§5ὥστε εἰ τῶν ὤτων ἐκδεδεμένους τοὺς ἀνθρώπους πρὸς τὴν γλῶτταν ὁ γέρων οὗτος Ἡρακλῆς ἕλκει, μηδὲ τοῦτο θαυμάσῃς εἰδὼς τὴν ὤτων καὶ γλώττης συγγένειαν·
因此,如果这位年老的赫拉克勒斯将那些被绑住耳朵的人拖向他的舌头,只要你了解耳朵与舌头之间的亲缘关系,也就不要为此感到惊奇。
οὐδʼ ὕβρις εἰς αὐτόν, εἰ ταύτῃ τετρύπηται·
而且,即使他在此处被穿透,也并非对他的侮辱。
μέμνημαι γοῦν, ἔφη, καὶ κωμικῶν τινων ἰαμβείων παρʼ ὑμῶν μαθών, τοῖς γὰρ λάλοις ἐξ ἄκρου ἡ γλῶττα πᾶσίν ἐστι τετρυπημένη.
“事实上,”他说道,“我记得从你们那里学过的一些喜剧雅姆布斯诗句:‘因为所有唠叨的人,其舌尖都是被穿透的。
§6τὸ δʼ ὅλον καὶ αὐτὸν ἡμεῖς τὸν Ἡρακλέα λόγῳ τὰ πάντα ἡγούμεθα ἐξεργάσασθαι σοφὸν γενόμενον, καὶ πειθοῖ τὰ πλεῖστα βιάσασθαι.
’” 总之,我们认为赫拉克勒斯本人也是因为变得智慧,而用言语成就了一切,并用说服力征服了绝绝大多数事物。
καὶ τά γε βέλη αὐτοῦ οἱ λόγοι εἰσίν, οἶμαι, ὀξεῖς καὶ εὔστοχοι καὶ ταχεῖς καὶ τὰς ψυχὰς τιτρώσκοντες· πτερόεντα γοῦν τὰ ἔπη καὶ ὑμεῖς φατε εἶναι.
我想,他的箭就是言辞,它们犀利、准确、迅速,并能刺痛心灵;无论如何,你们不也说言语是长着翅膀的吗?
§7Τοσαῦτα μὲν ὁ Κελτός.
凯尔特人就说了这些。
ἐμοὶ δὲ ἡνίκα περὶ τῆς δεῦρο παρόδου ταύτης ἐσκοπούμην πρὸς ἐμαυτόν, εἴ μοι καλῶς ἔχει τηλικῷδε ὄντι καὶ πάλαι τῶν ἐπιδείξεων πεπαυμένῳ αὖθις ὑπὲρ ἐμαυτοῦ ψῆφον διδόναι τοσούτοις δικασταῖς, κατὰ καιρὸν ἐπῆλθεν ἀναμνησθῆναι τῆς εἰκόνος·
至于我,当我独自思量这次来到此地的登台,在如此高龄且早已停止公开演说的情况下,再次在这么多裁判官面前交付关于我自己的表决,对我来说是否合适时,我恰合时宜地想起了那幅画。
τέως μὲν γὰρ ἐδεδίειν, μή τινι ὑμῶν δόξαιμι κομιδῇ μειρακιώδη ταῦτα ποιεῖν καὶ παρʼ ἡλικίαν νεανιεύεσθαι, κᾆτά τις Ὁμηρικὸς νεανίσκος ἐπιπλήξειέν μοι εἰπὼν τὸ σὴ δὲ βίη λέλυται, καὶ χαλεπὸν γῆρας κατείληφέ σε, ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι, ἐς τοὺς πόδας τοῦτο ἀποσκώπτων.
因为在此之前,我一直害怕你们中的某个人会认为我做这些事完全是幼稚的举动,是不顾年龄地装作年轻,进而某个荷马史诗中的年轻人会责备我,说:“但你的力量已消解,艰难的老年已攫住了你,你的随从软弱无力,你的马匹也迟缓,”以此来嘲笑我的双脚。
ἀλλʼ ὅταν ἀναμνησθῶ τοῦ γέροντος ἐκείνου Ἡρακλέους, πάντα ποιεῖν προάγομαι καὶ οὐκ αἰδοῦμαι τοιαῦτα τολμῶν ἡλικιώτης ὢν τῆς εἰκόνος.
然而,每当我想到那个年老的赫拉克勒斯,我就被驱使着去尝试一切,并且不以敢于做出这种尝试为耻,因为我正处于和那幅画像相同的年纪。
§8ὥστε ἰσχὺς μὲν καὶ τάχος καὶ κάλλος καὶ ὅσα σώματος ἀγαθὰ χαιρέτω, καὶ ὁ Ἔρως ὁ σός, ὦ Τήϊε ποιητά, ἐσιδών με ὑποπόλιον τὸ γένειον χρυσοφαέννων εἰ βούλεται πτερύγων ταρσοῖς παραπετέσθω, καὶ ὁ Ἱπποκλείδης οὐ φροντιεῖ.
因此,让力量、速度、美貌以及一切身体的财富都去吧,还有,泰奥斯的诗人啊,你笔下的爱神厄洛斯,在看到我开始花白的胡须后,如果他愿意,就让他拍动那金光闪闪的双翼飞过去吧,反正“希波克里底斯不在乎”。
τῷ λόγῳ δὲ νῦν ἂν μάλιστα ἀνηβᾶν καὶ ἀνθεῖν καὶ ἀκμάζειν καθʼ ὥραν εἴη καὶ ἕλκειν τῶν ὤτων ὅσους ἂν πλείστους δύνηται, καὶ τοξεύειν πολλάκις, ὡς οὐδέν γε δέος μὴ κενωθεὶς λάθοι ὁ γωρυτὸς αὐτῷ.
而对于言论来说,现在正是它重获青春、繁茂盛开、并在恰当的季节达到顶峰的时候,并尽可能多地扯着人们的耳朵走,并且频繁射箭,因为根本不用担心他的箭筒会在不知不觉中变空。
ὁρᾷς ὅπως παραμυθοῦμαι τὴν ἡλικίαν καὶ τὸ γῆρας τὸ ἐμαυτοῦ.
你看,我就是这样来宽慰我自己的年纪和衰老的。
καὶ διὰ τοῦτο ἐτόλμησα πάλαι νενεωλκημένον τὸ ἀκάτιον κατασπάσας καὶ ἐκ τῶν ἐνόντων ἐπισκευάσας αὖθις ἀφεῖναι ἐς μέσον τὸ πέλαγος.
正是因为这个,我才敢把那艘早已搁浅的轻舟拖下水,用现有的材料修整一番,再次将它放行到大海之中。
εἴη δʼ, ὦ θεοί, καὶ τὰ παρʼ ὑμῶν ἐμπνεῦσαι δεξιά, ὡς νῦν γε μάλιστα πλησιστίου τε καὶ ἐσθλοῦ ἑταίρου ἀνέμου δεόμεθα, ἵνα, εἰ ἄξιοι φαινοίμεθα, καὶ ἡμῖν τὸ Ὁμηρικὸν ἐκεῖνο ἐπιφθέγξηταί τίς,
"οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
诸神啊,愿你们也从你们那里吹来吉利的风,因为现在我们尤其需要一阵能吹满风帆的、良伴般的好风,以便,如果我们被认为配得上,也有人会对我们吟诵出荷马的那句诗:“这位老人从破烂的衣服中露出了多么结实的大腿肉啊。
"
”