§1.4ἤδη δὲ καὶ περὶ τοῦ ἀφεῖναι τὴν ἀρχὴν καὶ καταθέσθαι τὴν δυναστείαν ἐσκοπούμην, ὅπως μόνον ἀσφαλῶς παύσαιτο ἄν τις ἐννοῶν, ἐπεὶ τό γε ἄρχειν αὐτὸ καὶ πάντα πράττειν ἐπαχθὲς ἤδη καὶ σὺν φθόνῳ καματηρὸν ἐδόκει μοι εἶναι· τὸ δʼ ὅπως μηκέτι τοιαύτης τινὸς θεραπείας δεήσεται ἡ πόλις, τοῦτʼ ἐζήτουν ἔτι.
那时,我已经开始考虑放弃政权并卸下统治,仅考虑着如何能安全地卸任,因为在我看来,统治本身以及处理一切事务已经是沉重的负担,且充满了嫉妒与劳顿;但我仍在寻找如何能使城邦不再需要此类医治。
κἀγὼ μὲν ὁ ἀρχαῖος περὶ ταῦτα εἶχον, οἱ δὲ ἤδη τε συνίσταντο ἐπʼ ἐμὲ καὶ περὶ τοῦ τρόπου τῆς ἐπιβουλῆς καὶ ἀποστάσεως ἐσκοποῦντο καὶ συνωμοσίας συνεκρότουν καὶ ὅπλα ἤθροιζον καὶ χρήματα ἐπορίζοντο καὶ τοὺς ἀστυγείτονας ἐπεκαλοῦντο καὶ εἰς τὴν Ἑλλάδα παρὰ Λακεδαιμονίους καὶ Ἀθηναίους ἐπρεσβεύοντο·
正当过去的我致力于这些事情时,他们已经开始图谋反抗我,商讨阴谋和叛乱的方式,组织阴谋集团,聚集武器,筹集资金,呼吁邻邦,并派遣使节前往希腊的拉刻代蒙人和雅典人那里。
ἃ μὲν γὰρ περὶ ἐμοῦ αὐτοῦ, εἰ ληφθείην, ἐδέδοκτο ἤδη αὐτοῖς καὶ ὅπως με αὐτοχειρίᾳ διασπάσεσθαι ἠπείλουν καὶ ἃς κολάσεις ἐπενόουν, δημοσίᾳ στρεβλούμενοι ἐξεῖπον.
因为如果我被捕,他们已经决定好要对我个人做些什么,他们如何威胁要亲手将我撕碎,以及他们所设计的种种酷刑,这些都由在公共场合受严刑拷打的人供认了出来。
τοῦ μὲν δὴ μηδὲν παθεῖν τοιοῦτον οἱ θεοὶ αἴτιοι φωράσαντες τὴν ἐπιβουλήν, καὶ μάλιστά γε ὁ Πύθιος ὀνείρατά τε προδείξας καὶ τοὺς μηνύσοντας ἕκαστα ἐπιπέμπων.
而我之所以没有遭受任何此类厄运,全靠神明查明了阴谋,尤其是皮托神通过梦境预示,并派遣密告者报告了每一件细节。
§1.5ἐγὼ δὲ ἐνταῦθα ἤδη ὑμᾶς, ὦ Δελφοί, ἐπὶ τοῦ αὐτοῦ δέους νῦν τῷ λογισμῷ γενομένους ἀξιῶ περὶ τῶν τότε πρακτέων μοι συμβουλεῦσαι, ὅτε ἀφύλακτος ὀλίγου δεῖν ληφθεὶς ἐζήτουν τινὰ σωτηρίαν περὶ τῶν παρόντων.
因此,德尔斐的居民们,我请求你们现在在思想上设身于当时同样的恐惧中,为我当时应当采取的行动提出建议——那时,我几乎在毫无防备的情况下被捕,正在为眼前的处境寻找某种解救之策。
πρὸς ὀλίγον οὖν τῇ γνώμῃ ἐς Ἀκράγαντα παρʼ ἐμὲ ἀποδημήσαντες καὶ ἰδόντες τὰς παρασκευὰς αὐτῶν καὶ τὰς ἀπειλὰς ἀκούσαντες εἴπατε τί δεῖ ποιεῖν;
请你们在脑海中暂时旅居到我在阿克拉加斯的地方,亲眼看看他们的准备,听听他们的威胁,然后告诉我:我该怎么做?
φιλανθρωπίᾳ χρῆσθαι πρὸς αὐτοὺς ἔτι καὶ φείδεσθαι καὶ ἀνέχεσθαι ὅσον αὐτίκα μελλήσοντα πείσεσθαι τὰ ὕστατα;
是继续对他们施以仁爱、予以宽容,并忍受自己随时都将遭受灭顶之灾吗?
μᾶλλον δὲ γυμνὴν ἤδη ὑπέχειν τὴν σφαγὴν καὶ τὰ φίλτατα ἐν ὀφθαλμοῖς ὁρᾶν ἀπολλύμενα;
还是宁可现在就伸出赤裸的脖颈任其宰割,眼睁睁地看着最亲爱的人在眼前毁灭?
