§20.98.1ἅμα δὲ τούτοις πραττομένοις Πτολεμαῖος μὲν ὁ βασιλεὺς ἀπέστειλε τοῖς Ῥοδίοις σῖτον καὶ τὴν ἄλλην ἀγορὰν οὐκ ἐλάττονα τῆς πρότερον ἐκπεμφθείσης καὶ στρατιώτας χιλίους καὶ πεντακοσίους, ὧν ἦν ἡγεμὼν Ἀντίγονος ὁ Μακεδών.
以上のことが行われているのと同時に、プトレマイオス王はロードス人に、前回送られたものに劣らない穀物とその他の食糧、およびマケドニア人アンティゴノスを指揮官とする千五百人の兵士を派遣した。
§20.98.2καθʼ ὃν δὴ χρόνον ἧκον πρὸς τὸν Δημήτριον πρέσβεις παρά τε Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλληνίδων πόλεων, τὸν ἀριθμὸν μὲν ὄντες ὑπὲρ τοὺς πεντήκοντα, πάντες δὲ ἀξιοῦντες διαλύσασθαι τὸν βασιλέα πρὸς τοὺς Ῥοδίους.
まさにその時、アテナイ人やその他のギリシア都市からの使節がデメトリオスのもとに到着したが、その数は五十人を超えており、皆が王に対してロードス人と和解するよう求めていた。
§20.98.3γενομένων οὖν ἀνοχῶν καὶ πολλῶν καὶ παντοδαπῶν ῥηθέντων λόγων πρός τε τὸν δῆμον καὶ πρὸς τοὺς περὶ τὸν Δημήτριον οὐδαμῶς ἐδυνήθησαν συμφωνῆσαι· διόπερ οἱ πρέσβεις ἀπῆλθον ἄπρακτοι.
そこで休戦が成立し、民衆に対してもデメトリオスの側近たちに対しても、多種多様な議論が交わされたが、どうしても合意に達することができず、それゆえ使節たちは何も得られないまま立ち去った。
§20.98.4Δημήτριος δὲ διανοηθεὶς νυκτὸς ἐπιθέσθαι τῇ πόλει κατὰ τὸ πεπτωκὸς τοῦ τείχους ἐπέλεξε τῶν τε μαχίμων τοὺς κρατίστους καὶ τῶν ἄλλων τοὺς εὐθέτους εἰς χιλίους καὶ πεντακοσίους.
デメトリオスは、夜間に城壁の崩壊した部分から市を襲撃することを企て、戦闘員の中から最も強健な者たちと、その他の者たちの中から適任な者たちを、合わせて千五百人ほど選抜した。
§20.98.5τούτους μὲν οὖν προσέταξεν ἡσυχῇ προσελθεῖν τῷ τείχει περὶ δευτέραν φυλακήν, αὐτὸς δὲ διασκευάσας παρήγγειλε τοῖς ἐφʼ ἑκάστῳ μέρει τεταγμένοις, ὅταν σημήνῃ, συναλαλάξαι καὶ προσβολὰς ποιεῖσθαι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
そして、彼らに対して第二交替見張りの頃に静かに城壁に接近するよう命じ、自らは部隊を整えて、合図があったら各自の配置場所で一斉に叫び声を上げ、陸海双方から突撃を行うよう命じた。
§20.98.6πάντων δὲ τὸ παραγγελθὲν ποιούντων οἱ μὲν ἐπὶ τὰ πεπτωκότα τῶν τειχῶν ὁρμήσαντες τοὺς προφυλάττοντας ἐπὶ τῆς τάφρου κατασφάξαντες παρεισέπεσον εἰς τὴν πόλιν καὶ τοὺς περὶ τὸ θέατρον τόπους κατελαμβάνοντο·
皆が命じられた通りに行動すると、城壁の崩壊した部分へと突進した者たちは、堀のところで前哨警備をしていた者たちを斬り殺して市内に突入し、劇場の周辺一帯を占領した。
§20.98.7οἱ δὲ τῶν Ῥοδίων πρυτάνεις πυθόμενοι τὸ συμβεβηκὸς καὶ τὴν πόλιν ὁρῶντες ἅπασαν τεθορυβημένην τοῖς μὲν ἐπὶ τοῦ λιμένος καὶ τῶν τειχῶν παρήγγειλαν μένειν ἐπὶ τῆς ἰδίας τάξεως καὶ τοὺς ἔξωθεν, ἂν προσβάλωσιν, ἀμύνασθαι, αὐτοὶ δʼ ἔχοντες τὸ τῶν ἐπιλέκτων σύστημα καὶ τοὺς ἀπὸ τῆς Ἀλεξανδρείας προσφάτως καταπεπλευκότας στρατιώτας ὥρμησαν ἐπὶ τοὺς ἐντὸς τοῦ τείχους παρεισπεπτωκότας.
