Humanitext Reader

琉善 · 德莫纳克斯 §1-7

德莫纳克斯的品格与哲学修养

第 1 段,共 6 段 · 希腊语

内容简介

作者介绍了索斯特拉图斯和德莫纳克斯这两位同时时代的杰出人物,并重点叙述了德莫纳克斯的出身、哲学修养、性格特征以及对后学者的深远影响。

§1Ἔμελλεν ἄρα μηδὲ ὁ καθʼ ἡμᾶς βίος τὸ παντάπασιν ἄμοιρος ἔσεσθαι ἀνδρῶν λόγου καὶ μνήμης ἀξίων, ἀλλὰ καὶ σώματος ἀρετὴν ὑπερφυᾶ καὶ γνώμην ἄκρως φιλόσοφον ἐκφαίνειν·
看来,我们这个时代的生也并非完全没有值得记述和怀念的人物,而是同样展现了非凡的肉体美德与极高尚的哲学精神。
λέγω δὲ εἴς τε τὸν Βοιώτιον Σώστρατον ἀναφέρων, ὃν Ἡρακλέα οἱ Ἕλληνες ἐκάλουν καὶ ᾤοντο εἶναι, καὶ μάλιστα εἰς Δημώνακτα τὸν φιλόσοφον, οὓς καὶ εἶδον αὐτὸς καὶ ἰδὼν ἐθαύμασα, θατέρῳ δὲ τῷ Δημώνακτι καὶ ἐπὶ μήκιστον συνεγενόμην.
我之所以这样说,是指波奥提亚的索斯特拉图斯(希腊人称他为赫拉克勒斯并如此信奉他),尤其是指哲学家德莫纳克斯。 这两位我都曾亲眼见过并为之赞叹,而与后者德莫纳克斯,我交往的时间最长。
περὶ μὲν οὖν Σωστράτου ἐν ἄλλῳ βιβλίῳ γέγραπταί μοι καὶ δεδήλωται μέγεθός τε αὐτοῦ καὶ ἰσχύος ὑπερβολὴ καὶ ἡ ὕπαιθρος ἐν τῷ Παρνασσῷ δίαιτα καὶ ἡ ἐπίπονος εὐνὴ καὶ τροφαὶ ὄρειοι καὶ ἔργα οὐκ ἀπῳδὰ τοῦ ὀνόματος ὅσα ἢ λῃστὰς αἴρων ἔπραξεν ἢ ὁδοποιῶν τὰ ἄβατα ἢ γεφυρῶν τὰ δύσπορα.
关于索斯特拉图斯,我已在另一本书中作了叙述,说明了他的身材魁梧与力量超群、他在帕纳塞斯山的野外生活、艰苦的卧具、山中的饮食,以及与他的名字相称的种种事迹——无论是消灭强盗,还是开辟荒途,或是给险阻之地架桥。
§2περὶ δὲ Δημώνακτος ἤδη δίκαιον λέγειν ἀμφοῖν ἕνεκα, ὡς ἐκεῖνος τε διὰ μνήμης εἴη τοῖς ἀρίστοις τό γε κατʼ ἐμὲ καὶ οἱ γενναιότατοι τῶν νέων καὶ πρὸς φιλοσοφίαν ὁρμῶντες ἔχοιεν μὴ πρὸς τὰ ἀρχαῖα μόνα τῶν παραδειγμάτων σφᾶς αὐτοὺς ῥυθμίζειν, ἀλλὰ κἀκ τοῦ ἡμετέρου βίου κανόνα προτίθεσαι καὶ ζηλοῦν ἐκεῖνον ἄριστον ὧν οἶδα ἐγὼ φιλοσόφων γενόμενον.
但关于德莫纳克斯,现在有理由从两个方面加以阐述:一是为了使他尽我所能地留在最优秀的人们的记忆之中,二是为了使那些最高贵的、向往哲学的青年人不仅能从古代的典范中塑造自己,也能从我们时代的生中为自己确立一条准则,并效法这位在我所知的哲学家中最优秀的人物。
§3ἦν δὲ τὸ μὲν γένος Κύπριος, οὐ τῶν ἀφανῶν ὅσα εἰς ἀξίωμα πολιτικὸν καὶ κτῆσιν.
他出身于塞浦路斯,就公民声望和财产而言,并非默默无闻之辈。
οὐ μὴν ἀλλὰ καὶ πάντων τούτων ὑπεράνω γενόμενος καὶ ἀξιώσας ἑαυτὸν τῶν καλλίστων πρὸς φιλοσοφίαν ὥρμησεν οὐκ Ἀγαθοβούλου μὰ Δίʼ οὐδὲ Δημητρίου πρὸ αὐτοῦ οὐδὲ Ἐπικτήτου ἐπεγειράντων, ἀλλὰ πᾶσι μὲν συνεγένετο τούτοις καὶ ἔτι Τιμοκράτει τῷ Ἡρακλεώτῃ σοφῷ ἀνδρὶ φωνήν τε καὶ γνώμην μάλιστα κεκοσμημένῳ·
然而,他超脱了所有这些,并认为自己配得上最美好的事物,于是投身于哲学。 这并非因为阿加托布卢斯——天哪! ——或是他之前的德米特里乌斯,亦或是爱比克泰德催促他(尽管他确实与所有这些人交往过,还与赫拉克勒亚的智者提摩克拉底交往,那是一位在言辞和精神上都极有修养的贤人)。
ἀλλʼ ὅ γε Δημῶναξ οὐχ ὑπὸ τούτων τινός, ὡς ἔφην, παρακληθείς, ἀλλʼ ὑπʼ οἰκείας πρὸς τὰ καλὰ ὁρμῆς καὶ ἐμφύτου πρὸς φιλοσοφίαν ἔρωτος ἐκ παίδων εὐθὺς κεκινημένος ὑπερεῖδεν μὲν τῶν ἀνθρωπείων ἀγαθῶν ἁπάντων, ὅλον δὲ παραδοὺς ἑαυτὸν ἐλευθερίᾳ καὶ παρρησίᾳ διετέλεσεν αὐτός τε ὀρθῷ καὶ ὑγιεῖ καὶ ἀνεπιλήπτῳ βίῳ χρώμενος καὶ τοῖς ὁρῶσι καὶ ἀκούουσι παράδειγμα παρέχων τὴν ἑαυτοῦ γνώμην καὶ τὴν ἐν τῷ φιλοσοφεῖν ἀλήθειαν.
