← ルキアノス

デモナクス

§55-67

晩年の逸話と市民の敬愛および穏やかな最期

デモナクスの様々な逸話、エピクテトスやヘルミノスとの対話、アテナイ市民からの深い思慕と、自らの死を穏やかに迎えた晩年の様子、そして壮麗な葬儀が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§55

ἐπεὶ δέ ποτε ὁ Ἐπίκτητος ἐπιτιμῶν ἅμα συνεβούλευεν αὐτῷ ἀγαγέσθαι γυναῖκα καὶ παιδοποιήσασθαι — πρέπειν1 γὰρ καὶ τοῦτο φιλοσόφῳ ἀνδρὶ ἕτερον ἀντʼ αὐτοῦ καταλιπεῖν τῇ φύσει — ἐλεγκτικώτατα πρὸς αὐτὸν ἀπεκρίνατο, Οὐκοῦν, ὦ Ἐπίκτητε, δός μοι μίαν τῶν σαυτοῦ θυγατέρων.

かつてエピクテトスが彼を非難すると同時に、妻を娶って子供をもうけるよう勧めたとき——というのも、哲学者たる男にとっても、自分の代わりに別の者を自然に残すことは相応しいことだからである——、デモナクスは彼に対して極めて痛烈に答えた。「それなら、エピクテトスよ、お前の娘の一人を私にくれ。」

§56

καὶ μὴν τὸ πρὸς Ἑρμῖνον τὸν Ἀριστοτελικὸν ἄξιον ἀπομνημονεῦσαι· εἰδὼς γὰρ αὐτὸν παγκάκιστον μὲν ὄντα καὶ μυρία κακὰ ἐργαζόμενον, τὸν Ἀριστοτέλη δʼ ἐπαινοῦντα καὶ διὰ στόματος αὐτοῦ τὰς δέκα κατηγορίας ἔχοντα, Ἑρμῖνε, ἔφη, ἀληθῶς ἄξιος εἶ δέκα κατηγοριῶν.2

さらに、アリストテレス派のヘルミノスに対して言われたことも、記憶に値する。彼が極めて邪悪であり、数々の悪行を働いている一方で、アリストテレスを称賛し、その「十のカテゴリー」を常に口にしているのを知っていたので、デモナクスは言った。「ヘルミノスよ、お前は本当に十の告発に値する。」

§57

Ἀθηναίων δὲ σκεπτομένων κατὰ ζῆλον τὸν πρὸς Κορινθίους καταστήσασθαι θέαν μονομάχων, προελθὼν εἰς αὐτούς, Μὴ πρότερον ταῦτα, ὦ Ἀθηναῖοι, ψηφίσησθε, ἂν μὴ τοῦ Ἐλέου τὸν βωμὸν καθέλητε.

アテナイ人たちが、コリントス人への対抗心から剣闘士の興行を挙行することを考えていたとき、彼は彼らの前に進み出て言った。「アテナイの人々よ、憐れみの祭壇を取り壊してしまわないうちは、決してこれに賛成の投票をしてはならない。」

§58

ἐπεὶ δὲ εἰς Ὀλυμπίαν ποτὲ ἐλθόντι αὐτῷ Ἠλεῖοι εἰκόνα χαλκῆν ἐψηφίσαντο, Μηδαμῶς τοῦτο, ἔφη, ὦ ἄνδρες Ἠλεῖοι, μὴ δόξητε3 ὀνειδίζειν τοῖς προγόνοις ὑμῶν, ὅτι μήτε Σωκράτους μήτε Διογένους εἰκόνα ἀνατεθείκασιν.

かつて彼がオリンピアに行ったとき、エリス人たちが彼の青銅像を建てることを決議したが、彼は言った。「エリスの人々よ、決してそのようなことをしてはならない。あなたがたの先祖がソクラテスの像もディオゲネスの像も奉納しなかったことを、先祖の非として非難していると思われることのないようにしなさい。」

§59

ἤκουσα δὲ αὐτοῦ ποτε καὶ πρὸς τὸν τῶν νόμων ἔμπειρον ταῦτα λέγοντος, ὅτι κινδυνεύουσιν4 ἄχρηστοι εἶναι οἱ νόμοι, ἄν τε πονηροῖς ἄν τε ἀγαθοῖς γράφωνται· οἱ μὲν γὰρ οὐ δέονται νόμων, οἱ δὲ ὑπὸ νόμων οὐδὲν βελτίους γίγνονται.

私はかつて彼が法律の専門家に対してこのように語るのも聞いた。「法律というものは、悪人のために制定されようと、善人のために制定されようと、無用なものになるおそれがある。なぜなら、善人は法律を必要とせず、悪人は法律によっていささかも良くならないからである。」

§60

τῶν δὲ Ὁμήρου στίχον ἕνα ᾖδεν μάλιστα — κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.