一方、ロードス人のプリュタネイスたちは起こった事態を知り、市全体が混乱に陥っているのを見て、港や城壁にいる者たちにはそれぞれの持ち場にとどまり、外部から攻撃があれば撃退するよう命じる一方で、自らは精鋭部隊とアレクサンドリアから最近到着したばかりの兵士たちを率いて、城内に突入してきた者たちへと突進した。
§20.98.8περικαταλαβούσης δʼ ἡμέρας καὶ τοῦ Δημητρίου τὸ σύσσημον ἄραντος οἱ μὲν τῷ λιμένι προσβαλόντες καὶ τὸ τεῖχος πάντοθεν περιεστρατοπεδευκότες συνηλάλαξαν, εὐθαρσεῖς ποιοῦντες τοὺς κατειληφότας μέρος τοῦ περὶ τὸ θέατρον τόπου, ὁ δὲ κατὰ τὴν πόλιν ὄχλος παίδων καὶ γυναικῶν ἐν φόβοις ἦν καὶ δάκρυσιν, ὡς τῆς πατρίδος κατὰ κράτος ἁλισκομένης.
夜が明け、デメトリオスが合図を掲げると、港を攻撃し、四方から城壁を包囲していた者たちが一斉に叫び声を上げ、劇場の周辺一部を占拠していた者たちを奮い立たせたが、市内の子供や女性の群衆は、祖国が力づくで占領されるかのように、恐怖と涙のうちにあった。
§20.98.9οὐ μὴν ἀλλὰ τοῖς παρεισπεσοῦσιν ἐντὸς τοῦ τείχους γενομένης μάχης πρὸς τοὺς Ῥοδίους καὶ πολλῶν παρʼ ἀμφοτέροις πεσόντων τὸ μὲν πρῶτον οὐδέτεροι τῆς ἰδίας τάξεως ἐξεχώρουν, μετὰ δὲ ταῦτα τῶν μὲν Ῥοδίων ἀεὶ πλειόνων γινομένων καὶ τὸν κίνδυνον ἑτοίμως ὑπομενόντων, ὡς ἂν ὑπὲρ πατρίδος καὶ τῶν μεγίστων ἀγωνιζομένων, τῶν δὲ τοῦ βασιλέως θλιβομένων Ἄλκιμος μὲν καὶ Μαντίας οἱ τὴν ἡγεμονίαν ἔχοντες πολλοῖς περιπεσόντες τραύμασιν ἐτελεύτησαν, τῶν δʼ ἄλλων οἱ πλεῖστοι οἱ μὲν ἐν χειρῶν νόμῳ διεφθάρησαν, οἱ δʼ ἥλωσαν, ὀλίγοι δὲ πρὸς τὸν βασιλέα φυγόντες διεσώθησαν.
しかしながら、城内に突入した者たちとロードス人との間で戦闘が始まると、双方に多くの戦死者が出たが、当初はどちらの側も己の持ち場から退かなかった。 その後、ロードス人が常に増員され、祖国と最も重要なもののために戦う者として自ら進んで危険に耐え忍んだのに対し、王の兵士たちが圧倒されると、指揮を執っていたアルキモスとマンティアスは多くの傷を負って戦死し、その他の者たちの大部分は接近戦で討ち取られるか捕虜となり、王のもとに逃れて生き延びたのはごくわずかであった。
πολλοὶ δὲ καὶ τῶν Ῥοδίων ἀνῃρέθησαν, ἐν οἷς ἦν καὶ ὁ πρύτανις Δαμοτέλης ἐπʼ ἀρετῇ γενόμενος περίβλεπτος.
ロードス人側も多くの者が殺害され、その中には卓越した徳によって人々の羨望を集めていたプリュタニス、ダモテレスも含まれていた。