Humanitext Reader

ルキアノス · 蠅の讃歌 §6-12

蠅の生命力と灰からの再生および関連する神話

2 / 2 箇所 · ギリシア語

要旨

蝿の強力な身体能力、交尾の自由、灰によって生き返る不死の性質について語り、蝿にまつわる神話や歴史上の女性たち、そして特異な雌雄同体的性質を持つ大型の蝿の生態を紹介する。

§6οὕτω δὲ ἰσχυρά ἐστιν, ὥσθʼ ὁπόταν τι δάκνῃ, τιτρώσκει οὐκ ἀνθρώπου δέρμα μόνον, ἀλλὰ καὶ βοὸς καὶ ἵππου, καὶ ἐλέφαντα λυπεῖ ἐς τὰς ῥυτίδας αὐτοῦ παρεισδυομένη καὶ τῇ αὑτῆς προνομαίᾳ κατὰ λόγον τοῦ μεγέθους ἀμύσσουσα.
彼女はこれほど強力であるため、何かを刺すときはいつでも、人間の皮膚だけでなく牛や馬の皮膚をも貫き、象の皮膚の皺に入り込んで悩ませ、自らの大きさに比例した吻によってその体を傷つける。
μίξεως δὲ καὶ ἀφροδισίων καὶ γάμων πολλὴ αὐταῖς ἡ ἐλευθερία, καὶ ὁ ἄρρην οὐ κατὰ τοὺς ἀλεκτρυόνας ἐπιβὰς εὐθὺς ἀπεπήδησεν, ἀλλʼ ἐποχεῖται τῇ θηλείᾳ ἐπὶ πολύ, κἀκείνη φέρει τὸν νυμφίον, καὶ συμπέτονται τὴν ἐναέριον ἐκείνην μῖξιν τῇ πτήσει μὴ διαφθείρουσαι.
また、交わりや性愛、婚姻については、彼女たちには大いなる自由があり、雄は雄鶏のように乗った後すぐに飛び退くのではなく、雌の上に長く留まり、雌はその花婿を運ぶ。 そして彼女たちは、その空中での交わりを飛行によって台無しにすることなく、共に飛び続ける。
ἀποτμηθεῖσα δὲ τὴν κεφαλὴν μυῖα ἐπὶ πολὺ ζῇ τῷ σώματι καὶ ἔμπνους ἐστίν.
さらに、頭部を切り落とされた蝿も、胴体だけで長く生き、息をし続ける。
§7ὃ δὲ μέγιστον ἐν τῇ φύσει αὐτῶν ὑπάρχει, τοῦτο δὴ βούλομαι εἰπεῖν.
彼女たちの性質において最も偉大なもの、まさにこれを私は語りたい。
καί μοι δοκεῖ ὁ Πλάτων μόνον αὐτὸ παριδεῖν ἐν τῷ περὶ ψυχῆς καὶ ἀθανασίας αὐτῆς λόγῳ.
プラトンは、魂とその不死に関する議論において、このことだけを見落としたように私には思われる。
ἀποθανοῦσα γὰρ μυῖα τέφρας ἐπιχυθείσης ἀνίσταται καὶ παλιγγενεσία τις αὐτῇ καὶ βίος ἄλλος ἐξ ὑπαρχῆς γίνεται, ὡς ἀκριβῶς πεπεῖσθαι πάντας, ὅτι κἀκείνων ἀθάνατός ἐστιν ἡ ψυχή, εἴ γε καὶ ἀπελθοῦσα ἐπανέρχεται πάλιν καὶ γνωρίζει καὶ ἐπανίστησι τὸ σῶμα καὶ πέτεσθαι τὴν μυῖαν ποιεῖ, καὶ ἐπαληθεύει τὸν περὶ Ἑρμοτίμου τοῦ Κλαζομενίου μῦθον, ὅτι πολλάκις ἀφιεῖσα αὐτὸν ἡ ψυχὴ ἀπεδήμει καθʼ ἑαυτήν, εἶτα ἐπανελθοῦσα ἐπλήρου αὖθις τὸ σῶμα καὶ ἀνίστα τὸν Ἑρμότιμον.
というのも、死んだ蝿は、灰が振りかけられると蘇り、彼女には一種の再生と最初からの別の生が生じるため、もし去っていった魂が再び戻り、身体を認識してそれを生き返らせ、蝿を飛ばせるのだとすれば、彼女たちの魂もまた不死であると、すべての者が確かに確信するほどである。 そしてこれは、クラゾメナイのヘルモティモスに関する物語が真実であることを証明している。 すなわち、しばしば彼の魂は彼を残して独りで旅立ち、それから戻ってきて再び身体を満たし、ヘルモティモスを蘇らせたという物語を。
