§8τοιούτῳ δὴ βίῳ χρώμενος εἰς ἑαυτὸν μὲν οὐδενὸς ἐδεῖτο, φίλοις δὲ συνέπραττε τὰ εἰκότα, καὶ τοὺς μὲν εὐτυχεῖν δοκοῦντας αὐτῶν ὑπεμίμνησκεν ὡς ἐπʼ ὀλιγοχρονίοις τοῖς δοκοῦσιν ἀγαθοῖς ἐπαιρομένους, τοὺς δὲ ἢ πενίαν ὀδυρομένους ἢ φυγὴν δυσχεραίνοντας ἢ γῆρας ἢ νόσον αἰτιωμένους σὺν γέλωτι παρεμυθεῖτο, οὐχ ὁρῶντας ὅτι μετὰ μικρὸν αὐτοῖς παύσεται μὲν τὰ ἀνιῶντα, λήθη δέ τις ἀγαθῶν καὶ κακῶν καὶ ἐλευθερία μακρὰ πάντας ἐν ὀλίγῳ καταλήψεται.
このような生活を送っていたので、彼自身のためには何も必要とせず、友人たちのために相応しい助けを与え、彼らのうち幸運に恵まれていると思われる者たちには、束の間の「善と思われるもの」に思い上がっているのだと思い起こさせ、貧しさを嘆く者、追放を不満に思う者、老いや病を恨む者たちには、笑いを交えて慰めた。 彼らが次のことを見通していないと考えたからである。 すなわち、まもなく彼らにとって苦痛を与えるものは止み、善いことも悪いこともすべて忘却し、長い自由がまもなくすべての人を捉えるであろう、ということを。
§9ἔμελεν δὲ αὐτῷ καὶ ἀδελφοὺς στασιάζοντας διαλλάττειν καὶ γυναιξὶ πρὸς τοὺς γεγαμηκότας εἰρήνην πρυτανεύειν·
また、争っている兄弟たちを和解させることや、妻たちと夫たちの間に平和を調停することにも心を配った。
καί που καὶ δήμοις ταραττομένοις ἐμμελῶς διελέχθη καὶ τοὺς πλείστους αὐτῶν ἔπεισεν ὑπουργεῖν τῇ πατρίδι τὰ μέτρια.
そして時には、動揺している民衆にも巧みに語りかけ、彼らの大部分に、祖国に対して応分の義務を果たすよう説得した。
τοιοῦτός τις ἦν ὁ τρόπος τῆς φιλοσοφίας αὐτοῦ, πρᾶος καὶ ἥμερος καὶ φαιδρός·
彼の哲学のあり方はこのようなものであり、穏やかで、温和で、朗らかであった。
§10μόνον αὐτὸν ἠνία φίλου νόσος ἢ θάνατος, ὡς ἂν καὶ τὸ μέγιστον τῶν ἐν ἀνθρώποις ἀγαθῶν τὴν φιλίαν ἡγούμενον.
友の病や死だけが彼を悲しませた。 それは、彼が友情を人間における最大の善と考えていたからである。
καὶ διὰ τοῦτο φίλος μὲν ἦν ἅπασι καὶ οὐκ ἔστιν ὅντινα οὐκ οἰκεῖον ἐνόμιζεν, ἄνθρωπόν γε ὄντα, πλέον δὲ ἢ ἔλαττον ἔχαιρε συνὼν ἐνίοις αὐτῶν, μόνοις ἐξιστάμενος ὁπόσοι ἂν ἐδόκουν αὐτῷ ὑπὲρ τὴν τῆς θεραπείας ἐλπίδα διαμαρτάνειν.
それゆえ、彼はすべての人にとっての友人であり、人間である限り、親しく思わない者は一人もいなかった。 しかし、彼らのうちの特定の者たちと交わることを多かれ少なかれ喜び、ただ、治療の望みを超えて過ちを犯していると思われる者たちだけを避けた。
καὶ πάντα ταῦτα μετὰ Χαρίτων καὶ Ἀφροδίτης αὐτῆς ἔπραττέν τε καὶ ἔλεγεν, ὡς ἀεί, τὸ κωμικὸν ἐκεῖνο, τὴν πειθὼ τοῖς χείλεσιν αὐτοῦ ἐπικαθῆσθαι.
