§20.95.1Δημήτριος δὲ τῶν τε μηχανῶν αὐτῷ τέλος ἐχουσῶν καὶ τοῦ πρὸς τὸ τεῖχος τόπου παντὸς ἀνακαθαρθέντος τὴν μὲν ἑλέπολιν μέσην ἔστησε, τὰς δὲ χωστρίδας χελώνας ἐπιδιεῖλεν, οὔσας ὀκτώ· κατέστησεν δʼ εἰς ἑκάτερον μέρος τῆς μηχανῆς τέτταρας καὶ τούτων ἑκάστῃ συνῆψεν στοὰν μίαν εἰς τὸ δύνασθαι μετʼ ἀσφαλείας ἐπιτελεῖν τὸ προσταττόμενον τοὺς εἰσιόντας τε καὶ πάλιν ἐξιόντας, κριοφόρους δὲ δύο πολλαπλασίας τοῖς μεγέθεσιν·
由于德米特里的器械已经完工,并且通往城墙的所有地面都已被清理干净,他将“破城者”(攻城塔)安放在中央,并分配了八个用于填土的“龟甲”;他在该器械的每一侧各安置了四个,并为它们每一个连接了一条走廊,以便进出的人们能够安全地执行所交代的任务,此外还有两辆体积成倍于普通大小的破城槌车。
εἶχε γὰρ ἑκατέραν πηχῶν ἑκατὸν εἴκοσι, σεσιδηρωμένην καὶ τὴν ἐμβολὴν ἔχουσαν παραπλησίαν νεὼς ἐμβόλῳ, καὶ προωθουμένην μὲν εὐκινήτως, ὑπότροχον δὲ καὶ τὴν ἐναγώνιον ἐνέργειαν λαμβάνουσαν δι’ ἀνδρῶν οὐκ ἐλαττόνων ἢ χιλίων.
因为每一辆车的长度都达一百二十普库斯(肘),表面包铁,并带有类似于船只冲角的突起,且因装有轮子而易于向前推行,在战斗中需要不少于一千人来驱动它。
§20.95.2μέλλων δὲ προσάγειν τὰς μηχανὰς τοῖς τείχεσι τοὺς μὲν πετροβόλους καὶ τοὺς ὀξυβελεῖς παρήνεγκε τῆς ἑλεπόλεως εἰς ἑκάστην στέγην τοὺς ἁρμόζοντας, §20.95.3ἐπὶ δὲ τοὺς λιμένας καὶ τοὺς πλησίον τόπους ἀπέστειλε τὴν ναυτικὴν δύναμιν, πρὸς δὲ τὸ λοιπὸν τεῖχος τὸ δυνάμενον προσβολὰς δέξασθαι τὸ πεζὸν στρατόπεδον ἐπιδιεῖλεν.
当他准备将这些器械推向城墙时,他将合适的投石机和射箭机运送到“破城者”的每一个楼层,同时派海军力量去攻击港口和附近地区,并把步兵部队分配到其余可能遭受攻击的城墙地段。
§20.95.4ἔπειτα δὲ πρὸς ἓν παρακέλευσμα καὶ σημεῖον πάντων συναλαλαξάντων πανταχόθεν τῇ πόλει προσβολὰς ἐποιεῖτο.
随后,在统一的口令和信号下,全军齐声高呼战吼,从四面八方向该市发起进攻。
διασείοντος δʼ αὐτοῦ τοῖς κριοῖς καὶ τοῖς πετροβόλοις τὰ τείχη παρεγενήθησαν Κνιδίων πρέσβεις, ἀξιοῦντες ἐπισχεῖν καὶ πείσειν ἐπαγγελλόμενοι τοὺς Ῥοδίους δέχεσθαι τὰ δυνατώτατα τῶν προσταγμάτων.
正当他用破城槌和投石机震动城墙时,克尼多斯的使者们抵达了,请求他暂停进攻,并许诺会说服罗得岛人接受这些命令中尽可能多的条款。
§20.95.5ἀνέντος δὲ τοῦ βασιλέως καὶ τῶν πρέσβεων δεῦρο κἀκεῖσε πολλὰ διαλεχθέντων πέρας οὐ δυναμένων συμφωνῆσαι πάλιν ἐνηργεῖτο τὰ τῆς πολιορκίας.
尽管国王放缓了攻势,使者们也在双方之间进行了多次交涉,但最终无法达成一致,围攻行动便再次全力展开。
καὶ Δημήτριος μὲν κατέβαλε τὸν στερεώτατον τῶν πύργων, ᾠκοδομημένον ἐκ λίθων τετραπέδων, καὶ μεσοπύργιον ὅλον διέσεισεν, ὥστε μὴ δύνασθαι τοὺς ἐν τῇ πόλει πάροδον ἔχειν ἐπὶ τὰς ἐπάλξεις κατὰ τοῦτον τὸν τόπον.
德米特里击毁了由方石筑成的最坚固的一座塔楼,并震动了整段相邻的城墙,使得城内的人们无法在该处通过到达城垛。