ἢ τὰ μὲν τοιαῦτα πάνυ ἠλιθίου τινὸς εἶναι, γενναῖα δὲ καὶ ἀνδρώδη διανοηθέντα καὶ χολὴν ἔμφρονος καὶ ἠδικημένου ἀνδρὸς ἀναλαβόντα μετελθεῖν ἐκείνους, ἐμαυτῷ δὲ ἐκ τῶν ἐνόντων τὴν ἐς τὸ ἐπιὸν ἀσφάλειαν παρασχεῖν;
或者是,这样的举动完全属于极愚蠢之人,而应当怀着高尚且刚毅的志向,激起一个明智且受委屈之人的愤怒,去追讨他们,并尽力为自己提供未来的安全保障?
ταῦτʼ οἶδʼ ὅτι συνεβουλεύσατε ἄν.
我知道这正是你们会给出的建议。
§1.6τί οὖν ἐγὼ μετὰ τοῦτο ἐποίησα;
那么,在此之后我做了什么?
μεταστειλάμενος τοὺς αἰτίους καὶ λόγου μεταδοὺς αὐτοῖς καὶ τοὺς ἐλέγχους παραγαγὼν καὶ σαφῶς ἐξελέγξας ἕκαστα, ἐπεὶ μηδʼ αὐτοὶ ἔτι ἔξαρνοι ἦσαν, ἠμυνόμην ἀγανακτῶν τὸ πλέον οὐχ ὅτι ἐπεβεβουλεύμην, ἀλλʼ ὅτι μὴ εἰάθην ὑπʼ αὐτῶν ἐν ἐκείνῃ τῇ προαιρέσει μεῖναι, ἣν ἐξ ἀρχῆς ἐνεστησάμην.
在召集了罪魁祸首、给予他们申辩机会、出示了证据并清楚地揭露了每一个细节之后,由于他们自己也无法再否认,我便对他们进行了惩罚。 我感到愤慨,更多不是因为自己被阴谋陷害,而是因为我未被他们允许留在我从一开始就确立的那个方针中。
καὶ τὸ ἀπʼ ἐκείνου φυλάττων μὲν ἐμαυτὸν διατελῶ, ἐκείνων δὲ τοὺς ἀεὶ ἐπιβουλεύοντάς μοι κολάζων.
自此以后,我一直保护着自己,并惩罚那些不断图谋陷害我的人。
εἶθʼ οἱ ἄνθρωποι ἐμὲ τῆς ὠμότητος αἰτιῶνται οὐκέτι λογιζόμενοι παρὰ ποτέρου ἡμῶν ἦν ἡ πρώτη τούτων ἀρχή, συνελόντες δὲ τἀν μέσῳ καὶ ἐφʼ οἷς ἐκολάζοντο τὰς τιμωρίας αὐτὰς ᾐτιῶντο καὶ τὰς δοκούσας ἐν αὐταῖς ὠμότητας, ὅμοιον ὡς εἴ τις παρʼ ὑμῖν ἱερόσυλόν τινα ἰδὼν ἀπὸ τῆς πέτρας ῥιπτόμενον ἃ μὲν ἐτόλμησε μὴ λογίζοιτο, ὡς νύκτωρ ἐς τὸ ἱερὸν παρῆλθε καὶ κατέσπασε τὰ ἀναθήματα καὶ τοῦ ξοάνου ἥψατο, κατηγοροίη δὲ ὑμῶν πολλὴν τὴν ἀγριότητα, ὅτι Ἕλληνές τε καὶ ἱεροὶ εἶναι λέγοντες ὑπεμείνατε ἄνθρωπον Ἕλληνα πλησίον τοῦ ἱεροῦ — καὶ γὰρ οὐ πάνυ πόρρω τῆς πόλεως εἶναι λέγεται ἡ πέτρα — κολάσει τοιαύτῃ περιβαλεῖν.
然而,人们却指责我残酷,不再考虑我们双方中究竟是谁先发起了这一切,而是省略了中间的经过,不去指责他们被惩罚的因由,反而指责这些刑罚本身以及其中所显现出的残酷。 这就像如果有人在你们那里,看到一个亵渎神庙者被从悬崖上扔下去,却不考虑他的所作所为——他如何夜间潜入神庙、扯下献纳物并触碰了神像,反而指责你们极其残暴,说你们自称是希腊人且是神圣的,却容忍在神庙附近(因为据说那块悬崖距离城市并不太远)将一个希腊人处以如此的刑罚。
ἀλλʼ, οἶμαι, αὐτοὶ καταγελάσεσθε, ἢν ταῦτα λέγῃ τις καθʼ ὑμῶν, καὶ οἱ ἄλλοι πάντες ἐπαινέσονται ὑμῶν τὴν κατὰ τῶν ἀσεβούντων ὠμότητα.
但我认为,如果有人对你们说出这样的话,你们自己也会付之一笑,而其他所有人都会赞美你们对不敬神者的残酷。