Humanitext Reader

琉善 · 蝇赞 §1-5

蝇的身体特征习性及其不屈勇气

第 1 段,共 2 段 · 希腊语

内容简介

作者详述了蝇的生物特征,包括其体型、膜质羽翼、清脆的嗡嗡声以及形似象鼻的吻针等解剖学构造。同时介绍了蝇从幼虫发育的生命周期、与人类共食的习性,并赞美其躲避蜘蛛的聪明才智,最后引用荷马史诗中的比喻来赞颂蝇坚韧不拔的勇气。

§1ἡ μυῖα ἔστι μὲν οὐ τὸ σμικροτάτον τῶν ὀρνέων, ὅσον ἐμπίσι καὶ κώνωψι καὶ τοῖς ἔτι λεπτοτέροις παραβάλλειν, ἀλλὰ τοσοῦτον ἐκείνων μεγέθει προὔχει ὅσον αὐτὴ μελίττης ἀπολείπεται.
蝇并非有翼生物中最小者,若与蚋、蚊及更细微者相比,它在大小上超过它们,正如它自身不及蜜蜂一般。
ἐπτέρωται δὲ οὐ κατὰ τὰ αὐτὰ τοῖς ἄλλοις, ὡς τοῖς μὲν ἁπανταχόθεν κομᾶν τοῦ σώματος, τοῖς δὲ ὠκυπτέροις χρῆσθαι, ἀλλὰ κατὰ τὰς ἀκρίδας καὶ τέττιγας καὶ μελίττας ἐστὶν ὑμενόπτερος, τοσοῦτον ἁπαλώτερα ἔχουσα τὰ πτερὰ ὅσον τῆς Ἑλληνικῆς ἐσθῆτος ἡ Ἰνδικὴ λεπτοτέρα καὶ μαλακωτέρα· καὶ μὴν διήνθισται κατὰ τοὺς ταῶνας, εἴ τις ἀτενὲς βλέποι ἐς αὐτήν, ὁπόταν ἐκπετάσασα πρὸς τὸν ἥλιον πτερύσσηται.
它的羽翼并不像其他生物那样,全身覆盖着羽毛,或使用迅捷的飞羽,而是如同蝗虫、蝉和蜜蜂一样,属于膜翅,其翅膀之娇嫩,正如印度衣料比希腊衣料更为轻薄柔软;而且,若有人仔细端详,当它向着太阳张开双翼振翅时,其色彩之斑斓犹如孔雀。
§2ἡ δὲ πτῆσις οὔτε κατὰ τὰς νυκτερίδας εἰρεσίᾳ συνεχεῖ τῶν πτερῶν οὔτε κατὰ τὰς ἀκρίδας μετὰ πηδήματος οὔτε ὡς οἱ σφῆκες μετὰ ῥοιζήματος, ἀλλʼ εὐκαμπὴς πρὸς ὅ τι ἂν μέρος ὁρμήσῃ τοῦ ἀέρος.
其飞行既不像蝙蝠那样靠双翼持续划动,也不像蝗虫那样伴随着跳跃,亦不像黄蜂那样伴随着轰鸣,而是能灵活地转向它所冲向的任何空气方向。
καὶ μὴν κἀκεῖνο πρόσεστιν αὐτῇ, τὸ μὴ καθʼ ἡσυχίαν, ἀλλὰ μετʼ ᾠδῆς πέτεσθαι οὐκ ἀπηνοῦς οἵα κωνώπων καὶ ἐμπίδων, οὐδὲ τὸ βαρύβρομον τῶν μελιττῶν ἢ τῶν σφηκῶν τὸ φοβερὸν καὶ ἀπειλητικὸν ἐνδεικνυμένης, ἀλλὰ τοσοῦτόν ἐστι λιγυρωτέρα, ὅσον σάλπιγγος καὶ κυμβάλων αὐλοὶ μελιχρότεροι.
此外,它还具有这样一个特点:飞行时并非悄无声息,而是伴随着歌声,这歌声既不像蚊蚋那样刺耳,也不表现出蜜蜂的沉闷嗡嗡声或黄蜂那令人恐惧且具威胁性的声音,而是其清脆悦耳之处,正如竖笛之于喇叭和钹之更为甜美。
§3τὸ δὲ ἄλλο σῶμα ἡ μὲν κεφαλὴ λεπτότατα τῷ αὐχένι συνέχεται καὶ ἔστιν εὐπεριάγωγος, οὐ συμπεφυκυῖα ὡς ἡ τῶν ἀκρίδων· ὀφθαλμοὶ δὲ προπετεῖς, πολὺ τοῦ κέρατος ἔχοντες· στέρνον εὐπαγές, καὶ ἐμπεφύκασιν αὐτῇ τῇ ἐντομῇ οἱ πόδες οὐ κατὰ τοὺς σφῆκας πάνυ ἐσφιγμένῃ.
至于身体的其他部分,头部由极细的颈部相连,极易转动,不像蝗虫那样与身体合为一体;双眼突出,多具角质特性;胸部结实,足部长在躯干的节合处,并不像黄蜂那样被极度束紧。
ἡ γαστὴρ δὲ ὠχύρωται καὶ αὐτῇ καὶ θώρακι ἔοικεν ζώνας πλατείας καὶ φολίδας ἔχουσα.
其腹部十分坚固,如同铠甲,有宽阔的环带和鳞片。
ἀμύνεται μέντοι οὐ κατὰ τοὐρροπύγιον ὡς σφὴξ καὶ μέλιττα, ἀλλὰ τῷ στόματι καὶ τῇ προβοσκίδι, ἣν κατὰ τὰ αὐτὰ τοῖς ἐλέφασι καὶ αὐτὴ ἔχουσα προνομεύει τε καὶ ἐπιλαμβάνεται καὶ προσφῦσα κατέχει κοτυληδόνι κατὰ τὸ ἄκρον ἐοικυῖαν.
然而,它防卫时不靠尾部,不像黄蜂和蜜蜂那样,而是靠口器和象鼻般的吻针,它也拥有如大象一样的吻,用以觅食、抓取,并以其末端类似于吸盘的部分贴紧并固定物体。
ἐκ δὲ αὐτῆς ὀδοὺς προκύπτει, ᾧ κεντοῦσα πίνει τοῦ αἵματος — πίνει μὲν γὰρ καὶ γάλακτος, ἡδὺ δὲ αὐτῇ καὶ τὸ αἷμα — οὐ μετὰ μεγάλης ὀδύνης τῶν κεντουμένων.
从这吻针中伸出一颗牙齿,用以刺入并吸食血液——因为它也饮用牛奶,但血液对它而言亦是甜美的——而不会给被刺者带来巨大的痛苦。
