Humanitext Reader

琉善 · 赫拉克勒斯 §1-4

年老的凯尔特赫拉克勒斯与言论的力量

第 1 段,共 2 段 · 希腊语

内容简介

作者描述了一幅画作,其中凯尔特人将赫拉克勒斯(奥格米奥斯)描绘成一个古怪的老人,用系在他舌头上的精美锁链牵着人们的耳朵。身旁的一位凯尔特哲学家解释道,他们将言论(逻格斯)等同于赫拉克勒斯,其力量在老年达到巅峰。

§1τὸν Ἡρακλέα οἱ Κελτοὶ Ὄγμιον ὀνομάζουσι φωνῇ τῇ ἐπιχωρίῳ, τὸ δὲ εἶδος τοῦ θεοῦ πάνυ ἀλλόκοτον γράφουσι.
凯尔特人用当地语言将赫拉克勒斯称为奥格米奥斯,但他们把这位神明的外貌描绘得极其古怪。
γέρων ἐστὶν αὐτοῖς ἐς τὸ ἔσχατον, ἀναφαλαντίας, πολιὸς ἀκριβῶς ὅσαι λοιπαὶ τῶν τριχῶν, ῥυσὸς τὸ δέρμα καὶ διακεκαυμένος ἐς τὸ μελάντατον οἷοί εἰσιν οἱ θαλαττουργοὶ γέροντες·
在他们的笔下,他极其苍老,前额秃顶,残存的头发完全斑白,皮肤起皱并被晒得漆黑,就像在海上劳作的老人一样。
μᾶλλον δὲ Χάρωνα ἢ Ἰαπετόν τινα τῶν ὑποταρταρίων καὶ πάντα μᾶλλον ἢ Ἡρακλέα εἶναι ἂν εἰκάσειας.
事实上,你更愿意推测他是卡戎,或者是来自冥府的某个伊阿佩托斯,怎么看都不像是赫拉克勒斯。
ἀλλὰ καὶ τοιοῦτος ὢν ἔχει ὅμως τὴν σκευὴν τὴν Ἡρακλέους· καὶ γὰρ τὴν διφθέραν ἐνῆπται τὴν τοῦ λέοντος καὶ τὸ ῥόπαλον ἔχει ἐν τῇ δεξιᾷ καὶ τὸν γωρυτὸν παρήρτηται, καὶ τὸ τόξον ἐντεταμένον ἡ ἀριστερὰ προδείκνυσιν, καὶ ὅλος Ἡρακλῆς ἐστι ταῦτά γε.
然而,尽管如此,他依然持有赫拉克勒斯的装备;因为他身披狮皮,右手握着棍棒,身侧挂着箭筒,左手向前展示着拉满的弓,至少在这些特征上,他完全就是赫拉克勒斯。
§2ᾤμην οὖν ἐφʼ ὕβρει τῶν Ἑλληνίων θεῶν τοιαῦτα παρανομεῖν τοὺς Κελτοὺς ἐς τὴν μορφὴν τὴν Ἡρακλέους ἀμυνομένους αὐτὸν τῇ γραφῇ, ὅτι τὴν χώραν ποτὲ αὐτῶν ἐπῆλθεν λείαν ἐλαύνων, ὁπότε τὰς Γηρυόνου ἀγέλας ζητῶν κατέδραμε τὰ πολλὰ τῶν ἑσπερίων γενῶν.
因此,我认为凯尔特人为了侮辱希腊的神明,在赫拉克勒斯的形象上做出了这种违背常理的事,企图通过画作来向他复仇,因为他以前曾在驱赶战利品时侵入过他们的领土,那是他在寻找格律翁的牛群并席卷了大部分西方民族的时候。
§3καίτοι τὸ παραδοξότατον οὐδέπω ἔφην τῆς εἰκόνος·
然而,我还没有提到这幅画最不可思议的特征。
ὁ γὰρ δὴ γέρων Ἡρακλῆς ἐκεῖνος ἀνθρώπων πάμπολύ τι πλῆθος ἕλκει ἐκ τῶν ὤτων ἅπαντας δεδεμένους.
因为那个老赫拉克勒斯从耳朵上拽着极大的一群人,他们全都被绑着。
δεσμὰ δέ εἰσιν οἱ σειραὶ λεπταὶ χρυσοῦ καὶ ἠλέκτρου εἰργασμέναι ὅρμοις ἐοικυῖαι τοῖς καλλίστοις.
那些纽带是由金和琥珀制成精细锁链,就像最美丽的项链一样。
καὶ ὅμως ὑφʼ οὕτως ἀσθενῶν ἀγόμενοι οὔτε δρασμὸν βουλεύουσι, δυνάμενοι ἂν εὐμαρῶς, οὔτε ὅλως ἀντιτείνουσιν ἢ τοῖς ποσὶν ἀντερείδουσι πρὸς τὸ ἐναντίον τῆς ἀγωγῆς ἐξυπτιάζοντες, ἀλλὰ φαιδροὶ ἕπονται καὶ γεγηθότες καὶ τὸν ἄγοντα ἐπαινοῦντες, ἐπειγόμενοι ἅπαντες καὶ τῷ φθάνειν ἐθέλειν τὸν δεσμὸν ἐπιχαλῶντες, ἐοικότες ἀχθεσθησομένοις εἰ λυθήσονται.
然而,尽管被如此微弱的锁链牵着,他们既不企图逃跑(虽然他们很容易做到),也根本不反抗,或者把脚蹬在地上朝牵拉的相反方向往后仰。 相反,他们兴高采烈、满心欢喜地跟着,赞美着牵引他们的人,大家都急匆匆地,因为争先恐后而使锁链显得松弛,仿佛若是被释放反而会感到痛苦。
