§1.1ἔπεμψεν ἡμᾶς, ὦ Δελφοί, ὁ ἡμέτερος δυνάστης Φάλαρις ἄξοντας τῷ θεῷ τὸν ταῦρον τοῦτον καὶ ὑμῖν διαλεξομένους τὰ εἰκότα ὑπέρ τε αὐτοῦ ἐκείνου καὶ ὑπὲρ τοῦ ἀναθήματος.
德尔斐的居民们,我们的统治者法拉里斯派遣我们来,是为了向神明献上这头公牛,并为了他自己以及这件献纳物向你们作一番合乎情理的陈述。
ὧν μὲν οὖν ἕνεκα ἥκομεν, ταῦτά ἐστιν· ἃ δέ γε πρὸς ὑμᾶς ἐπέστειλεν τάδε· ἐγώ, φησίν, ὦ Δελφοί, καὶ παρὰ πᾶσι μὲν τοῖς Ἕλλησι τοιοῦτος ὑπολαμβάνεσθαι ὁποῖός εἰμι, ἀλλὰ μὴ ὁποῖον ἡ παρὰ τῶν μισούντων καὶ φθονούντων φήμη ταῖς τῶν ἀγνοούντων ἀκοαῖς παραδέδωκεν, ἀντὶ τῶν πάντων ἀλλαξαίμην ἄν, μάλιστα δὲ παρʼ ὑμῖν, ὅσῳ ἱεροί τέ ἐστε καὶ πάρεδροι τοῦ Πυθίου καὶ μόνον οὐ σύνοικοι καὶ ὁμωρόφιοι τοῦ θεοῦ.
那么,我们来这里的目的就是这些;而他向你们传达的话则是:他说:“德尔斐的居民们,我愿用一切换取在所有希腊人面前被视作我真实的模样,而不是被视作那些憎恨和嫉妒我的人通过传言送入无知者耳中的形象;而我最希望在你们当中获得这样的理解,因为你们是神圣的,是皮托神的座前近侍,几乎可以说与神明同住,并在同一屋檐之下。
ἡγοῦμαι γάρ, εἰ ὑμῖν ἀπολογησαίμην καὶ πείσαιμι μάτην ὠμὸς ὑπειλῆφθαι, καὶ τοῖς ἄλλοις ἅπασι διʼ ὑμῶν ἀπολελογημένος ἔσεσθαι.
因为我相信,如果我向你们做出辩白,并使你们相信我是被无端误解为残酷的,那么通过你们,我也就向其他所有人做出了辩白。
καλῶ δὲ ὧν ἐρῶ τὸν θεὸν αὐτὸν μάρτυρα, ὃν οὐκ ἔνι δή που παραλογίσασθαι καὶ ψευδεῖ λόγῳ παραγαγεῖν· ἀνθρώπους μὲν γὰρ ἴσως ἐξαπατῆσαι ῥᾴδιον, θεὸν δέ, καὶ μάλιστα τοῦτον, διαλαθεῖν ἀδύνατον.
我召唤神明亲自作为我将要说的话的证人,而欺骗神明或用虚假的言语误导祂,显然是不可能的;因为欺骗凡人或许容易,但要避开神明的耳目,尤其是这位神明,则是绝不可能的。
§1.2ἐγὼ γὰρ οὐ τῶν ἀφανῶν ἐν Ἀκράγαντι ὤν, ἀλλʼ εἰ καί τις ἄλλος εὖ γεγονὼς καὶ τραφεὶς ἐλευθερίως καὶ παιδείᾳ προσεσχηκώς, ἀεὶ διετέλουν τῇ μὲν πόλει δημοτικὸν ἐμαυτὸν παρέχων, τοῖς δὲ συμπολιτευομένοις ἐπιεικῆ καὶ μέτριον, βίαιον δὲ ἢ σκαιὸν ἢ ὑβριστικὸν ἢ αὐθέκαστον οὐδεὶς οὐδὲν ἐπεκάλει μου τῷ προτέρῳ ἐκείνῳ βίῳ.