然而,德莫纳克斯并非如我所说受到这些人的召唤,而是受到自己对美好事物的内在冲动,以及自幼便被激发的对哲学的先天的爱所驱使,他蔑视一切世俗的利益,将自己完全奉献给自由与直言不讳。 他终生过着正直、健康且无可非议的生活,向见者和听者展示了他自己的精神以及哲学中的真理作为典范。
§4οὐ μὴν ἀνίπτοις γε ποσίν, τὸ τοῦ λόγου, πρὸς ταῦτα ᾖξεν, ἀλλὰ καὶ ποιηταῖς σύντροφος ἐγένετο καὶ τῶν πλείστων ἐμέμνητο καὶ λέγειν ἤσκητο καὶ τὰς ἐν φιλοσοφίᾳ προαιρέσεις οὐκ ἐπʼ ὀλίγον οὐδὲ κατὰ τὴν παροιμίαν ἄκρῳ τῷ δακτύλῳ ἁψάμενος ἠπίστατο, καὶ τὸ σῶμα δὲ ἐγεγύμναστο καὶ πρὸς καρτερίαν διεπεπόνητο, καὶ τὸ ὅλον ἐμεμελήκει αὐτῷ μηδενὸς ἄλλου προσδεᾶ εἶναι·
当然,他并非像俗话所说的那样“不洗脚就”闯入这些领域,而是与诗人为伴,熟记其中大部分作品,练习演说,对哲学中各学派的选择并非一知半解,也非如谚语所说“用指尖”轻轻触碰,而是了如指掌。 他的身体也经过锻炼,为了耐力而受过艰苦的训练。 总而言之,他一直注意使自己不需要其他任何东西。
ὥστε ἐπεὶ καὶ ἔμαθεν οὐκέτι ἑαυτῷ διαρκῶν, ἑκὼν ἀπῆλθε τοῦ βίου πολὺν ὑπὲρ αὑτοῦ λόγον τοῖς ἀρίστοις τῶν Ἑλλήνων καταλιπών.
因此,当他发现自己无法再自给自足时,便自愿告别了生命,在希腊最优秀的人中留下了关于他的极高声誉。
§5φιλοσοφίας δὲ εἶδος οὐχ ἓν ἀποτεμόμενος, ἀλλὰ πολλὰς ἐς ταὐτὸ καταμίξας οὐ πάνυ τι ἐξέφαινε τίνι αὐτῶν ἔχαιρεν·
他没有割裂出某一学派的哲学,而是将许多学派融合在一起,根本不显露自己偏爱其中哪一派。
ἐῴκει δὲ τῷ Σωκράτει μᾶλλον ᾠκειῶσθαι, εἰ καὶ τῷ σχήματι καὶ τῇ τοῦ βίου ῥᾳστώνῃ τὸν Σινωπέα ζηλοῦν ἔδοξεν, οὐ παραχαράττων τὰ εἰς τὴν δίαιταν, ὡς θαυμάζοιτο καὶ ἀποβλέποιτο ὑπὸ τῶν ἐντυγχανόντων, ἀλλʼ ὁμοδίαιτος ἅπασι καὶ πεζὸς ὢν καὶ οὐδʼ ἐπʼ ὀλίγον τύφῳ κάτοχος συνῆν καὶ συνεπολιτεύετο, §6τὴν μὲν τοῦ Σωκράτους εἰρωνείαν οὐ προσιέμενος, χάριτος δὲ Ἀττικῆς μεστὰς ἀποφαίνων τὰς συνουσίας, ὡς τοὺς προσομιλήσαντας ἀπιέναι μήτε καταφρονήσαντας ὡς ἀγεννοῦς μήτε τὸ σκυθρωπὸν τῶν ἐπιτιμήσεων ἀποφεύγοντας, παντοίους δὲ ὑπʼ εὐφροσύνης γενομένους καὶ κοσμιωτέρους παρὰ πολὺ καὶ φαιδροτέρους καὶ πρὸς τὸ μέλλον εὐέλπιδας.
他似乎更亲近苏格拉底,尽管在外表和生活的简易上他似乎在效法锡诺普人——他并不是为了让相遇的人赞叹和瞩目而伪装自己的生活方式,而是与所有人同甘共苦,生活朴素,没有丝毫虚荣心,与人们交往并共同生活,他不接受苏格拉底式的讽刺,而是使自己的交往充满阿提卡的优雅,以至于与他交往的人离去时,既不会因为觉得他鄙俗而鄙视他,也不会为了逃避斥责的阴郁,而是因喜悦而变得截然不同,变得更加端庄、更加开朗,并对未来充满美好的希望。
§7οὐδεπώποτε γοῦν ὤφθη κεκραγὼς ἢ ὑπερδιατεινόμενος ἢ ἀγανακτῶν, οὐδʼ εἰ ἐπιτιμᾶν τῳ δέοι, ἀλλὰ τῶν μὲν ἁμαρτημάτων καθήπτετο, τοῖς δὲ ἁμαρτάνουσι συνεγίνωσκεν, καὶ τὸ παράδειγμα παρὰ τῶν ἰατρῶν ἠξίου λαμβάνειν τὰ μὲν νοσήματα ἰωμένων, ὀργῇ δὲ πρὸς τοὺς νοσοῦντας οὐ χρωμένων·
至少,人们从未见过他大喊大叫、极力争辩或大发雷霆,即使在需要斥责某人时也是如此。 相反,他攻击罪行,却宽恕犯错的人,并认为应当以医生为榜样——医生治疗疾病,却不对病人生气。
ἡγεῖτο γὰρ ἀνθρώπου μὲν εἶναι τὸ ἁμαρτάνειν, θεοῦ δὲ ἢ ἀνδρὸς ἰσοθέου τὰ πταισθέντα ἐπανορθοῦν.
因为他认为,犯错是人的特征,而纠正错误则是神或神一般的人的特征。

