§20.81.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Εὐξένιππος, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Λεύκιος Ποστούμιος καὶ Τιβέριος Μινούκιος.
\n一年过去后,雅典由欧克塞尼普斯担任执政官,在罗马,卢基乌斯·波斯图米乌斯和提贝里乌斯·米努基乌斯担任执政官。
ἐπὶ δὲ τούτων Ῥοδίοις ἐνέστη πόλεμος πρὸς Ἀντίγονον διὰ τοιαύτας τινὰς αἰτίας.
在他们任内,由于以下某些原因,罗得斯人与安提柯之间爆发了战争。
§20.81.2ἡ πόλις ἡ τῶν Ῥοδίων ἰσχύουσα ναυτικαῖς δυνάμεσι καὶ πολιτευομένη κάλλιστα τῶν Ἑλλήνων περιμάχητος τοῖς δυνάσταις καὶ βασιλεῦσιν ἦν, ἑκάστου σπεύδοντος εἰς τὴν αὐτοῦ φιλίαν προσλαμβάνεσθαι.
\n\n罗得斯人的城市凭借海军力量而强大,且在希腊人中治理得最好,成为诸统治者和君主争相拉拢的对象,因为每人都急于将她争取到自己的同盟之中。
προορωμένη δὲ πόρρωθεν τὸ συμφέρον καὶ πρὸς ἅπαντας κατʼ ἰδίαν συντιθεμένη τὴν φιλίαν τῶν πρὸς ἀλλήλους τοῖς δυνάσταις πολέμων οὐ μετεῖχεν.
但由于她能远见自己的利益,并与所有人个别缔结友谊,因而没有参与统治者们彼此之间的战争。
§20.81.3διόπερ συνέβαινεν αὐτὴν τιμᾶσθαι μὲν ὑφʼ ἑκάστου βασιλικαῖς δωρεαῖς, ἄγουσαν δὲ πολὺν χρόνον εἰρήνην μεγάλην ἐπίδοσιν λαβεῖν πρὸς αὔξησιν· ἐπὶ τοσοῦτον γὰρ προεληλύθει δυνάμεως ὥσθʼ ὑπὲρ μὲν τῶν Ἑλλήνων ἰδίᾳ τὸν πρὸς τοὺς πειρατὰς πόλεμον ἐπαναιρεῖσθαι καὶ καθαρὰν παρέχεσθαι τῶν κακούργων τὴν θάλατταν, τὸν δὲ πλεῖστον ἰσχύσαντα τῶν μνημονευομένων Ἀλέξανδρον προτιμήσαντʼ αὐτὴν μάλιστα τῶν πόλεων καὶ τὴν ὑπὲρ ὅλης τῆς βασιλείας διαθήκην ἐκεῖ θέσθαι καὶ τἄλλα θαυμάζειν καὶ προάγειν εἰς ὑπεροχήν.
\n\n因此,她受到每位君主以王室礼物的敬重,且在长期享有和平的过程中,获得了极大的发展与增长;因为她已经达到了如此强大的力量,以至于她能为了希腊人,自发承担起对抗海盗的战争,并使海域免受这些恶徒的侵害;且在历史记载中力量最强大的亚历山大,也在众城市中最为器重她,并将关于他整个王国的遗言存放在那里,且在其他方面赞赏她并提升她的卓越地位。
§20.81.4οἱ δʼ οὖν Ῥόδιοι πρὸς πάντας τοὺς δυνάστας συντεθειμένοι τὴν φιλίαν διετήρουν μὲν ἑαυτοὺς ἐκτὸς ἐγκλήματος δικαίου, ταῖς δʼ εὐνοίαις ἔρεπον μάλιστα πρὸς Πτολεμαῖον· συνέβαινε γὰρ αὐτοῖς τῶν τε προσόδων τὰς πλείστας εἶναι διὰ τοὺς εἰς Αἴγυπτον πλέοντας ἐμπόρους καὶ τὸ σύνολον τρέφεσθαι τὴν πόλιν ἀπὸ ταύτης τῆς βασιλείας.
\n\n无论如何,罗得斯人既然与所有统治者都缔结了友谊,保持了自身免受任何正当的指责,但在好感上,他们最偏向普托利麦乌斯;因为他们的大部分收入来自航行去埃及的商人,且总体而言,这座城市是靠这个王国供养的。