” 因为我在阿克拉加斯并不是一个无名之辈,相反,如果是其他任何享有高贵出身、接受过自由教育并致力于学术的人,我一直对城邦表现得民主,对共同执政的公民同胞们表现得友善和温和,在我的前半生中,没有人指责我有任何粗暴、愚蠢、傲慢或独断独行的行为。
ἐπειδὴ δὲ ἑώρων τοὺς τἀναντία μοι πολιτευομένους ἐπιβουλεύοντας καὶ ἐξ ἅπαντος τρόπου ἀνελεῖν με ζητοῦντας — διῄρητο δὲ ἡμῶν τότε ἡ πόλις — μίαν ταύτην ἀποφυγὴν καὶ ἀσφάλειαν εὕρισκον, τὴν αὐτὴν ἅμα καὶ τῇ πόλει σωτηρίαν, εἰ ἐπιθέμενος τῇ ἀρχῇ ἐκείνους μὲν ἀναστείλαιμι καὶ παύσαιμι ἐπιβουλεύοντας, τὴν πόλιν δὲ σωφρονεῖν καταναγκάσαιμι·
然而,当我看到那些政治立场与我相反的人在图谋陷害我,并千方百计想要置我于死地时——当时我们的城邦正处于分裂之中——我发现这唯一的避难所和安全保障,同时也是城邦的救星,那就是夺取政权,以此遏制他们并阻止他们的阴谋,迫使城邦恢复秩序。
καὶ ἦσαν γὰρ οὐκ ὀλίγοι ταῦτα ἐπαινοῦντες, ἄνδρες μέτριοι καὶ φιλοπόλιδες, οἳ καὶ τὴν γνώμην ᾔδεσαν τὴν ἐμὴν καὶ τῆς ἐπιχειρήσεως τὴν ἀνάγκην· τούτοις οὖν συναγωνισταῖς χρησάμενος ῥᾳδίως ἐκράτησα.
事实上,赞同这一点的人不在少数,他们是一些温和而爱国的人,既了解我的真实意图,也明白这一举动的必然性;因此,我以他们为同盟,轻易地取得了胜利。
§1.3τοὐντεῦθεν οἱ μὲν οὐκέτι ἐτάραττον, ἀλλʼ ὑπήκουον, ἐγὼ δὲ ἦρχον, ἡ πόλις δὲ ἀστασίαστος ἦν.
自此,他们不再制造混乱,而是顺从,我进行统治,城邦也免于内讧。
σφαγὰς δὲ ἢ ἐλάσεις ἢ δημεύσεις οὐδὲ κατὰ τῶν ἐπιβεβουλευκότων εἰργαζόμην, καίτοι ἀναγκαῖον ὂν τὰ τοιαῦτα τολμᾶν ἐν ἀρχῇ τῆς δυναστείας μάλιστα.
我甚至没有对图谋陷害我的人进行屠杀、驱逐或没收财产,尽管在统治之初,冒着风险采取此类手段往往是最不可避免的。
φιλανθρωπίᾳ γὰρ καὶ πρᾳότητι καὶ τῷ ἡμέρῳ κἀξ ἰσοτιμίας θαυμασίως ἐγὼ ἤλπιζον ἐς τὸ πείθεσθαι προσάξεσθαι τούτους.
因为我曾奇迹般地寄希望于通过仁爱、温和,以及基于平等地位的友善态度,使他们心悦诚服。
εὐθὺς γοῦν τοῖς μὲν ἐχθροῖς ἐσπείσμην καὶ διηλλάγμην, καὶ συμβούλοις καὶ συνεστίοις ἐχρώμην τοῖς πλείστοις αὐτῶν.
无论如何,我立刻与敌手们达成和解并重归于好,甚至将他们中的大多数人作为顾问和同席共餐的伙伴。
τὴν δὲ πόλιν αὐτὴν ὁρῶν ὀλιγωρίᾳ τῶν προεστώτων διεφθαρμένην, τῶν πολλῶν κλεπτόντων, μᾶλλον δὲ ἁρπαζόντων τὰ κοινά, ὑδάτων τε ἐπιρροίαις ἀνεκτησάμην καὶ οἰκοδομημάτων ἀναστάσεσιν ἐκόσμησα καὶ τειχῶν περιβολῇ ἐκράτυνα καὶ τὰς προσόδους, ὅσαι ἦσαν κοιναί, τῇ τῶν ἐφεστώτων ἐπιμελείᾳ ῥᾳδίως ἐπηύξησα καὶ τῆς νεολαίας ἐπεμελούμην καὶ τῶν γερόντων προὐνόουν καὶ τὸν δῆμον ἐν θέαις καὶ διανομαῖς καὶ πανηγύρεσι καὶ δημοθοινίαις διῆγον, ὕβρεις δὲ παρθένων ἢ ἐφήβων διαφθοραὶ ἢ γυναικῶν ἀπαγωγαὶ ἢ δορυφόρων ἐπιπέμψεις ἢ δεσποτική τις ἀπειλὴ ἀποτρόπαιά μοι καὶ ἀκοῦσαι ἦν.
另外,我看到城邦本身由于领导者的怠忽职守而废弛,许多人窃取、甚至掠夺公物,我便通过引入水源重建了城邦,通过建造建筑物美化了它,通过修筑围墙巩固了它,并在管理者的精心照料下轻易地增加了公共财政收入,我还关怀青年,照顾老人,通过戏剧、分配物资、节日盛典和公宴使民众安居乐业。 而对少女的凌辱、青年的堕落、妇女的拐劫、派遣近卫军或任何专制的恐吓,对我来说都是听之也觉厌恶的事。