§8ἀργὸς δὲ αὐτὴ καὶ ἄνετος οὖσα τὰ ὑπὸ τῶν ἄλλων πονούμενα καρποῦται καὶ πλήρης αὐτῇ πανταχοῦ τράπεζα·
彼女自身は働かず、束縛されることもなく、他の者たちが労苦して作り出したものを享受し、どこでも彼女のために食卓は満ちている。
καὶ γὰρ αἱ αἶγες αὐτῇ ἀμέλγονται, καὶ ἡ μέλιττα οὐχ ἥκιστα μυίαις καὶ ἀνθρώποις ἐργάζεται, καὶ οἱ ὀψοποιοὶ ταύτῃ τὰ ὄψα ἡδύνουσι, καὶ βασιλέων αὐτῶν προγεύεται καὶ ταῖς τραπέζαις ἐμπεριπατοῦσα συνεστιᾶται αὐτοῖς καὶ συναπολαύει πάντων.
実際、山羊は彼女のために乳を搾られ、蜜蜂は他ならぬ蝿たちと人間のために働き、料理人たちは彼女のために料理を甘美に調える。 そして彼女は、王たち自身の料理を毒見し、食卓の上を歩き回りながら彼らと共に食事をし、すべてのものを共に楽しむ。
§9νεοττιὰν δὲ ἢ καλιὰν οὐκ ἐν ἑνὶ τόπῳ κατεστήσατο, ἀλλὰ πλάνητα τὴν πτῆσιν κατὰ τοὺς Σκύθας ἐπανῃρημένη, ὅπου ἂν τύχῃ ὑπὸ τῆς νυκτὸς καταληφθεῖσα, ἐκεῖ καὶ ἑστίαν καὶ εὐνὴν ποιεῖται.
彼女は巣や住処を一つの場所に定めず、スキタイ人のように放浪の飛行を選び、夜によって不意に捉えられたまさにその場所に、住まいと寝床を設ける。
ὑπὸ σκότῳ μέντοι, ὡς ἔφην, οὐδὲν ἐργάζεται οὐδὲ ἀξιοῖ λανθάνειν τι πράττουσα, οὐδὲ ἡγεῖταί τι αἰσχρὸν ποιεῖν, ὃ ἐν φωτὶ δρώμενον αἰσχυνεῖ αὐτήν.
しかし、前述のように、暗闇の中では何もせず、隠れて何かをすることも潔しとせず、また、光の中で行われれば彼女を恥じ入らせるような、いかなる恥ずべきことも行っているとは考えない。
§10φησὶν δὲ ὁ μῦθος καὶ ἄνθρωπόν τινα Μυῖαν τὸ ἀρχαῖον γενέσθαι πάνυ καλήν, λάλον μέντοι γε καὶ στωμύλον καὶ ᾠδικήν, καὶ ἀντερασθῆναί γε τῇ Σελήνῃ κατὰ τὸ αὐτὸ ἀμφοτέρας τοῦ Ἐνδυμίωνος.
神話は、古代にはミュイアという非常に美しい人間がいたと語る。 もっとも、お喋りで口数が多く、歌を好む者であったが、彼女はセレネと同時に同じエンデュミオンを恋い慕い、競い合った。
εἶτʼ ἐπειδὴ κοιμώμενον τὸ μειράκιον συνεχὲς ἐπήγειρεν ἐρεσχηλοῦσα καὶ ᾄδουσα καὶ κωμάζουσα ἐπʼ αὐτόν, τὸν μὲν ἀγανακτῆσαι, τὴν δὲ Σελήνην ὀργισθεῖσαν εἰς τοῦτο τὴν Μυῖαν μεταβαλεῖν·
その後、彼女が眠っている若者を、からかい、歌い、彼のもとに求愛に押し寄せることによって絶えず起こしたため、彼は憤慨し、セレネは怒ってミュイアをこの姿に変えてしまった。
καὶ διὰ τοῦτο πᾶσι νῦν τοῖς κοιμωμένοις αὐτὴν τοῦ ὕπνου φθονεῖν μεμνημένην ἔτι τοῦ Ἐνδυμίωνος, καὶ μάλιστα τοῖς νέοις καὶ ἁπαλοῖς·
そしてこのために、彼女は今でもエンデュミオンのことを覚えていて、眠っているすべての人々の睡眠を、とりわけ若く繊細な若者たちの睡眠を邪魔するのである。
καὶ τὸ δῆγμα δὲ αὐτὸ καὶ ἡ τοῦ αἵματος ἐπιθυμία οὐκ ἀγριότητος, ἀλλʼ ἔρωτός ἐστι σημεῖον καὶ φιλανθρωπίας·
また、その刺すこと自体や血への渇望も、残虐さの現れではなく、愛と人類への友愛の証拠なのである。
