§6οὕτω δὲ ἰσχυρά ἐστιν, ὥσθʼ ὁπόταν τι δάκνῃ, τιτρώσκει οὐκ ἀνθρώπου δέρμα μόνον, ἀλλὰ καὶ βοὸς καὶ ἵππου, καὶ ἐλέφαντα λυπεῖ ἐς τὰς ῥυτίδας αὐτοῦ παρεισδυομένη καὶ τῇ αὑτῆς προνομαίᾳ κατὰ λόγον τοῦ μεγέθους ἀμύσσουσα.
它是如此强壮,以至于每当叮咬时,不仅能刺破人类的皮肤,还能刺穿牛和马的皮,甚至能钻进大象的皱褶中,用与其身体大小成比例的吻针去抓刮它,从而使大象痛苦。
μίξεως δὲ καὶ ἀφροδισίων καὶ γάμων πολλὴ αὐταῖς ἡ ἐλευθερία, καὶ ὁ ἄρρην οὐ κατὰ τοὺς ἀλεκτρυόνας ἐπιβὰς εὐθὺς ἀπεπήδησεν, ἀλλʼ ἐποχεῖται τῇ θηλείᾳ ἐπὶ πολύ, κἀκείνη φέρει τὸν νυμφίον, καὶ συμπέτονται τὴν ἐναέριον ἐκείνην μῖξιν τῇ πτήσει μὴ διαφθείρουσαι.
至于交配、性爱和婚姻,它们享有极大的自由,雄蝇并不像公鸡那样在骑跨后立即跳开,而是长久地骑在雌蝇身上,雌蝇则载着她的新郎,它们一同飞翔,绝不因飞行而破坏那空中的交合。
ἀποτμηθεῖσα δὲ τὴν κεφαλὴν μυῖα ἐπὶ πολὺ ζῇ τῷ σώματι καὶ ἔμπνους ἐστίν.
此外,即使被斩首的蝇,其躯体仍能存活许久且维持着呼吸。
§7ὃ δὲ μέγιστον ἐν τῇ φύσει αὐτῶν ὑπάρχει, τοῦτο δὴ βούλομαι εἰπεῖν.
然而,在它们的本性中最为伟大的事情,正是我想要诉说的。
καί μοι δοκεῖ ὁ Πλάτων μόνον αὐτὸ παριδεῖν ἐν τῷ περὶ ψυχῆς καὶ ἀθανασίας αὐτῆς λόγῳ.
在我看来,唯独柏拉图在其关于灵魂及其不死性的论说中忽略了这一点。
ἀποθανοῦσα γὰρ μυῖα τέφρας ἐπιχυθείσης ἀνίσταται καὶ παλιγγενεσία τις αὐτῇ καὶ βίος ἄλλος ἐξ ὑπαρχῆς γίνεται, ὡς ἀκριβῶς πεπεῖσθαι πάντας, ὅτι κἀκείνων ἀθάνατός ἐστιν ἡ ψυχή, εἴ γε καὶ ἀπελθοῦσα ἐπανέρχεται πάλιν καὶ γνωρίζει καὶ ἐπανίστησι τὸ σῶμα καὶ πέτεσθαι τὴν μυῖαν ποιεῖ, καὶ ἐπαληθεύει τὸν περὶ Ἑρμοτίμου τοῦ Κλαζομενίου μῦθον, ὅτι πολλάκις ἀφιεῖσα αὐτὸν ἡ ψυχὴ ἀπεδήμει καθʼ ἑαυτήν, εἶτα ἐπανελθοῦσα ἐπλήρου αὖθις τὸ σῶμα καὶ ἀνίστα τὸν Ἑρμότιμον.
因为一只死去的蝇,在被撒上灰烬时便会复活,一种新生和自始开始的另一个生命便降临于它,以至于如果那离去的灵魂确实能再次返回、认出并使身体复苏,进而让这只蝇飞翔,那么所有人都会确信,它们的灵魂也是不死的。 这便证实了关于克拉佐门尼的赫尔莫提姆斯的传说为真:即他的灵魂常常离开他,独自在外旅行,随后返回,重新填满肉体并唤醒赫尔莫提姆斯。
§8ἀργὸς δὲ αὐτὴ καὶ ἄνετος οὖσα τὰ ὑπὸ τῶν ἄλλων πονούμενα καρποῦται καὶ πλήρης αὐτῇ πανταχοῦ τράπεζα·
它自身既不劳作也不受束缚,却享受着他人辛勤劳动的成果,而且到处都有为它准备的丰盛筵席。
καὶ γὰρ αἱ αἶγες αὐτῇ ἀμέλγονται, καὶ ἡ μέλιττα οὐχ ἥκιστα μυίαις καὶ ἀνθρώποις ἐργάζεται, καὶ οἱ ὀψοποιοὶ ταύτῃ τὰ ὄψα ἡδύνουσι, καὶ βασιλέων αὐτῶν προγεύεται καὶ ταῖς τραπέζαις ἐμπεριπατοῦσα συνεστιᾶται αὐτοῖς καὶ συναπολαύει πάντων.
