§20.98.1ἅμα δὲ τούτοις πραττομένοις Πτολεμαῖος μὲν ὁ βασιλεὺς ἀπέστειλε τοῖς Ῥοδίοις σῖτον καὶ τὴν ἄλλην ἀγορὰν οὐκ ἐλάττονα τῆς πρότερον ἐκπεμφθείσης καὶ στρατιώτας χιλίους καὶ πεντακοσίους, ὧν ἦν ἡγεμὼν Ἀντίγονος ὁ Μακεδών.
在这些事情进行的同时,普托勒密国王向罗得岛人送去了不亚于先前所运送的粮食和其他物资,以及一千五百名士兵,其指挥官是马其顿人安提柯。
§20.98.2καθʼ ὃν δὴ χρόνον ἧκον πρὸς τὸν Δημήτριον πρέσβεις παρά τε Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλληνίδων πόλεων, τὸν ἀριθμὸν μὲν ὄντες ὑπὲρ τοὺς πεντήκοντα, πάντες δὲ ἀξιοῦντες διαλύσασθαι τὸν βασιλέα πρὸς τοὺς Ῥοδίους.
正是在这个时候,雅典人和其他希腊城市的使节来到德米特里这里,人数超过五十人,所有人都在请求国王与罗得岛人达成和解。
§20.98.3γενομένων οὖν ἀνοχῶν καὶ πολλῶν καὶ παντοδαπῶν ῥηθέντων λόγων πρός τε τὸν δῆμον καὶ πρὸς τοὺς περὶ τὸν Δημήτριον οὐδαμῶς ἐδυνήθησαν συμφωνῆσαι· διόπερ οἱ πρέσβεις ἀπῆλθον ἄπρακτοι.
于是双方达成了停战,并向民众以及德米特里身边的人发表了许多各种各样的言论,但他们却无法达成一致;因此使节们未获成果便离去了。
§20.98.4Δημήτριος δὲ διανοηθεὶς νυκτὸς ἐπιθέσθαι τῇ πόλει κατὰ τὸ πεπτωκὸς τοῦ τείχους ἐπέλεξε τῶν τε μαχίμων τοὺς κρατίστους καὶ τῶν ἄλλων τοὺς εὐθέτους εἰς χιλίους καὶ πεντακοσίους.
德米特里计划在夜间从城墙崩塌处袭击该城,他从战斗人员中选拔了最强壮的,并从其他人中选拔了最合适的,共约一千五百人。
§20.98.5τούτους μὲν οὖν προσέταξεν ἡσυχῇ προσελθεῖν τῷ τείχει περὶ δευτέραν φυλακήν, αὐτὸς δὲ διασκευάσας παρήγγειλε τοῖς ἐφʼ ἑκάστῳ μέρει τεταγμένοις, ὅταν σημήνῃ, συναλαλάξαι καὶ προσβολὰς ποιεῖσθαι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
于是他命令这些人于第二次更鼓时分悄悄接近城墙,而他自己整顿好军队,向部署在各处的人发出指令,一旦他发出信号,就一起高呼呐喊,并从陆地和海上发起进攻。
§20.98.6πάντων δὲ τὸ παραγγελθὲν ποιούντων οἱ μὲν ἐπὶ τὰ πεπτωκότα τῶν τειχῶν ὁρμήσαντες τοὺς προφυλάττοντας ἐπὶ τῆς τάφρου κατασφάξαντες παρεισέπεσον εἰς τὴν πόλιν καὶ τοὺς περὶ τὸ θέατρον τόπους κατελαμβάνοντο· §20.98.7οἱ δὲ τῶν Ῥοδίων πρυτάνεις πυθόμενοι τὸ συμβεβηκὸς καὶ τὴν πόλιν ὁρῶντες ἅπασαν τεθορυβημένην τοῖς μὲν ἐπὶ τοῦ λιμένος καὶ τῶν τειχῶν παρήγγειλαν μένειν ἐπὶ τῆς ἰδίας τάξεως καὶ τοὺς ἔξωθεν, ἂν προσβάλωσιν, ἀμύνασθαι, αὐτοὶ δʼ ἔχοντες τὸ τῶν ἐπιλέκτων σύστημα καὶ τοὺς ἀπὸ τῆς Ἀλεξανδρείας προσφάτως καταπεπλευκότας στρατιώτας ὥρμησαν ἐπὶ τοὺς ἐντὸς τοῦ τείχους παρεισπεπτωκότας.