ὡς γὰρ δυνατὸν ἀπολαύει καὶ τοῦ κάλλους τι ἀπανθίζεται.
というのも、彼女は可能な限りその美を享受し、その甘美さを(花の蜜を摘むように)むしり取っているからである。
§11ἐγένετο κατὰ τοὺς παλαιοὺς καὶ γυνή τις ὁμώνυμος αὐτῇ, ποιήτρια, πάνυ καλὴ καὶ σοφή, καὶ ἄλλη ἑταίρα τῶν Ἀττικῶν ἐπιφανής, περὶ ἧς καὶ ὁ κωμικὸς ποιητὴς ἔφη, ἡ Μυῖα ἔδακνεν αὐτὸν ἄχρι τῆς καρδίας·
古代には、彼女と同名の女性であり、非常に美しく賢い女流詩人もいたし、アッティカの著名なヘタイラでもう一人の同名の女性もいた。 彼女について喜劇詩人もこう言っている。 「ミュイアは彼の心臓まで噛みついた」と。
οὕτως οὐδὲ ἡ κωμικὴ χάρις ἀπηξίωσεν οὐδὲ ἀπέκλεισε τῆς σκηνῆς τὸ τῆς μυίας ὄνομα, οὐδʼ οἱ γονεῖς ᾐδοῦντο τὰς θυγατέρας οὕτω καλοῦντες.
このように、喜劇の優雅さも蝿の名を軽んじることも、舞台から排除することもせず、親たちも娘たちをそのように呼ぶことを恥じなかった。
ἡ μὲν γὰρ τραγῳδία καὶ σὺν μεγάλῳ ἐπαίνῳ μέμνηται τῆς μυίας, ὡς ἐν τούτοις, " δεινόν γε τὴν μὲν μυῖαν ἀλκίμῳ σθένει πηδᾶν ἐπʼ ἀνδρῶν σώμαθʼ, ὡς πλησθῇ φόνου, ἄνδρας δʼ ὁπλίτας πολέμιον ταρβεῖν δόρυ.
実際、悲劇もまた、大きな賛辞をもって蝿に言及している。 例えば以下の一節のように。 "実に恐るべきことだ、蝿は力強い力で男たちの体に飛びかかり、血に満たされようとするのに、重装歩兵の男たちが敵の槍を恐れるとは。
" πολλὰ δʼ ἂν εἶχον εἰπεῖν καὶ περὶ Μυίας τῆς Πυθαγορικῆς, εἰ μὴ γνώριμος ἦν ἅπασιν ἡ κατʼ αὐτὴν ἱστορία.
"ピタゴラス派のミュイアについても、語るべき多くのことを私は持っているだろうが、彼女に関する歴史は皆によく知られているので省略する。
§12γίγνονται δὲ καὶ μέγισταί τινες μυῖαι, ἃς στρατιώτιδας οἱ πολλοὶ καλοῦσιν, οἱ δὲ κύνας, τραχύταται τὸν βόμβον καὶ τὴν πτῆσιν ὠκύταται, αἵ γε καὶ μακροβιώταταί εἰσιν καὶ τοῦ χειμῶνος ὅλου ἄσιτοι διακαρτεροῦσιν ὑπεπτηχυῖαι τοῖς ὀρόφοις μάλιστα, ἐφʼ ὧν κἀκεῖνο θαυμάζειν ἄξιον, ὅτι ἀμφότερα, καὶ τὰ θηλειῶν καὶ τὰ ἀρρένων, δρῶσιν καὶ βαινόμεναι καὶ βαίνοντες ἐν τῷ μέρει κατὰ τὸν Ἑρμοῦ καὶ Ἀφροδίτης παῖδα τὸν μικτὸν τὴν φύσιν καὶ διττὸν τὸ κάλλος.
また、非常に大きな蝿たちも生じ、多くの者はこれを「兵隊」と呼び、他の者は「犬」と呼ぶ。 その羽音は極めて荒々しく、飛行は極めて速い。 彼女たちは極めて長命であり、冬の間中、特に天井の下に身を潜めて、何も食べずに耐え忍ぶ。 彼女たちについては、次のことも驚嘆に値する。 すなわち、彼女たちは雌の役割と雄の役割の両方を行い、ヘルメスとアプロディテのあの子のように、混合された自然と二重の美を持って、交代で乗られ、また乗るのである。
πολλὰ δʼ ἔτι ἔχων εἰπεῖν καταπαύσω τὸν λόγον, μὴ καὶ δόξω κατὰ τὴν παροιμίαν ἐλέφαντα ἐκ μυίας ποιεῖν.
さらに多くの語るべきことを持っているが、私は話を終えよう。 諺にあるように「蝿から象を作る」と思われることのないように。