事实上,母羊是为它而挤奶,蜜蜂不仅为人类也同样为蝇而劳作,厨师们为它把菜肴调制得甘甜,它甚至会先于国王品尝御膳,在餐桌上漫步,与他们共同进餐,共享一切。
§9νεοττιὰν δὲ ἢ καλιὰν οὐκ ἐν ἑνὶ τόπῳ κατεστήσατο, ἀλλὰ πλάνητα τὴν πτῆσιν κατὰ τοὺς Σκύθας ἐπανῃρημένη, ὅπου ἂν τύχῃ ὑπὸ τῆς νυκτὸς καταληφθεῖσα, ἐκεῖ καὶ ἑστίαν καὶ εὐνὴν ποιεῖται.
它并不在某一个地方筑巢建居,而是像斯基泰人那样选择了四处漂泊的飞行,无论在何处被夜色不期而遇,它便在何处安家设床。
ὑπὸ σκότῳ μέντοι, ὡς ἔφην, οὐδὲν ἐργάζεται οὐδὲ ἀξιοῖ λανθάνειν τι πράττουσα, οὐδὲ ἡγεῖταί τι αἰσχρὸν ποιεῖν, ὃ ἐν φωτὶ δρώμενον αἰσχυνεῖ αὐτήν.
然而,正如我所说,在黑暗中它什么也不做,也不屑于偷偷摸摸地行事,亦不认为自己做了什么见不得人的事,因为若是这些事在光天化日之下做出,会令它感到羞愧。
§10φησὶν δὲ ὁ μῦθος καὶ ἄνθρωπόν τινα Μυῖαν τὸ ἀρχαῖον γενέσθαι πάνυ καλήν, λάλον μέντοι γε καὶ στωμύλον καὶ ᾠδικήν, καὶ ἀντερασθῆναί γε τῇ Σελήνῃ κατὰ τὸ αὐτὸ ἀμφοτέρας τοῦ Ἐνδυμίωνος.
神话还说,古时候有一个名叫缪伊亚的人,长得极为美丽,不过确实多嘴唠叨且喜爱歌唱,她与塞勒涅同时爱上了恩迪弥翁,成了情敌。
εἶτʼ ἐπειδὴ κοιμώμενον τὸ μειράκιον συνεχὲς ἐπήγειρεν ἐρεσχηλοῦσα καὶ ᾄδουσα καὶ κωμάζουσα ἐπʼ αὐτόν, τὸν μὲν ἀγανακτῆσαι, τὴν δὲ Σελήνην ὀργισθεῖσαν εἰς τοῦτο τὴν Μυῖαν μεταβαλεῖν· καὶ διὰ τοῦτο πᾶσι νῦν τοῖς κοιμωμένοις αὐτὴν τοῦ ὕπνου φθονεῖν μεμνημένην ἔτι τοῦ Ἐνδυμίωνος, καὶ μάλιστα τοῖς νέοις καὶ ἁπαλοῖς·
后来,因为她总是通过戏弄、唱歌和在他身边纵歌狂欢,不断地唤醒熟睡中的少年,这让少年感到恼火,而塞勒涅则在一怒之下将缪伊亚变成了如今这种生物。
καὶ τὸ δῆγμα δὲ αὐτὸ καὶ ἡ τοῦ αἵματος ἐπιθυμία οὐκ ἀγριότητος, ἀλλʼ ἔρωτός ἐστι σημεῖον καὶ φιλανθρωπίας· ὡς γὰρ δυνατὸν ἀπολαύει καὶ τοῦ κάλλους τι ἀπανθίζεται.