词汇与语法注释

  1. §1Ἔμελλεν ἄρα μηδὲ ὁ καθʼ ἡμᾶς βίος τὸ παντάπασιν ἄμοιρος ἔσεσθαι — 动词 ἔμελλεν 连用将来时不定式 ἔσεσθαι,表示过去发生的命运或必然性(“注定要……”)。ἄμοιρος 支配属格 ἀνδρῶν,意为“缺乏……”。
  2. §2ὡς ἐκεῖνος τε διὰ μνήμης εἴη ... καὶ οἱ γενναιότατοι τῶν νέων ... ἔχοιεν — 连词 ὡς 引导目的从句。由于主句带有过去或潜在的语义背景,从句中使用了祈愿式(εἴη, ἔχοιεν)。
  3. §3οὐκ Ἀγαθοβούλου μὰ Δίʼ οὐδὲ Δημητρίου πρὸ αὐτοῦ οὐδὲ Ἐπικτήτου ἐπεγειράντων — 此处使用了属格独立结构(分词 ἐπεγειράντων 与作为其主语的专有名词属格)。否定词 οὐκ 修饰整个独立结构。
  4. §4οὐ μὴν ἀνίπτοις γε ποσίν, τὸ τοῦ λόγου, πρὸς ταῦτα ᾖξεν — 短语 ἀνίπτοις ποσίν(“不洗脚”)是一个惯用语,意为在没有准备的情况下进入神圣场所或仓促投入某事。插入语 τὸ τοῦ λόγου(“正如俗话所说”)对此加以修饰。
  5. §7ἡγεῖτο γὰρ ἀνθρώπου μὲν εἶναι τὸ ἁμαρτάνειν — 谓语性所有属格(ἀνθρώπου)与系动词(εἶναι)连用,主语是带冠词的不定式(τὸ ἁμαρτάνειν),意为“犯错是人的特征(属于人)”。

引用这一段

琉善, 德莫纳克斯 §1-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg008.humanitext-grc2:1-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。