§20.82.1ὃ δὴ συνορῶν ὁ Ἀντίγονος καὶ σπεύδων αὐτοὺς ἀποσπάσαι τῆς πρὸς ἐκεῖνον ἐπιπλοκῆς τὸ μὲν πρῶτον πρεσβευτὰς ἀπέστειλε καθʼ ὃν καιρὸν ὑπὲρ τῆς Κύπρου διεπολέμει πρὸς Πτολεμαῖον, ἀξιῶν αὐτῷ συμμαχεῖν καὶ ναῦς συναποστεῖλαι τῷ Δημητρίῳ·
安提柯看清了这一局势,并急于切断他们与普托利麦乌斯的联系,起初在为了塞浦路斯而与普托利麦乌斯交战期间派遣了使者,要求他们与自己结盟,并与德米特里乌斯一同派遣船只。
§20.82.2οὐ προσεχόντων δʼ αὐτῶν ἀπέστειλέ τινα τῶν στρατηγῶν μετὰ νεῶν, συντάξας τοὺς πλέοντας εἰς Αἴγυπτον ἐκ τῆς Ῥόδου κατάγειν καὶ περιαιρεῖσθαι τὰ φορτία.
但由于他们对此不予理睬,他派遣了一位将领率领船只,命令他将从罗得斯航行到埃及的人强行驱入港口并没收其货物。
τούτου δʼ ἐκβληθέντος ὑπὸ τῶν Ῥοδίων φήσας αὐτοὺς ἀδίκου κατῆρχθαι πολέμου διηπειλήσατο πολιορκήσειν δυνάμεσιν ἁδραῖς τὴν πόλιν.
当这位将领被罗得斯人驱逐后,安提柯声称他们发起了不义之战,威胁要用大军围攻这座城市。
οἱ δὲ Ῥόδιοι τὸ μὲν πρῶτον ἐψηφίσαντο μεγάλας αὐτῷ τιμὰς καὶ πέμψαντες πρέσβεις ἠξίουν μὴ βιάσασθαι τὴν πόλιν προπεσεῖν παρὰ τὰς συνθήκας εἰς τὸν πόλεμον πρὸς Πτολεμαῖον.
罗得斯人起初通过决议赋予他极大的荣誉,并派遣使者,请求他不要强迫这座城市违背协定而卷入对抗普托利麦乌斯的战争。
§20.82.3τραχύτερον δὲ τοῦ βασιλέως ἀπαντῶντος καὶ τὸν υἱὸν Δημήτριον ἐκπέμψαντος μετὰ δυνάμεως καὶ πολιορκητικῶν ὀργάνων φοβηθέντες τὴν ὑπεροχὴν τοῦ βασιλέως τὸ μὲν πρῶτον ἀπέστειλαν πρὸς τὸν Δημήτριον, φήσαντες συμπολεμήσειν Ἀντιγόνῳ πρὸς Πτολεμαῖον·
然而,随着国王给予了更为强硬的回应,并派遣其子德米特里乌斯率领军队和攻城器械前来,他们因惧怕国王的强大力量,起初向德米特里乌斯派去使者,表示愿意与安提柯一同对抗普托利麦乌斯。
ὡς δʼ ἐκεῖνος ὁμήρους ἑκατὸν ᾔτει τοὺς ἐπιφανεστάτους καὶ τοῖς λιμέσι δέχεσθαι τὸν στόλον προσέταττεν, ὑπολαβόντες ἐπιβουλεύειν αὐτὸν τῇ πόλει, τὰ πρὸς πόλεμον παρεσκευάζοντο.
但当德米特里乌斯要求从最显赫的公民中交出一百名质子,并命令其港口接纳他的舰队时,他们怀疑他对城市心怀阴谋,便开始准备战争。
§20.82.4Δημήτριος δὲ πᾶσαν τὴν δύναμιν ἀθροίσας εἰς τὸν ἐν Λωρύμοις λιμένα στόλον ἐξήρτυε πρὸς τὸν ἐπίπλουν τὸν ἐπὶ τὴν Ῥόδον.
德米特里乌斯在洛吕马的港口集结了全部兵力,做好了向罗得斯进军的舰队准备。
εἶχε δὲ ναῦς μακρὰς μὲν παντοίας μεγέθει διακοσίας, ὑπηρετικὰ δὲ πλείω τῶν ἑκατὸν ἑβδομήκοντα· ἐν δὲ τούτοις ἐκομίζοντο στρατιῶται βραχὺ λειπόμενοι τῶν τετρακισμυρίων σὺν ἱππεῦσι καὶ τοῖς συμμαχοῦσι πειραταῖς.
他拥有各种大小的战船二百艘,辅助船只一百七十多艘;在这些船上载有略少于四万名士兵,以及骑兵和同盟的海盗。
ὑπῆρχε δὲ καὶ βελῶν παντοίων πλῆθος καὶ πάντων τῶν πρὸς πολιορκίαν χρησίμων μεγάλη παρασκευή.
此外还有大量各种各样的投射武器,以及为围城战所用之物做出的庞大准备。
§20.82.5χωρὶς δὲ τούτων ἰδιωτικὰ πόρια συνηκολούθει τῶν ταῖς ἀγοραῖς χρωμένων βραχὺ λειπόμενα τῶν χιλίων·
除这些之外,从事市场交易之人的民用商船也随行在后,数量略少于一千艘。
πολλὰ γὰρ ἔτη τῆς χώρας τῆς Ῥοδίων ἀπορθήτου γεγενημένης συνέρρει πανταχόθεν πλῆθος τῶν εἰωθότων ὠφελείας ἰδίας ἡγεῖσθαι τὰ τῶν πολεμουμένων ἀτυχήματα.
因为罗得斯的土地已多年未遭蹂躏,从四面八方涌来了大量习惯于将交战者的不幸视为个人利益的人。