当所有人执行命令时,那些冲向城墙崩塌处的人杀死了在壕沟旁前哨防守的人,突入城内并占领了剧场周围的地方;而罗得岛人的普鲁塔尼斯(行政官)得知了发生的事情,看到整个城市陷入混乱,便命令港口和城墙上的守军留在各自的岗位上,击退来自外部的进攻(如果有人进攻的话);而他们自己则率领精选的队伍和最近从亚历山大港航行而来的士兵,冲向突入城墙内部的敌军。
§20.98.8περικαταλαβούσης δʼ ἡμέρας καὶ τοῦ Δημητρίου τὸ σύσσημον ἄραντος οἱ μὲν τῷ λιμένι προσβαλόντες καὶ τὸ τεῖχος πάντοθεν περιεστρατοπεδευκότες συνηλάλαξαν, εὐθαρσεῖς ποιοῦντες τοὺς κατειληφότας μέρος τοῦ περὶ τὸ θέατρον τόπου, ὁ δὲ κατὰ τὴν πόλιν ὄχλος παίδων καὶ γυναικῶν ἐν φόβοις ἦν καὶ δάκρυσιν, ὡς τῆς πατρίδος κατὰ κράτος ἁλισκομένης.
黎明时分,德米特里升起了信号,那些袭击港口并在四面围攻城墙的人一同高呼呐喊,鼓励着那些已经占领了剧场周围部分地方的人;而城内的妇女和儿童则陷入了恐惧和泪水之中,仿佛他们的祖国正被强力攻占。
§20.98.9οὐ μὴν ἀλλὰ τοῖς παρεισπεσοῦσιν ἐντὸς τοῦ τείχους γενομένης μάχης πρὸς τοὺς Ῥοδίους καὶ πολλῶν παρʼ ἀμφοτέροις πεσόντων τὸ μὲν πρῶτον οὐδέτεροι τῆς ἰδίας τάξεως ἐξεχώρουν, μετὰ δὲ ταῦτα τῶν μὲν Ῥοδίων ἀεὶ πλειόνων γινομένων καὶ τὸν κίνδυνον ἑτοίμως ὑπομενόντων, ὡς ἂν ὑπὲρ πατρίδος καὶ τῶν μεγίστων ἀγωνιζομένων, τῶν δὲ τοῦ βασιλέως θλιβομένων Ἄλκιμος μὲν καὶ Μαντίας οἱ τὴν ἡγεμονίαν ἔχοντες πολλοῖς περιπεσόντες τραύμασιν ἐτελεύτησαν, τῶν δʼ ἄλλων οἱ πλεῖστοι οἱ μὲν ἐν χειρῶν νόμῳ διεφθάρησαν, οἱ δʼ ἥλωσαν, ὀλίγοι δὲ πρὸς τὸν βασιλέα φυγόντες διεσώθησαν.
然而,突入城内的人与罗得岛人发生战斗,双方都有许多人倒下,起初谁也没有从自己的岗位上退缩;但在那之后,随着罗得岛人人数不断增加,并随时准备承受危险(因为他们是在为祖国和最重大的利益而战),而国王的人马受到压制,担任指挥官的阿尔基摩斯和曼提亚斯身受多处重伤而阵亡,其余的大多数人在近战中被消灭,其他人被俘,只有少数人逃回国王那里得以幸存。
πολλοὶ δὲ καὶ τῶν Ῥοδίων ἀνῃρέθησαν, ἐν οἷς ἦν καὶ ὁ πρύτανις Δαμοτέλης ἐπʼ ἀρετῇ γενόμενος περίβλεπτος.
罗得岛人也有许多人被杀,其中也包括因其美德而备受瞩目的普鲁塔尼斯达摩特勒斯。