Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.83.1-20.83.4

德米特里乌斯登陆罗得斯与建立包围营地

第 271 段,共 301 段 · 希腊语

内容简介

德米特里乌斯率领庞大的舰队在罗得斯岛登陆,并在城墙外建立起坚固的营地。随后,他派遣人员掠夺全岛,砍伐树木巩固防御,并填平通道为舰队建造了适用的港口。

§20.83.1ὁ μὲν οὖν Δημήτριος ὥσπερ εἴς τινα ναυμαχίαν ἐκτάξας τὸν στόλον καταπληκτικῶς προηγεῖσθαι μὲν ἐποίησε τὰς μακρὰς ναῦς, ἐχούσας ἐπὶ ταῖς πρῴραις τοὺς τρισπιθάμους τῶν ὀξυβελῶν, ἐπακολουθεῖν δὲ τὰς στρατιωτικὰς καὶ τὰς ἱππηγοὺς ῥυμουλκουμένας ὑπὸ τῶν ταῖς εἰρεσίαις χρωμένων, ἐπὶ πᾶσι δὲ καὶ τὰ τῶν πειρατῶν πόρια καὶ τὰ τῶν ἐμπόρων καὶ ἀγοραίων, ὑπεράγοντα τῷ πλήθει, καθάπερ προείρηται, ὥστε πάντα τὸν ἀνὰ μέσον τόπον τῆς τε νήσου καὶ τῆς ἀντικειμένης παραλίας συμπεπληρωμένον φαίνεσθαι τοῖς πλοίοις καὶ πολὺν φόβον καὶ κατάπληξιν παρέχεσθαι τοῖς ἀπὸ τῆς πόλεως θεωροῦσιν.
德米特里乌斯宛如要进行海战一般部署了舰队,以威严之势让战船领航,这些战船的船头上装备着三掌尺长的投射弩。 紧随其后的则是兵员运输船和运马船,它们由使用桨橹的船只所拖曳;在最后则是海盗的船只以及商人和集市小贩的船只,正如前文所说,它们的数量极多,以至于岛屿与对岸沿海之间的所有中间地带看起来都被船只填满,给从城市里眺望的人们带来了极大的恐惧和震慑。
§20.83.2οἱ μὲν γὰρ στρατιῶται τῶν Ῥοδίων διειληφότες τὰ τείχη τὸν ἐπίπλουν ἐκαραδόκουν τῶν πολεμίων, πρεσβῦται δὲ καὶ γυναῖκες ἀπὸ τῶν οἰκιῶν ἀφεώρων, οὔσης τῆς πόλεως θεατροειδοῦς, πάντες δὲ τό τε μέγεθος τοῦ στόλου καὶ τὴν αὐγὴν τῶν ἀποστιλβόντων ὅπλων καταπληττόμενοι περὶ τῶν ὅλων οὐ μετρίως ἠγωνίων.
因为罗得斯的士兵们已经分散把守在城墙各处,正严阵以待敌人的来犯;而老人和妇女则在房屋内向外观望,因为整座城市呈剧场状;所有人面对如此庞大的舰队以及闪闪发光的武器所发出的光芒,都惊恐万分,对局势的前景感到无比焦虑。
§20.83.3εἶθʼ ὁ μὲν Δημήτριος κατέπλευσεν εἰς τὴν νῆσον, ἀποβιβάσας δὲ τὴν δύναμιν κατεστρατοπέδευσεν πλησίον τῆς πόλεως, ἐκτὸς βέλους ποιησάμενος τὴν παρεμβολήν.
随后,德米特里乌斯驶向该岛,在卸下军队后于城市附近安营扎寨,将营地设在投射物的射程之外。
εὐθὺς δὲ τῶν πειρατῶν καὶ τῶν ἄλλων τοὺς εὐθέτους ἐξέπεμψε πορθήσοντας τὴν νῆσον καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
他立即从海盗及其他人中派出合适的人选,从陆路和海路两方面去掠夺该岛。
§20.83.4ἐδενδροτόμησε δὲ καὶ τὴν πλησίον χώραν καὶ καθεῖλε τὰς ἐπαύλεις, ἐξ ὧν ὠχύρωσε τὴν στρατοπεδείαν, περιλαβὼν τριπλῷ χάρακι καὶ σταυρώμασι πυκνοῖς καὶ μεγάλοις, ὥστε τὴν τῶν πολεμίων βλάβην γίνεσθαι τῶν ἰδίων ἀσφάλειαν.
他还砍伐了附近土地上的树木,并拆毁了庄园,用这些材料加固了他的营地,用三重栅栏和又密又大的木桩将其围起,从而使对敌方财产的破坏变成了对自己士兵的安全保障。
μετὰ δὲ ταῦτα πάσῃ τῇ δυνάμει καὶ τοῖς πληρώμασιν ἔχωσεν ἐν ὀλίγαις ἡμέραις τὸ μεταξὺ τῆς πόλεως διαλεῖπον πρὸς τὴν ἔκβασιν καὶ κατεσκεύασε λιμένα ταῖς ναυσὶν ἀρκοῦντα.
在此之后,他动用全部兵力和船员,在几天之内填平了城市与登陆处之间的空隙,并建造了足以容纳其船只的港口。

词汇与语法注释

  1. 20.83.1τοὺς τρισπιθάμους τῶν ὀξυβελῶν — 部分属格(整体属格)结构。`τῶν ὀξυβελῶν`(发射锐利矢的弩炮之复数属格)表示整体,而名词化的形容词 `τοὺς τρισπιθάμους`(“长达三掌尺的”,约66厘米)则指明了这些武器的特定尺寸。
  2. 20.83.1ῥυμουλκουμένας — 现在被动分词,修饰名词化的阴性宾格词 `τὰς στρατιωτικάς`(兵员运输船)和 `τὰς ἱππηγούς`(运马船)(两者均省略了 `ναῦς`),表明它们是被拖曳的对象。施动者是由 `ὑπὸ` 引导的 `τῶν ταῖς εἰρεσίαις χρωμένων`(使用桨橹的人)。
  3. 20.83.4ὥστε τὴν τῶν πολεμίων βλάβην γίνεσθαι τῶν ἰδίων ἀσφάλειαν — 由 `ὥστε` 引导的结果从句,其中包含“对格加不定式”结构。不定式 `γίνεσθαι` 的主语是 `τὴν τῶν πολεμίων βλάβην`(对敌方财产的破坏),表语是 `τῶν ἰδίων ἀσφάλειαν`(己方人员的安全),体现了通过破坏敌方资产(砍伐树木、拆毁庄园)来获取建材以保障己方阵营安全的悖论逻辑。
  4. 20.83.4τὸ μεταξὺ τῆς πόλεως διαλεῖπον πρὸς τὴν ἔκβασιν — 中性单数现在分词 `διαλεῖπον` 带有定冠词 `τὸ` 构成名词化,意为“间隔”或“空隙”。属格 `τῆς πόλεως` 限定了城市这一边界,而 `πρὸς τὴν ἔκβασιν`(朝向登陆处或出路)则说明了这一间隔的空间方向。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.83.1-20.83.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.83.1-20.83.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。