ὃ δὲ πάντων ἀτοπώτατον εἶναί μοι ἔδοξεν, οὐκ ὀκνήσω καὶ τοῦτο εἰπεῖν· οὐ γὰρ ἔχων ὁ ζωγράφος ὅθεν ἐξάψειε ταῖς σειραῖς τὰς ἀρχάς, ἅτε τῆς δεξιᾶς μὲν ἤδη τὸ ῥόπαλον, τῆς λαιᾶς δὲ τὸ τόξον ἐχούσης, τρυπήσας τοῦ θεοῦ τὴν γλῶτταν ἄκραν ἐξ ἐκείνης ἑλκομένους αὐτοὺς ἐποίησεν, καὶ ἐπέστραπταί γε εἰς τοὺς ἀγομένους μειδιῶν.
而最让我觉得荒谬的一点,我也毫不犹豫地指出来:因为画家没有地方可以系住锁链的末端——毕竟右手已经拿着棍棒,左手拿着弓——于是便穿透了这位神明舌尖,让他们从那里被拖拽着;而且他正回过头来,朝着那些被牵引的人微笑。
§4ταῦτʼ ἐγὼ μὲν ἐπὶ πολὺ εἱστήκειν ὁρῶν καὶ θαυμάζων καὶ ἀπορῶν καὶ ἀγανακτῶν· Κελτὸς δέ τις παρεστὼς οὐκ ἀπαίδευτος τὰ ἡμέτερα, ὡς ἔδειξεν ἀκριβῶς Ἑλλάδα φωνὴν ἀφιείς, φιλόσοφος, οἶμαι, τὰ ἐπιχώρια, Ἐγώ σοι, ἔφη, ὦ ξένε, λύσω τῆς γραφῆς τὸ αἴνιγμα· πάνυ γὰρ ταραττομένῳ ἔοικας πρὸς αὐτήν.
这些事情我伫立看了很久,既惊奇又困惑,甚至有些气恼;但身旁站着的一个凯尔特人,他并非不通晓我们的文化,因为他用纯正的希腊语清楚地表明了这一点——我想他是当地的一位哲学家——说道:“外邦人啊,让我来为你解开这幅画的谜团,因为你看着它似乎非常困惑。
τὸν λόγον ἡμεῖς οἱ Κελτοὶ οὐχ ὥσπερ ὑμεῖς οἱ Ἕλληνες Ἑρμῆν οἰόμεθα εἶναι, ἀλλʼ Ἡρακλεῖ αὐτὸν εἰκάζομεν, ὅτι παρὰ πολὺ τοῦ Ἑρμοῦ ἰσχυρότερος οὗτος.
我们凯尔特人并不像你们希腊人那样认为言路是赫尔墨斯,而是将它比作赫拉克勒斯,因为赫拉克勒斯比赫尔墨斯要强得多。
εἰ δὲ γέρων πεποίηται, μὴ θαυμάσῃς· μόνος γὰρ ὁ λόγος ἐν γήρᾳ φιλεῖ ἐντελῆ ἐπιδείκνυσθαι τὴν ἀκμήν, εἴ γε ἀληθῆ ὑμῶν οἱ ποιηταὶ λέγουσιν, ὅτι αἱ μὲν τῶν ὁπλοτέρων φρένες ἠερέθονται, τὸ δὲ γῆρας ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
如果他被塑造成一个老人,请不要惊讶;因为只有言路才喜欢在老年展现出它完全的鼎盛,如果你们的诗人说的是真话——他们说年轻人的心思飘忽不定,而老年人比年轻人更能说出充满智慧的话。
οὕτω γέ τοι καὶ τοῦ Νέστορος ὑμῖν ἀπορρεῖ ἐκ τῆς γλώττης τὸ μέλι, καὶ οἱ ἀγορηταὶ τῶν Τρώων τὴν ὄπα ἀφιᾶσιν εὐανθῆ τινα· λείρια γὰρ καλεῖται, εἴ γε μέμνημαι, τὰ ἄνθη.
确实,你们的涅斯托尔的舌头上流淌着蜜,特洛伊的演说家们也发出如花般的声音——如果我没记错的话,那些花被称为百合花。 ”

词汇与语法注释

  1. §1εἶναι ἂν εἰκάσειας — 带有助词 ἄν 的祈愿语气(ἂν εἰκάσειας)表示现在或未来的可能性(“你会推测……”)。不定式 εἶναι 作为动词 εἰκάσειας 的补充不定式,意为“是……”。
  2. §3ἐοικότες ἀχθεσθησομένοις εἰ λυθήσονται — 分词 ἐοικότες(“好像、类似于”)要求接与格,因此将来被动分词 ἀχθεσθησομένοις 使用了与格。条件从句 εἰ λυθήσονται(使用将来直陈式)表示未来的假设(“如果被释放”),作为分词所描述状态的前提条件。
  3. §4τὰ ἡμέτερα — 作为关系宾格(或限定宾格),修饰形容词 ἀπαίδευτος(“无教养的、不通晓的”),表示在哪个方面:“在我们(希腊)的事情上无教养”。

引用这一段

琉善, 赫拉克勒斯 §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg004.humanitext-grc2:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。