ἑξάπους δὲ οὖσα τοῖς μὲν τέσσαρσι βαδίζει μόνοις, τοῖς δὲ προσθίοις δυσὶ καὶ ὅσα χερσὶ χρῆται.
虽然它是六足生物,但仅以四足行走,前两足则用作双手,行使各种功能。
ἴδοις ἂν οὖν αὐτὴν ἐπὶ τεττάρων βεβηκυῖαν ἔχουσάν τι ἐν τοῖν χεροῖν μετέωρον ἐδώδιμον, ἀνθρωπίνως πάνυ καὶ καθʼ ἡμᾶς.
因此,你可能会看到它以四足站立,两手悬空拿着某种食物,完全像人类一样,和我们毫无二致。
§4γίνεται δὲ οὐκ εὐθὺς τοιαύτη, ἀλλὰ σκώληξ τὸ πρῶτον ἤτοι ἐξ ἀνθρώπων ἢ ἄλλων ζῴων ἀποθανόντων· εἶτα κατʼ ὀλίγον πόδας τε ἐκφέρει καὶ φύει τὰ πτερὰ καὶ ἐξ ἑρπετοῦ ὄρνεον γίνεται καὶ κυοφορεῖ δὲ καὶ ἀποτίκτει σκώληκα μικρὸν τὴν μυῖαν ὕστερον.
它并非一开始就长成这样,起初只是从死人或其他死去的动物中生出的幼虫;接着渐渐长出足并生出翅膀,从爬行动物变成有翼生物,并且它自己也会怀胎并产下微小的幼虫,后者随后变成蝇。
σύντροφος δὲ ἀνθρώποις ὑπάρχουσα καὶ ὁμοδίαιτος καὶ ὁμοτράπεζος ἁπάντων γεύεται πλὴν ἐλαίου· θάνατος γὰρ αὐτῇ τοῦτο πιεῖν.
作为人类的同伴,共同生活、同桌共食,它品尝除橄榄油以外的一切东西;因为饮用此物对其而言便是死亡。
καὶ μέντοι ὠκύμορος οὖσα — πάνυ γὰρ ἐς στενὸν ὁ βίος αὐτῇ συμμεμέτρηται — τῷ φωτὶ χαίρει μάλιστα κἀν τούτῳ πολιτεύεται· νυκτὸς δὲ εἰρήνην ἄγει καὶ οὔτε πέτεται οὔτε ᾄδει, ἀλλʼ ὑπέπτηχε καὶ ἀτρεμεῖ.
而且,它生命短暂——因为其寿命被限制在极狭窄的范围内——它最喜爱光亮并在其中活动;到了夜晚则保持和平,既不飞也不唱,而是潜藏着保持静止。
§5σύνεσιν δὲ οὐ μικρὰν αὐτῆς εἰπεῖν ἔχω, ὁπόταν τὸν ἐπίβουλον καὶ πολέμιον αὐτῇ τὸν ἀράχνην διαδιδράσκῃ· λοχῶντά τε γὰρ ἐπιτηρεῖ καὶ ἀντίον αὐτῷ ὁρᾷ ἐκκλίνουσα τὴν ὁρμήν, ὡς μὴ ἁλίσκοιτο σαγηνευθεῖσα καὶ περιπεσοῦσα ταῖς τοῦ θηρίου πλεκτάναις.
当它逃避那对其心怀不轨的敌人——蜘蛛时,我能说出它不小的智慧;因为它会监视埋伏着的蜘蛛,并正面注视着它,避开其袭击,以免被网罗捕捉,落入这野兽的纠缠之中。
τὴν μὲν γὰρ ἀνδρίαν καὶ τὴν ἀλκὴν αὐτῆς οὐχ ἡμᾶς χρὴ λέγειν, ἀλλʼ ὃς μεγαλοφωνότατος τῶν ποιητῶν Ὅμηρος· τὸν γὰρ ἄριστον τῶν ἡρώων ἐπαινέσαι ζητῶν οὐ λέοντι ἢ παρδάλει ἢ ὑῒ τὴν ἀλκὴν αὐτοῦ εἰκάζει, ἀλλὰ τῷ θάρσει τῆς μυίας καὶ τῷ ἀτρέστῳ καὶ λιπαρεῖ τῆς ἐπιχειρήσεως· οὐδὲ γὰρ θράσος ἀλλὰ θάρσος φησὶν αὐτῇ προσεῖναι.
至于它的勇气和力量,无需我们来诉说,而应由诗人中最洪亮的荷马来说;因为他为了赞美最杰出的英雄,并不将他的力量比作狮子、豹子或野猪,而是比作蝇的胆量以及其袭击时无畏而执着的精神;因为他说它所拥有的不是鲁莽,而是勇气。
καὶ γὰρ εἰργομένη, φησίν, ὅμως οὐκ ἀφίσταται, ἀλλʼ ἐφίεται τοῦ δήγματος.
他说,因为即使被驱赶,它依然不退缩,而是渴望叮咬。
οὕτω δὲ πάνυ ἐπαινεῖ καὶ ἀσπάζεται τὴν μυῖαν, ὥστε οὐχ ἅπαξ οὐδʼ ἐν ὀλίγοις μέμνηται αὐτῆς, ἀλλὰ πολλάκις· οὕτω κοσμεῖ τὰ ἔπη μνημονευομένη.
他如此赞美并喜爱这蝇,以至于并非一次或在少数地方提到它,而是频繁提起;它被提及,便如此装点着他的诗句。
ἄρτι μὲν τὴν ἀγελαίαν πτῆσιν αὐτῆς ἐπὶ τὸ γάλα διέρχεται, ἄρτι δὲ τὴν Ἀθηνᾶν, ὁπότε τοῦ Μενέλεω τὸ βέλος ἀποκρούεται, ὡς μὴ ἐπὶ τὰ καιριώτατα ἐμπέσοι, εἰκάζων μητρὶ κηδομένῃ κοιμωμένου αὐτῇ τοῦ βρέφους, τὴν μυῖαν αὖθις ἐπεισάγει τῷ παραδείγματι.
他时而详述它们成群飞向牛奶的情景,时而当雅典娜替墨涅拉俄斯拨开利箭以免射中要害时,将她比作看护熟睡婴儿的母亲,再次在比喻中引入了这蝇。
καὶ μὴν καὶ ἐπιθέτῳ καλλίστῳ αὐτὰς ἐκόσμησεν ἀδινὰς προσειπὼν καὶ τὴν ἀγέλην αὐτῶν ἔθνη καλῶν.
而且,他还用最美丽的修饰语来装点它们,称它们为“成群的”,并称它们的群体为“部族”。

