§20.97.1ἔπειτα γενομένης ἡμέρας προσέταξε τοῖς ὑπηρέταις ἀθροῖσαι τὰ βέλη τὰ πεσόντα παρὰ τῶν Ῥοδίων, ἐκ τούτων βουλόμενος συλλογίσασθαι τῶν ἐν τῇ πόλει τὴν παρασκευήν.
随后,天亮时分,他命令仆役搜集从罗得岛人那里落下的箭矢,希望以此评估城内居民的防备状况。
§20.97.2ὧν ταχὺ τὸ προσταχθὲν ποιησάντων ἠριθμήθησαν πυρφόροι μὲν τοῖς μεγέθεσι παντοῖοι πλείους τῶν ὀκτακοσίων, ὀξυβελεῖς δὲ οὐκ ἐλάττους τῶν χιλίων πεντακοσίων.
仆役们迅速执行了命令,经清点,各种大小的纵火器有八百多具,射箭机的箭矢不少于一千五百支。
τοσούτων δὲ βελῶν ἐνεχθέντων ἐν βραχεῖ χρόνῳ νυκτὸς ἐθαύμαζε τὴν χορηγίαν τῆς πόλεως καὶ τὴν ἐν τούτοις δαψίλειαν.
由于在夜间如此短的时间内射出了这么多武器,他对该城的供给和物资之充裕感到惊叹。
§20.97.3τότε μὲν οὖν ὁ Δημήτριος κατεσκεύασε τὰ πεπονηκότα τῶν ἔργων καὶ περί τε τὴν ταφὴν τῶν τελευτησάντων καὶ τὴν θεραπείαν τῶν τραυματιῶν ἐγίνετο.
当时,德米特里修缮了受损的攻城器械,并致力于埋葬死者和治疗伤员。
§20.97.4καθʼ ὃν δὴ χρόνον οἱ κατὰ τὴν πόλιν ἄνεσιν λαβόντες τῆς ἀπὸ τῶν μηχανῶν βίας ᾠκοδόμησαν τρίτον τεῖχος μηνοειδές, περιλαμβάνοντες τῇ μὲν περιφερείᾳ πάντα τὸν κινδυνεύοντα τόπον τοῦ τείχους·
正是在这段时间里,城内的人们得到了免受器械袭击的喘息之机,建造了第三道半月形城墙,用其弧形外周将所有处于危险之中的城墙部分包围起来。
οὐδὲν δʼ ἧττον καὶ τάφρῳ βαθείᾳ περιέλαβον τὸ πεπτωκὸς τοῦ τείχους, ὅπως μὴ δύνηται ῥᾳδίως ὁ βασιλεὺς ἐξ ἐφόδου μετὰ βάρους εἰσπεσεῖν εἰς τὴν πόλιν.
不仅如此,他们还用一条深沟将崩塌的城墙部分围住,使国王无法轻易率领大军乘势突入城内。
§20.97.5ἐξέπεμψαν δὲ καὶ ναῦς τῶν ἄριστα πλεουσῶν, Ἀμύνταν ἐπιστήσαντες ἡγεμόνα, ὃς ἐκπλεύσας πρὸς τὴν Περαίαν τῆς Ἀσίας ἐπεφάνη παραδόξως πειραταῖς τισιν ἀπεσταλμένοις ὑπὸ Δημητρίου.
他们还派出了几艘航行性能最好的船只,任命阿敏塔斯为指挥官。 他出航前往亚洲的佩莱亚,出人意料地出现在德米特里派遣的一些海盗面前。
οὗτοι δʼ εἶχον ἄφρακτα τρία, κράτιστοι δοκοῦντες εἶναι τῶν τῷ βασιλεῖ συστρατευόντων.
这些人拥有三艘无甲板船,被认为是随同国王参战者中最强悍的。
γενομένης δʼ ἐπʼ ὀλίγον χρόνον ναυμαχίας οἱ Ῥόδιοι βιασάμενοι τῶν νεῶν αὐτάνδρων ἐκυρίευσαν, ἐν οἷς ἦν καὶ Τιμοκλῆς ὁ ἀρχιπειρατής.
经过短暂的海战,罗得岛人以武力压倒对方,连人带船将其捕获,其中也包括海盗首领提摩克勒斯。
§20.97.6ἐπέπλευσαν δὲ καὶ τῶν ἐμπόρων τισὶ καὶ παρελόμενοι κέλητας οὐκ ὀλίγους γέμοντας σίτου τούτους τε καὶ τὰ τῶν πειρατῶν ἄφρακτα κατήγαγον εἰς τὴν Ῥόδον νυκτός, λαθόντες τοὺς πολεμίους.
他们还袭击了一些商船,夺取了不少满载粮食的轻快船,并在夜间避开敌人,将这些船只和海盗的无甲板船一同带回了罗得岛。
§20.97.7ὁ δὲ Δημήτριος ἐπισκευάσας τὰ πεπονηκότα τῶν ἔργων προσέβαλλε τῷ τείχει τὰς μηχανὰς καὶ πᾶσι τοῖς βέλεσιν ἀφειδῶς χρώμενος τοὺς μὲν ἐπὶ ταῖς ἐπάλξεσιν ἐφεστῶτας ἀνεῖρξε, τοῖς δὲ κριοῖς τύπτων τὸ συνεχὲς τοῦ τόπου δύο μὲν μεσοπύργια κατέβαλε, περὶ δὲ τὸν πύργον τὸν ἀνὰ μέσον τούτων φιλοτιμουμένοις τοῖς ἐκ τῆς πόλεως ἰσχυροὶ καὶ συνεχεῖς ἐκ διαδοχῆς ἀγῶνες ἐγίνοντο, ὥστε καὶ τὸν στρατηγὸν αὐτῶν Ἀνανίαν ἐκθύμως ἀγωνισάμενον ἀναιρεθῆναι καὶ συχνοὺς τῶν ἄλλων στρατιωτῶν ἀποθανεῖν.
而德米特里在修好受损的器械后,将器械推向城墙,并毫不吝惜地使用所有投射武器,击退了防守在女墙上的人。 他用破城槌连续撞击该处,推倒了两处城墙;而在这些城墙中间的塔楼周围,城内居民为了荣誉而奋勇抵抗,双方展开了激烈而持久的轮番交战,以至于他们的将军阿纳尼亚斯在英勇战斗后阵亡,其他许多士兵也战死沙场。