善, 大厅赞 §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg009.humanitext-grc2:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。