彼はホメロスの詩行のうち、特に次の一行を口ずさんだ。「働かざる者も、多くの業を成し遂げた者も、等しく死ぬ。」

§61

ἐπῄνει δὲ καὶ τὸν Θερσίτην ὡς Κυνικόν τινα δημηγόρον.

彼はまた、テルシテスを一種のキュニコス派的な民衆演説家として称賛していた。

§62

ἐρωτηθεὶς δέ ποτε, τίς αὐτῷ ἀρέσκοι τῶν φιλοσόφων, ἔφη, Πάντες μὲν θαυμαστοί· ἐγὼ δὲ Σωκράτη μὲν σέβω, θαυμάζω δὲ Διογένη καὶ φιλῶ Ἀρίστιππον.

あるとき、哲学者たちのうち誰が気に入っているかと尋ねられたとき、彼は言った。「みな素晴らしい。だが私は、ソクラテスを崇敬し、ディオゲネスを感嘆し、アリスティッポスを愛する。」

§63

Ἐβίου δὲ ἔτη ὀλίγου δέοντα τῶν ἑκατὸν5 ἄνοσος, ἄλυπος, οὐδένα ἐνοχλήσας τι ἢ αἰτήσας, φίλοις χρήσιμος, ἐχθρὸν οὐδένα οὐδεπώποτε ἐσχηκώς· καὶ τοσοῦτον ἔρωτα ἔσχον πρὸς αὐτὸν Ἀθηναῖοί τε αὐτοὶ καὶ ἅπασα ἡ Ἑλλάς, ὥστε παριόντι ὑπεξανίστασθαι μὲν τοὺς ἄρχοντας, σιωπὴν δὲ γίνεσθαι παρὰ πάντων. τὸ τελευταῖον δὲ ἤδη ὑπέργηρως ὢν ἄκλητος εἰς ἣν τύχοι παριὼν οἰκίαν ἐδείπνει καὶ ἐκάθευδε, τῶν ἐνοικούντων θεοῦ τινα ἐπιφάνειαν ἡγουμένων τὸ πρᾶγμα καί τινα ἀγαθὸν δαίμονα εἰσεληλυθέναι αὐτοῖς εἰς τὴν οἰκίαν. παριόντα δὲ αἱ ἀρτοπώλιδες ἀνθεῖλκον πρὸς αὑτὰς ἑκάστη ἀξιοῦσα παρʼ αὐτῆς λαμβάνειν τῶν ἄρτων, καὶ τοῦτο εὐτυχίαν ἑαυτῆς ἡ δεδωκυῖα ᾤετο. καὶ μὴν καὶ οἱ παῖδες ὀπώρας προσέφερον αὐτῷ πατέρα ὀνομάζοντες.

彼は100歳に少し足りない年齢まで、病気も苦痛もなく、誰にもいかなる迷惑もかけず、何も求めず、友人の役に立ち、敵をこれまでただの一人も持たずに生きた。そして、アテナイの人々自身もギリシア全体も彼に対して非常に大きな愛を抱いていたので、彼が通りかかると、役人たちは立ち上がり、すべての人々の間に沈黙が生じた。晩年には、すでに極めて高齢になっていたが、彼は招かれずともたまたま通りかかった家に入って食事をし、眠った。住人たちはそれを神の顕現であると考え、善き神霊が自分たちの家に入ってきたのだと見なした。彼が通りかかると、パン売りの女たちは彼を競って自分たちの方へと引っ張り、それぞれが自分のところからパンを受け取ってほしいと望んだ。そして、パンを差し上げた女は、それを自分の幸運と考えた。さらに、子供たちも彼を「お父さん」と呼んで、果物を差し出した。

§64

στάσεως δέ ποτε Ἀθήνησι γενομένης εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν καὶ φανεὶς μόνον σιωπᾶν ἐποίησεν αὐτούς· ὁ δὲ ἰδὼν ἤδη μετεγνωκότας οὐδὲν εἰπὼν καὶ αὐτὸς ἀπηλλάγη.

かつてアテナイで暴動が起きたとき、彼は民会に入っていき、ただ姿を現しただけで彼らを沈黙させた。彼は、彼らがすでに悔い改めているのを見て、何も言わずに自分も立ち去った。

§65

ὅτε δὲ συνῆκεν οὐκέθʼ οἷός τε ὢν αὑτῷ ἐπικουρεῖν, εἰπὼν πρὸς τοὺς παρόντας τὸν ἐναγώνιον τῶν κηρύκων πόδα "λήγει μὲν ἀγὼν τῶν καλλίστων ἄθλων ταμίας, καιρὸς δὲ καλεῖ μηκέτι μέλλειν," καὶ πάντων ἀποσχόμενος ἀπῆλθεν τοῦ βίου φαιδρὸς καὶ οἷος ἀεὶ τοῖς ἐντυγχάνουσιν ἐφαίνετο.

