§20.9.1οἱ δʼ ἐφορμοῦντες Καρχηδόνιοι τῷ ναυστάθμῳ τῶν Σικελιωτῶν τὸ μὲν πρῶτον ὁρῶντες καομένας τὰς ναῦς περιχαρεῖς ἦσαν, ὡς διὰ τὸν ἀπʼ αὐτῶν φόβον ἠναγκασμένων τῶν πολεμίων διαφθεῖραι τὰ σκάφη·
一方、シケリア人の碇泊地を監視していたカルタゴ人たちは、最初は船が燃えているのを見て、自分たちへの恐怖ゆえに敵が船を破壊せざるを得なくなったのだと考えて大いに喜んだ。
ὡς δʼ ἴδον εἰς τὴν χώραν προάγουσαν τὴν τῶν ἐναντίων δύναμιν, συλλογιζόμενοι περὶ τῶν ἀποβησομένων συμφορὰν ἰδίαν ἡγοῦντο τὴν τῶν νεῶν ἀπώλειαν.
しかし、敵の軍勢が内陸へと前進していくのを見ると、今後起こるであろうことを深く考えて、船の喪失を自分たち自身の災いとみなした。
διὸ καὶ ταῖς πρῴραις δέρρεις κατεπέτασαν, ὅπερ ἀεὶ ποιεῖν εἰώθασιν, ὅταν τι κακὸν δημοσίᾳ συμβεβηκέναι δόξῃ τῇ Καρχηδονίων πόλει,
それゆえ、彼らは船首に革幕を掛けたが、これはカルタゴの市民社会に何か公的な災難が降りかかったと思われるときに、彼らが常に行う慣習であった。
§20.9.2ἔλαβόν τε καὶ τὰ χαλκώματα τῶν Ἀγαθοκλέους νεῶν εἰς τὰς ἰδίας τριήρεις καὶ τοὺς ἀπαγγελοῦντας ὑπὲρ τῶν συμβεβηκότων τἀκριβὲς ἐξαπέστειλαν εἰς τὴν Καρχηδόνα.
そして彼らはアガトクレスの船の青銅の装備品を自分たちの三段櫂船に回収し、起こったことの正確な事実を報告する者たちをカルタゴへと派遣した。
πρὶν δὲ τούτους δηλῶσαι τὸ γεγονός, ἀπὸ τῆς χώρας τινὲς αἰσθόμενοι τὸν κατάπλουν τὸν Ἀγαθοκλέους ἀπήγγειλαν κατὰ σπουδὴν τοῖς Καρχηδονίοις.
しかし、この者たちが出来事を明らかにする前に、地方からアガトクレスの上陸に気づいた何人かの人々が、急いでカルタゴの人々にこれを知らせた。
§20.9.3οἱ δʼ ἐκπλαγέντες διὰ τὸ παράδοξον ὑπέλαβον ἀπολωλέναι τὰς ἰδίας δυνάμεις ἐν Σικελίᾳ καὶ τὰς πεζικὰς καὶ τὰς ναυτικάς·
彼らは予期せぬ事態に驚愕し、シケリアにおける自分たちの陸海双方の軍勢が全滅したのだと思い込んだ。
οὐ γὰρ ἄν ποτε τὸν Ἀγαθοκλέα μὴ νενικηκότα τολμῆσαι καταλιπεῖν ἐρήμους βοηθείας τὰς Συρακούσσας οὐδʼ ἂν ἐπιβαλέσθαι περαιοῦν δύναμιν θαλασσοκρατούντων τῶν πολεμίων.
なぜなら、アガトクレスが勝利を収めていないならば、シュラクサイを援助なしに見捨てるような大胆なことをするはずがなく、敵が海を支配している中で軍勢を渡航させようと企てるはずもないと考えたからである。
§20.9.4διόπερ θόρυβος καὶ πολλὴ ταραχὴ κατεῖχε τὴν πόλιν καὶ συνδρομὴ τῶν ὄχλων εἰς τὴν ἀγορὰν ἐγίνετο καὶ βουλὴ τῆς γερουσίας ὅ,τι δέοι πράττειν.
それゆえ、騒乱と大きな混乱が都市を支配し、群衆が広場へと押し寄せ、長老会は何をなすべきかについて評議を開いた。
στρατόπεδον μὲν γὰρ οὐκ ἦν ἕτοιμον τὸ δυνάμενον ἀντιτάξασθαι, τὸ δὲ πολιτικὸν πλῆθος ἄπειρον ὂν πολέμου προκαταπεπτώκει ταῖς ψυχαῖς, οἱ πολέμιοι δὲ πλησίον εἶναι τῶν τειχῶν προσεδοκῶντο.
なぜなら、立ち向かうことのできる準備の整った軍隊は存在せず、市民の群衆は戦争に不慣れで、すでに意気消沈しており、敵は城壁の近くに迫っていると予想されたからである。
§20.9.5ἔνιοι μὲν οὖν ἔφασαν πρεσβευτὰς ὑπὲρ εἰρήνης ἀποστέλλειν πρὸς Ἀγαθοκλέα, τοὺς αὐτοὺς ἅμα καὶ κατασκόπους ἐσομένους τῶν παρὰ τοῖς πολεμίοις, τινὲς δὲ ἀναμεῖναι μέχρι ἂν γνῶσιν ἀκριβῶς ἕκαστον τῶν πεπραγμένων.
そこで、ある人々はアガトクレスのもとに和平のための使節を送るべきだと主張し、彼らに同時に敵の状況を探るスパイの役割も兼ねさせようとしたが、別の人々は起こった事柄のそれぞれについて正確に知るまで待つべきだと主張した。
τοιαύτης δὲ συγχύσεως τὴν πόλιν ἐχούσης κατέπλευσαν οἱ πεμφθέντες ὑπὸ τοῦ ναυάρχου καὶ τὰς αἰτίας τῶν πεπραγμένων ἐδήλωσαν.
このような混乱が都市を包んでいる中、海軍指揮官によって送られた者たちが到着し、事の真相を明らかにした。