§20.94.1Δημητρίου δὲ διὰ τῶν μεταλλέων ὑπορύξαντος τὸ τεῖχος τῶν αὐτομόλων τις ἐμήνυσε τοῖς πολιορκουμένοις ὡς οἱ ταῖς ὑπονομαῖς χρώμενοι σχεδὸν ἐντός εἰσι τοῦ τείχους.
デメトリオスが坑夫たちを使って城壁の下を掘り進めると、脱走兵の一人が包囲されている者たちに、坑道を使っている者たちがほぼ城壁の内側に達していると告げた。
§20.94.2διόπερ οἱ Ῥόδιοι τάφρον ὀρύξαντες βαθεῖαν, παράλληλον τῷ δοκοῦντι πεσεῖσθαι τείχει, ταχὺ καὶ αὐτοὶ ταῖς μεταλλείαις χρώμενοι συνῆψαν ὑπὸ γῆν τοῖς ἐναντίοις καὶ διεκώλυσαν τῆς εἰς τοὔμπροσθεν πορείας.
そのためロードス人たちは、崩壊しそうな城壁と並行に深い溝を掘り、自らも速やかに坑道掘りを用いて地下で敵の坑道と連結させ、これ以上の前進を妨げた。
§20.94.3τῶν δὲ διορυγμάτων παρʼ ἀμφοτέροις τηρουμένων ἐπεχείρησάν τινες τῶν παρὰ τοῦ Δημητρίου διαφθείρειν χρήμασι τὸν τεταγμένον ἐπὶ τῆς φυλακῆς ὑπὸ τῶν Ῥοδίων Ἀθηναγόραν·
双方によって坑道が監視されているなか、デメトリオスの配下のうちのある者たちが、ロードス人によって守備に任じられていたアテナゴラスを金銭で買収しようと試みた。
οὗτος δʼ ἦν Μιλήσιος μὲν τὸ γένος, ὑπὸ Πτολεμαίου δʼ ἐξαπεσταλμένος ἡγεμὼν τῶν μισθοφόρων.
彼は生まれはミレトス人であったが、プトレマイオスによって派遣された傭兵たちの指揮官であった。
§20.94.4ἐπαγγειλάμενος δὲ προδώσειν συνετάξαθʼ ἡμέραν καθʼ ἣν ἔδει παρὰ Δημητρίου πεμφθῆναί τινα τῶν ἀξιολόγων ἡγεμόνων τὸν νυκτὸς ἀναβησόμενον διὰ τοῦ ὀρύγματος εἰς τὴν πόλιν, ὅπως κατασκέψηται τὸν τόπον τὸν μέλλοντα δέξασθαι τοὺς στρατιώτας.
彼は裏切ることを約束し、兵士たちを受け入れる予定の場所を偵察するために、デメトリオスの側から名ある指揮官の一人が派遣され、夜間に坑道を通って市内へ上ってくるべき日を取り決めた。
§20.94.5εἰς ἐλπίδας δὲ μεγάλας ἀγαγὼν τοὺς περὶ Δημήτριον ἐμήνυσε τῇ βουλῇ·
デメトリオスの一派に大きな期待を抱かせた上で、彼は評議会に告げた。
καὶ πέμψαντος τοῦ βασιλέως τῶν περὶ αὑτὸν φίλων Ἀλέξανδρον τὸν Μακεδόνα τοῦτον μὲν ἀναβάντα διὰ τῆς διώρυχος συνέλαβον οἱ Ῥόδιοι, τὸν δʼ Ἀθηναγόραν ἐστεφάνωσαν χρυσῷ στεφάνῳ καὶ δωρεὰν ἔδωκαν ἀργυρίου τάλαντα πέντε, σπεύδοντες καὶ τῶν ἄλλων μισθοφόρων καὶ ξένων ἐκκαλεῖσθαι τὴν πρὸς τὸν δῆμον εὔνοιαν.
そして、王がその側近の一人であるマケドニア人アレクサンドロスを派遣すると、この男が坑道を通って上ってきたところをロードス人たちは捕らえ、アテナゴラスには黄金の冠を授け、報奨として銀5タラントンを与えた。 他の傭兵や外国人たちの、民衆に対する好意をも引き出そうと努めてのことであった。