そして彼は、これらのことすべてを美の女神たちやアプロディテ自身とともに優雅さと魅力をもって行い、また語ったので、あの喜劇のセリフのように、「説得が彼の唇に宿っている」と常に言われるほどであった。
§11τοιγαροῦν καὶ Ἀθηναίων ὅ τε σύμπας δῆμος καὶ οἱ ἐν τέλει ὑπερφυῶς ἐθαύμαζον αὐτὸν καὶ διετέλουν ὥς τινα τῶν κρειττόνων προσβλέποντες.
それゆえ、アテナイ人の民衆全体も役人たちも彼を並外れて敬慕し、彼を何かより優れた存在であるかのように仰ぎ見続けた。
καίτοι ἐν ἀρχῇ προσέκρουε τοῖς πολλοῖς αὐτῶν καὶ μῖσος οὐ μεῖον τοῦ πρὸ αὑτοῦ παρὰ τοῖς πλήθεσιν ἐκτήσατο ἐπί τε τῇ παρρησίᾳ καὶ ἐλευθερίᾳ, καί τινες ἐπʼ αὐτὸν συνέστησαν Ἄνυτοι καὶ Μέλητοι τὰ αὐτὰ κατηγοροῦντες ἅπερ κἀκείνου οἱ τότε, ὅτι οὔτε θύων ὤφθη πώποτε οὔτε ἐμυήθη μόνος ἁπάντων ταῖς Ἐλευσινίαις·
もっとも、最初は彼は民衆の多くと衝突し、その率直さと自由な態度のために、彼の先人に劣らぬ憎しみを大衆から向けられることになった。 そして、アニュトスやメレトスのような者たちが彼に対して徒党を組み、当時の人々が彼を告発したのと全く同じ罪状、すなわち、彼が生け贄を捧げる姿が一度も見られたことがないこと、また全人類の中で彼だけがエレウシスの秘儀に参入していないことを告発した。
πρὸς ἅπερ ἀνδρείως μάλα στεφανωσάμενος καὶ καθαρὸν ἱμάτιον ἀναλαβὼν καὶ παρελθὼν εἰς τὴν ἐκκλησίαν τὰ μὲν ἐμμελῶς, τὰ δὲ καὶ τραχύτερον ἢ κατὰ τὴν ἑαυτοῦ προαίρεσιν ἀπελογήσατο·
これらに対し、彼は極めて勇敢にも冠を戴き、清らかな外套を身にまとって民会に現れ、ある部分は巧みに、またある部分は自身の普段の信条よりも激しい調子で弁明した。
πρὸς μὲν γὰρ τὸ μὴ τεθυκέναι πώποτε τῇ Ἀθηνᾷ, Μὴ θαυμάσητε, ἔφη, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μὴ πρότερον αὐτῇ ἔθυσα, οὐδὲν γὰρ δεῖσθαι αὐτὴν τῶν παρʼ ἐμοῦ θυσιῶν ὑπελάμβανον.
