- 底本
- Lucian, Vol. 1. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg004.humanitext-grc2:5-8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ケルト人の語り手は、ヘラクレスの絵が言論の力強さと老境の知恵を表していると解説する。これを聞いた著者は勇気を得て、高齢ながらも再び聴衆の前で演説を行う決意を語る。
ὥστε εἰ τῶν ὤτων ἐκδεδεμένους τοὺς ἀνθρώπους πρὸς τὴν γλῶτταν ὁ γέρων οὗτος Ἡρακλῆς ἕλκει, μηδὲ τοῦτο θαυμάσῃς εἰδὼς τὴν ὤτων καὶ γλώττης συγγένειαν· οὐδʼ ὕβρις εἰς αὐτόν, εἰ ταύτῃ τετρύπηται· μέμνημαι γοῦν, ἔφη, καὶ κωμικῶν τινων ἰαμβείων παρʼ ὑμῶν μαθών, τοῖς γὰρ λάλοις ἐξ ἄκρου ἡ γλῶττα πᾶσίν ἐστι τετρυπημένη.1
それゆえ、もしこの老ヘラクレスが、耳を縛られた人々を自分の舌へと引っ張っているとしても、耳と舌の親縁性を知っているなら、このことも驚いてはなりません。また、彼がこの箇所を貫かれているとしても、彼に対する侮辱ではありません。「実際、私はあなた方から学んだ、ある喜劇のイアンボス詩を覚えています」と彼は言った。「『おしゃべりな者たちはみな、舌の先を貫かれている』というものです。」
τὸ δʼ ὅλον καὶ αὐτὸν ἡμεῖς τὸν Ἡρακλέα λόγῳ τὰ πάντα ἡγούμεθα ἐξεργάσασθαι σοφὸν γενόμενον, καὶ πειθοῖ τὰ πλεῖστα βιάσασθαι. καὶ τά γε βέλη αὐτοῦ οἱ λόγοι εἰσίν, οἶμαι, ὀξεῖς καὶ εὔστοχοι καὶ ταχεῖς καὶ τὰς ψυχὰς τιτρώσκοντες· πτερόεντα γοῦν τὰ ἔπη καὶ ὑμεῖς φατε εἶναι.
要するに私たちは、ヘラクレス自身も、知者となったことで万事を言論によって成し遂げ、説得によってその大半を従わせたのだと考えているのです。そして、彼の矢とは言葉のことなのだと思います。鋭く、的を射ており、素早く、魂を傷つけるのです。実際、あなた方も「言葉は翼を持つ」と言うではありませんか。
Τοσαῦτα μὲν ὁ Κελτός. ἐμοὶ δὲ ἡνίκα περὶ τῆς δεῦρο παρόδου ταύτης ἐσκοπούμην πρὸς ἐμαυτόν, εἴ μοι καλῶς ἔχει τηλικῷδε ὄντι καὶ πάλαι τῶν ἐπιδείξεων πεπαυμένῳ αὖθις ὑπὲρ ἐμαυτοῦ ψῆφον διδόναι τοσούτοις δικασταῖς, κατὰ καιρὸν ἐπῆλθεν2 ἀναμνησθῆναι τῆς εἰκόνος· τέως μὲν γὰρ ἐδεδίειν, μή τινι ὑμῶν δόξαιμι κομιδῇ μειρακιώδη ταῦτα ποιεῖν καὶ παρʼ ἡλικίαν νεανιεύεσθαι, κᾆτά τις Ὁμηρικὸς νεανίσκος ἐπιπλήξειέν μοι εἰπὼν τὸ σὴ δὲ βίη λέλυται, καὶ χαλεπὸν γῆρας κατείληφέ σε, ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι, ἐς τοὺς πόδας τοῦτο ἀποσκώπτων. ἀλλʼ ὅταν ἀναμνησθῶ τοῦ γέροντος ἐκείνου Ἡρακλέους, πάντα ποιεῖν προάγομαι καὶ οὐκ αἰδοῦμαι τοιαῦτα τολμῶν ἡλικιώτης ὢν τῆς εἰκόνος.