词汇与语法注释

  1. §1ὅσον ἐμπίσι καὶ κώνωψι καὶ τοῖς ἔτι λεπτοτέροις παραβάλλειν — 限制性关系词 `ὅσον` 与不定式 `παραβάλλειν` 连用,表示限定范围,意为“在与……相比的范围内”。
  2. §2ἐνδεικνυμένης — 该分词为阴性单数属格现在分词,修饰前文的名词 `ᾠδῆς`(阴性单数属格,“歌声”),作定语成分,意为“(伴随着)并未展现出……的(歌声)”。
  3. §3πολὺ τοῦ κέρατος ἔχοντες — 动词 `ἔχω` 支配部分属格 `τοῦ κέρατος` 的用法,表示“带有很多……的性质”,此处指蝇的复眼带有许多坚硬角质(或角膜质)的特征。
  4. §3κοτυληδόνι κατὰ τὸ ἄκρον ἐοικυῖαν — 阴性单数宾格完了分词 `ἐοικυῖαν`(源自 `ἔοικα`)修饰关系从句中作为 `κατέχει` 直接宾语的关系代词 `ἣν`(其先行词为阴性名词 `προβοσκίς`“吻针”),意为“(吻针)其末端类似于吸盘”。
  5. §5ὡς μὴ ἁλίσκοιτο — 由 `ὡς μή` 引导的否定目的从句,使用祈愿式 `ἁλίσκοιτο`。由于主句动词 `ἐπιτηρεῖ` 与 `ὁρᾷ` 在叙事中充当历史现在时(相当于过去时),因而根据时态呼应原则,从句采用祈愿式而非虚拟式。

引用这一段

琉善, 蝇赞 §1-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg006.humanitext-grc2:1-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。