すなわち、アテナに一度も生け贄を捧げたことがないという点に対しては、こう言った。 「アテナイの皆さん、私がこれまで女神に生け贄を捧げなかったとしても、驚かないでください。 女神は私からの生け贄など少しも必要としていないと考えていたからです。
πρὸς δὲ θάτερον, τὸ τῶν μυστηρίων, ταύτην ἔφη ἔχειν αἰτίαν τοῦ μὴ κοινωνῆσαι σφίσι τῆς τελετῆς, ὅτι, ἄν τε φαῦλα ᾖ τὰ μυστήρια, οὐ σιωπήσεται πρὸς τοὺς μηδέπω μεμυημένους, ἀλλʼ ἀποτρέψει αὐτοὺς τῶν ὀργίων, ἄν τε καλά, πᾶσιν αὐτὰ ἐξαγορεύσει ὑπὸ φιλανθρωπίας·
」もう一方の、秘儀に関する点に対しては、儀式を彼らと共有しなかった理由について、こう語った。 もし秘儀が取るに足らないものであるならば、まだ参入していない人々に対して沈黙せず、彼らをその儀式から遠ざけるだろうし、もし素晴らしいものであるならば、人間愛から、それをすべての人に公表してしまうだろうからだ、と。
ὥστε τοὺς Ἀθηναίους ἤδη λίθους ἐπʼ αὐτὸν ἐν ταῖν χεροῖν ἔχοντας πράους αὐτῷ καὶ ἵλεως γενέσθαι αὐτίκα καὶ τὸ ἀπʼ ἐκείνου ἀρξαμένους τιμᾶν καὶ αἰδεῖσθαι καὶ τὰ τελευταῖα θαυμάζειν, καίτοι εὐθὺς ἐν ἀρχῇ τῶν πρὸς αὐτοὺς λόγων τραχυτέρῳ ἐχρήσατο τῷ προοιμίῳ·
その結果、すでに手に石を握りしめて彼に投げつけようとしていたアテナイ人たちは、たちまち彼に対して穏やかで寛大になり、その時を境に彼を敬い、重んじ、最後には崇拝するようになった。 もっとも、彼は彼らへの言葉のまさに冒頭において、極めて辛辣な前置きを用いたのであるが。
ἄνδρες γὰρ ἔφη Ἀθηναῖοι, ἐμὲ μὲν ὁρῶντες ἐστεφανωμένον ὑμεῖς ἤδη κἀμὲ καταθύσατε, τὸ γὰρ πρότερον οὐκ ἐκαλλιερήσατε.
「アテナイの皆さん、冠を戴いている私を見て、今すぐ私を生け贄として捧げてください。 以前の生け贄のときには、あなた方は良い兆候を得られなかったのですから。
§12βούλομαι δὲ ἔνια παραθέσθαι τῶν εὐστόχως τε ἅμα καὶ ἀστείως ὑπʼ αὐτοῦ λελεγμένων·
」私は、彼によって的確かつ機知に富んで語られたことのいくつかを提示したいと思う。
ἄρξασθαι δὲ ἀπὸ Φαβωρίνου καλὸν καὶ ὧν πρὸς ἐκεῖνον εἶπεν.
ファボリノスから、そして彼に対してデモナクスが言ったことから始めるのが良いだろう。
ἐπεὶ γὰρ ὁ Φαβωρῖνος ἀκούσας τινὸς ὡς ἐν γέλωτι ποιοῖτο τὰς ὁμιλίας αὐτοῦ καὶ μάλιστα τῶν ἐν αὐταῖς μελῶν τὸ ἐπικεκλασμένον σφόδρα ὡς ἀγεννὲς καὶ γυναικεῖον καὶ φιλοσοφίᾳ ἥκιστα πρέπον, προσελθὼν ἠρώτα τὸν Δημώνακτα, τίς ὢν χλευάζοι τὰ αὐτοῦ·
というのも、ファボリノスはある人から、デモナクスが自分の講義を物笑いの種にしており、とりわけその中の極めて不自然に抑揚のついた語り口を、卑俗で女性的であり、哲学にはおよそふさわしくないと難じていると聞き、デモナクスのもとへやって来て、何者であって自分の活動をあざ笑うのか、と尋ねたからである。
ἄνθρωπος, ἔφη, οὐκ εὐαπάτητα ἔχων τὰ ὦτα.
「簡単に騙されることのない耳を持った人間だ」と彼は言った。
ἐγκειμένου δὲ τοῦ σοφιστοῦ καὶ ἐρωτῶντος, τίνα δὲ καὶ ἐφόδια ἔχων, ὦ Δημῶναξ, ἐκ παιδείας εἰς φιλοσοφίαν ἥκεις;
このソフィストがしつこく問い詰め、「デモナクスよ、君は教養から哲学へと、どのような備えを携えて至ったというのか」と尋ねると、彼は言った。
ὄρχεις, ἔφη.
「睾丸だ。 」