ケルト人はこのように語った。私といえば、今回のここへの登場について、この年齢であり、またとっくに公開演説をやめてしまっている自分が、これほど多くの裁判官を前に再び自分についての票を投じさせる(審判を仰ぐ)ことが、果たして自分にとって良いことなのだろうかと自問自答していた時、かの絵画を思い出すことが時宜を得て頭に浮かんだのである。というのも、それまでは、私はあなた方の誰かに、私がまったく若気のごとき振る舞いをしており、年齢にそぐわない若作りをしていると思われるのではないかと恐れていたし、さらには、ホメロスの登場人物である若者が「お前の力は失われ、厳しい老境がお前を捉えた。お前の従者は弱く、馬はのろい」という詩句を語って私を非難し、私の足の衰えを揶揄するのではないかと恐れていたからである。しかし、あの老ヘラクレスのことを思い出すと、私は何でも行う気にさせられ、その絵の人物と同年齢でありながらこのようなことにあえて挑むことを恥じとは思わないのである。
ὥστε ἰσχὺς μὲν καὶ τάχος καὶ κάλλος καὶ ὅσα σώματος ἀγαθὰ χαιρέτω, καὶ ὁ Ἔρως ὁ σός, ὦ Τήϊε ποιητά, ἐσιδών με ὑποπόλιον τὸ γένειον χρυσοφαέννων εἰ βούλεται πτερύγων ταρσοῖς παραπετέσθω, καὶ ὁ Ἱπποκλείδης οὐ φροντιεῖ. τῷ λόγῳ δὲ νῦν ἂν μάλιστα ἀνηβᾶν καὶ ἀνθεῖν καὶ ἀκμάζειν καθʼ ὥραν εἴη3 καὶ ἕλκειν τῶν ὤτων ὅσους ἂν πλείστους δύνηται, καὶ τοξεύειν πολλάκις, ὡς οὐδέν γε δέος μὴ κενωθεὶς λάθοι ὁ γωρυτὸς αὐτῷ.4 ὁρᾷς ὅπως παραμυθοῦμαι τὴν ἡλικίαν καὶ τὸ γῆρας τὸ ἐμαυτοῦ. καὶ διὰ τοῦτο ἐτόλμησα πάλαι νενεωλκημένον τὸ ἀκάτιον κατασπάσας καὶ ἐκ τῶν ἐνόντων ἐπισκευάσας αὖθις ἀφεῖναι ἐς μέσον τὸ πέλαγος. εἴη δʼ, ὦ θεοί, καὶ τὰ παρʼ ὑμῶν ἐμπνεῦσαι δεξιά,5 ὡς νῦν γε μάλιστα πλησιστίου τε καὶ ἐσθλοῦ ἑταίρου ἀνέμου δεόμεθα, ἵνα, εἰ ἄξιοι φαινοίμεθα, καὶ ἡμῖν τὸ Ὁμηρικὸν ἐκεῖνο ἐπιφθέγξηταί τίς, "οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει."
それゆえ、力や、素早さや、美しさや、肉体に関するすべての良いものたちよ、さらば。そして、テオスの詩人よ、あなたのエロスが、白髪混じりになった私の顎髭を見て、望むなら金色の翼の羽ばたきで私を通り過ぎて飛んでいくがよい。ヒッポクレイデスは気にかけないのだから。しかし、今こそ言論にとっては、若返り、咲き誇り、その季節にふさわしく全盛期にあり、できる限り多くの人々を耳から引っ張り、度々矢を放つべき時なのであろう。彼の矢筒がいつの間にか空になってしまう恐れなどまったくないのだから。私がどのようにして自分の年齢と老いを慰めているか、お分かりだろう。それゆえに私は、とっくに陸に引き上げられていた小舟を引き下ろし、手持ちの材料で修理をして、再び大海原へと送り出す勇気を持ったのだ。神々よ、どうかあなた方からの好意的な追い風をも吹き込んでくださいますように。なぜなら今こそ、私たちは帆をいっぱいに膨らませる、良き伴侶たる風を最も必要としているからである。そうして、もし私たちがそれに値すると思われるなら、誰かが私たちに対しても、あのホメロスの次の詩句を唱えてくれるかもしれない。「この老人が、襤褸の隙間から、何と見事な腿の筋肉をのぞかせていることか」と。
- 5τοῖς γὰρ λάλοις ἐξ ἄκρου ἡ γλῶττα πᾶσίν ἐστι τετρυπημένη
与格 τοῖς λάλοις ... πᾶσιν は所有の与格であり、ἡ γλῶττα を修飾する。「おしゃべりな者たちすべてにおいて、その舌は〜」という意味を表す。
- 7ἐμοὶ δὲ ἡνίκα περblockὶ τῆς δεῦρο παρόδου... κατὰ καιρὸν ἐπῆλθεν
与格 ἐμοὶ は非人称的に用いられている動詞 ἐπῆλθεν (〜に思い浮かんだ)の補語(受け手)である。文の途中で挿入される ἡνίκα 節、およびその内部の間接疑問節(εἴ 節)を挟むことで、主動詞 ἐπῆλθεν との語順が大きく離れている。
- 8τῷ λόγῳ δὲ νῦν ἂν μάλιστα ἀνηβᾶν καὶ ἀνθεῖν καὶ ἀκμάζειν καθʼ ὥραν εἴη
潜在的希求法 ἂν ... εἴη が非人称的(「〜することが可能である、〜するべき時である」)に用いられ、それに不定詞の並び(ἀνηβᾶν, ἀνθεῖν, ἀκμάζειν)が続いている。与格 τῷ λόγῳ はこの動作の主体、またはそれにかかわる関係物を示す。
- 8ὡς οὐδέν γε δέος μὴ κενωθεῖς λάθοι ὁ γωρυτὸς αὐτῷ
否定の μὴ 節は名詞 δέος (恐れ)を受けた懸念の節。動詞 λάθοι は補足分詞 κενωθεὶς と結びついて「気づかないうちに(いつの間にか)空になる」という意味をなし、全体として「彼の矢筒が空になる恐れはない」という二重否定的な文脈を形成する。与格 αὐτῷ は所有または関係を表す。
- 8εἴη δʼ, ὦ θεοί, καὶ τὰ παρʼ ὑμῶν ἐμπνεῦσαι δεξιά
εἴη は独立した願望の希求法であり、不定詞句 ἐμπνεῦσαι (吹くこと)を主語に取る。この不定詞の意味上の主語は、中性複数対格の τὰ παρʼ ὑμῶν δεξιά (神々から来る好意的なもの=追い風)である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 2 件
- 2026-11-15 AI校閲 — 訳文 3 件