語釈・文法注

  1. §6κατὰ λόγον τοῦ μεγέθους — 「その大きさに比例して」。象に比べた蝿自身の極小のサイズに見合った、あるいは象の皺に対する相対的な比率において傷をつけることを意味する。
  2. §7τέφρας ἐπιχυθείσης — 属格独立構文(Genitive Absolute)。条件、あるいは時間の副詞句として機能し、「灰が振りかけられると/振りかけられたとき」と解釈する。
  3. §7ὡς ἀκριβῶς πεπεῖσθαι πάντας — 結果の接続詞 ὡς に導かれ、不定詞 πεπεῖσθαι を伴う結果節。対格の πάντας が不定詞の意味上の主語であり、「すべての人が確かに確信するほどである」という程度を表す。
  4. §10εἰς τοῦτο τὴν Μυῖαν μεταβαλεῖν — 冒頭の φησὶν に支配された間接話法(対格不定詞構文)。τοῦτο は直示的に「これ(現在の蝿の姿)」を指し、前置詞 εἰς は変形の帰結を示す。
  5. §12βαινόμεναι καὶ βαίνοντες — 異なる性の主格分詞の並置。受動の女性複数(βαινόμεναι)と能動の男性複数(βαίνοντες)が並び、直後の ἐν τῷ μέρει(交代で)と結びつく。文法上の性の交替によって、この昆虫が雌雄両方の役割を演じる両性具有的生態を鮮やかに描写している。

この箇所を引用する

ルキアノス, 蠅の讃歌 §6-12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg006.humanitext-grc2:6-12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。