自分がもはや自分自身を世話することができないと悟ったとき、彼は居合わせた人々に対して、伝令官たちが競技の終わりに唱える韻律を口にして、「最も美しき褒賞の授与者たる競技は終わりを告げ、時がもはや躊躇うなと呼んでいる。」そして、あらゆる食物を絶って、晴れやかな表情で、かつて出会う人々に見せていた通りの姿で世を去った。

§66

ὀλίγον δὲ πρὸ τῆς τελευτῆς ἐρομένου τινός, Περὶ ταφῆς τί κελεύεις; μὴ πολυπραγμονεῖτε, ἔφη· ἡ γὰρ ὀδμή με θάψει. φαμένου δὲ ἐκείνου, Τί οὖν; οὐκ αἰσχρὸν ὀρνέοις καὶ κυσὶ βορὰν προτεθῆναι τηλικούτου ἀνδρὸς σῶμα; καὶ μὴν οὐδὲν ἄτοπον, ἔφη, τοῦτο, εἰ μέλλω καὶ ἀποθανὼν ζῴοις τισὶ χρήσιμος ἔσεσθαι.

彼の死の少し前に、ある人が「埋葬について、何か指示はありますか」と尋ねると、彼は言った。「余計な心配をしないでくれ。臭いが私を埋葬してくれるだろう。」その人が「どうしてですか。これほど偉大な人物の遺体が、鳥や犬の餌としてさらされるのは恥ずべきことではないでしょうか」と言うと、彼は言った。「いや、もし私が死んでからも何らかの動物たちの役に立つことになるのであれば、それは少しも奇妙なことではない。」

§67

οἱ μέντοι Ἀθηναῖοι καὶ ἔθαψαν αὐτὸν δημοσίᾳ μεγαλοπρεπῶς καὶ ἐπὶ πολὺ ἐπένθησαν, καὶ τὸν θᾶκον τὸν λίθινον, ἐφʼ οὗ εἰώθει ὁπότε κάμνοι ἀναπαύεσθαι, προσεκύνουν καὶ ἐστεφάνουν ἐς τιμὴν τοῦ ἀνδρός, ἡγούμενοι ἱερὸν εἶναι καὶ τὸν λίθον, ἐφʼ οὗ ἐκαθέζετο. ἐπὶ μὲν γὰρ τὴν ἐκφορὰν οὐκ ἔστιν ὅστις οὐκ ἀπήντησεν, καὶ μάλιστα τῶν φιλοσόφων· οὗτοι μέντοι ὑποδύντες ἐκόμιζον αὐτὸν ἄχρι πρὸς τὸν τάφον. ταῦτα ὀλίγα πάνυ ἐκ πολλῶν ἀπεμνημόνευσα, καὶ ἔστιν ἀπὸ τούτων τοῖς ἀναγινώσκουσι λογίζεσθαι ὁποῖος ἐκεῖνος ἀνὴρ ἐγένετο.

しかしながら、アテナイ人たちは彼を公費で壮麗に埋葬し、長い間喪に服した。そして、彼が疲れたときにいつも休息していた石の座席を、その人物への敬意を表して礼拝し、花冠を飾った。彼が座っていたその石さえも聖なるものであると考えたからである。実際、彼の葬儀の行列には、集まらなかった者は一人もいなかったし、とりわけ哲学者たちは全員集まった。そして、彼らが棺を肩に担いで、墓まで彼を運んだのである。これらは、数多くのことの中から私が思い起こしたごくわずかなことにすぎない。そして、読者にとっては、これらのことから、彼がどのような人物であったかを推し量ることができるであろう。

構文注5 件
  1. 55πρέπειν

    間接話法の従属節(γάρ節)における不定詞。直接話法では非人称動詞 πρέπει であったものが、伝聞の文脈(ἔφη が背後に想定される、あるいは前文の συνεβούλευεν に引きずられた間接話法)により不定詞 πρέπειν となっている。

  2. 56κατηγοριῶν

    アリストテレスの著作『カテゴリー論』(Κατηγορίαι) と、法廷などで用いられる「告発・非難」という言葉の多義性を利用した言葉遊び(pun)。ヘルミノスがアリストテレスを語りつつ悪行を働いていることを「十のカテゴリー(十の罪状)に値する」と皮肉っている。

  3. 58μὴ δόξητε

    否定命令の代わり、あるいは「〜しないように」という予防的な懸念を表す独立した接続法。ここでは「決して〜であると思われることのないように」という強い忠告を表現している。

  4. 59κινδυνεύουσιν

    動詞 κινδυνεύω は、不定詞を伴って「〜の危険がある」だけでなく、ここでは「〜である傾向がある」「どうやら〜であるらしい」という蓋然性を表す和らげられた表現として機能している。

  5. 63ἔτη ὀλίγου δέοντα τῶν ἑκατὸν

    分詞 δέοντα を用いた数詞の修飾表現。直訳すると「百(年)に少し欠けている年数」となり、「ほぼ百歳」「百歳にわずかに足りない年齢」を意味する。ὀλίγου δεῖν(ほとんど、ほぼ)と同種の慣用表現。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-22 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0062.tlg008.humanitext-grc2:55-67