正因如此,它现在依然记得恩迪弥翁,因而嫉妒所有熟睡之人的睡眠,尤其是那些年轻娇嫩的人;而它那叮咬本身以及对血液的渴望,并非残暴的表现,而是爱情和对人类友爱的象征;因为正如其所能,它借此享受并采集着人类的美丽。
§11ἐγένετο κατὰ τοὺς παλαιοὺς καὶ γυνή τις ὁμώνυμος αὐτῇ, ποιήτρια, πάνυ καλὴ καὶ σοφή, καὶ ἄλλη ἑταίρα τῶν Ἀττικῶν ἐπιφανής, περὶ ἧς καὶ ὁ κωμικὸς ποιητὴς ἔφη, ἡ Μυῖα ἔδακνεν αὐτὸν ἄχρι τῆς καρδίας·
古人中还有一位与它同名的女性,是一位极为美丽和聪慧的女诗人,另外还有一位著名的雅典名妓也叫这个名字,喜剧诗人曾对她评价道:“缪伊亚咬噬了他的心,直至深处。
οὕτως οὐδὲ ἡ κωμικὴ χάρις ἀπηξίωσεν οὐδὲ ἀπέκλεισε τῆς σκηνῆς τὸ τῆς μυίας ὄνομα, οὐδʼ οἱ γονεῖς ᾐδοῦντο τὰς θυγατέρας οὕτω καλοῦντες.
”由此可见,即使是喜剧的文雅也未曾贬低或将“蝇”这一名字拒之于舞台之外,父母们也并不以这样称呼自己的女儿为耻。
ἡ μὲν γὰρ τραγῳδία καὶ σὺν μεγάλῳ ἐπαίνῳ μέμνηται τῆς μυίας, ὡς ἐν τούτοις,
"
δεινόν γε τὴν μὲν μυῖαν ἀλκίμῳ σθένει
πηδᾶν ἐπʼ ἀνδρῶν σώμαθʼ, ὡς πλησθῇ φόνου,
ἄνδρας δʼ ὁπλίτας πολέμιον ταρβεῖν δόρυ.
因为悲剧亦曾给蝇以极大的赞美,如以下诗句所示: “真乃骇人听闻,蝇凭其勇猛之力跃上男人们之躯体,以求吸饱鲜血,而身披重铠之战士,竟惧怕敌之矛枪。
"
πολλὰ δʼ ἂν εἶχον εἰπεῖν καὶ περὶ Μυίας τῆς Πυθαγορικῆς, εἰ μὴ γνώριμος ἦν ἅπασιν ἡ κατʼ αὐτὴν ἱστορία.
” 关于毕达哥拉斯派的缪伊亚,我本也有许多话可说,若非关于她的生平轶事已为众人所熟知。
§12γίγνονται δὲ καὶ μέγισταί τινες μυῖαι, ἃς στρατιώτιδας οἱ πολλοὶ καλοῦσιν, οἱ δὲ κύνας, τραχύταται τὸν βόμβον καὶ τὴν πτῆσιν ὠκύταται, αἵ γε καὶ μακροβιώταταί εἰσιν καὶ τοῦ χειμῶνος ὅλου ἄσιτοι διακαρτεροῦσιν ὑπεπτηχυῖαι τοῖς ὀρόφοις μάλιστα, ἐφʼ ὧν κἀκεῖνο θαυμάζειν ἄξιον, ὅτι ἀμφότερα, καὶ τὰ θηλειῶν καὶ τὰ ἀρρένων, δρῶσιν καὶ βαινόμεναι καὶ βαίνοντες ἐν τῷ μέρει κατὰ τὸν Ἑρμοῦ καὶ Ἀφροδίτης παῖδα τὸν μικτὸν τὴν φύσιν καὶ διττὸν τὸ κάλλος.
此外,还存在一些极大的蝇,多数人称其为“兵蝇”,另一些人则称其为“狗蝇”,它们的嗡嗡声极其粗粝,飞行极速。 它们确实最为长寿,整个冬天不进食,主要潜伏在天花板下熬过冬日。 在它们身上,以下这点亦值得惊叹:它们兼具雌雄两性的功能,轮流交替着被骑跨和骑跨他人,正如赫尔墨斯与阿芙洛狄忒之子那样,天生具有混合的体格与双重的美丽。
πολλὰ δʼ ἔτι ἔχων εἰπεῖν καταπαύσω τὸν λόγον, μὴ καὶ δόξω κατὰ τὴν παροιμίαν ἐλέφαντα ἐκ μυίας ποιεῖν.
尽管我还有许多话可说,但我将结束我的演说,免得我似乎是在如谚语所说的那样,画蝇成象(小题大作)。