§20.99.1Δημήτριος δὲ τὴν τῆς πόλεως ἅλωσιν ὑπολαβὼν ἐκ τῶν χειρῶν αὐτοῦ τὴν τύχην ἀφῃρῆσθαι πάλιν παρεσκευάζετο πρὸς τὴν πολιορκίαν.
然而德米特里认为,攻占该城的胜利已被命运从他手中夺走,于是他再次准备进行围攻。
εἶτα τοῦ πατρὸς αὐτῷ γράψαντος διαλύσασθαι πρὸς Ῥοδίους ὡς ἄν ποτε δύνηται, τὸν κάλλιστον ἐπετήρει καιρόν, δώσοντα προφάσεις εὐλόγους τῆς συνθέσεως.
随后,在他的父亲写信给他,要求他尽一切可能与罗得岛人达成和解之后,他便开始等待最有利的时机,以便为达成协议提供合理的借口。
§20.99.2Πτολεμαίου δὲ γράψαντος τοῖς Ῥοδίοις τὸ μὲν πρῶτον ὅτι πέμψει σίτου πλῆθος αὐτοῖς καὶ στρατιώτας τρισχιλίους, μετὰ δὲ ταῦτα συμβουλεύοντος, ἐὰν ᾖ δυνατόν, μετρίως διαλύσασθαι πρὸς Ἀντίγονον, ἅπαντες ἔρεπον πρὸς τὴν εἰρήνην.
另一方面,当普托勒密给罗得岛人写信,起初表示他将向他们运送大量粮食和三千名士兵,之后又建议他们,如果可能的话,在温和的条件下与安提柯和解时,所有人便都倾向于和平。
§20.99.3καθʼ ὃν δὴ χρόνον τοῦ κοινοῦ τῶν Αἰτωλῶν ἀποστείλαντος πρεσβευτὰς περὶ διαλύσεων οἱ Ῥόδιοι συνέθεντο πρὸς Δημήτριον ἐπὶ τοῖσδε, αὐτόνομον καὶ ἀφρούρητον εἶναι τὴν πόλιν καὶ ἔχειν τὰς ἰδίας προσόδους, συμμαχεῖν δὲ Ῥοδίους Ἀντιγόνῳ πλὴν ἐὰν ἐπὶ Πτολεμαῖον στρατεύηται, καὶ δοῦναι τῶν πολιτῶν ὁμήρους ἑκατὸν οὓς ἂν ἀπογράψηται Δημήτριος πλὴν τῶν ἀρχὰς ἐχόντων.
正是在这个时候,由于埃托利亚同盟派遣了关于和解的使节,罗得岛人与德米特里按照以下条件达成了协议:该城应是自治且无驻军的,并拥有自己的财政收入;罗得岛人应与安提柯结盟,除非他是对普托勒密进行征讨;此外,他们应从公民中提供一百名人质,由德米特里指定登记,但担任官职的人除外。