§20.76.1διόπερ χρόνου γενομένου πλείονος οἱ μὲν περὶ τὸν Πτολεμαῖον πυθόμενοι τὸν κατάπλουν τῶν πολεμίων ἧκον ὀξέως βοηθήσοντες καὶ τὴν δύναμιν διασκευάσαντες ἔστησαν παρὰ τὸν αἰγιαλόν·
因此,过了一些时候,托勒密及其部下获悉敌军船只抵达,便迅速赶来增援,整顿好军队并驻守在海岸边。
ὁ δὲ Δημήτριος ἀποτυχὼν καὶ ταύτης τῆς ἐκβάσεως καὶ τὴν συνάπτουσαν παραλίαν ἀκούων ἕλεσι καὶ λίμναις ὠχυρῶσθαι φυσικῶς ἐπαλινδρόμει παντὶ τῷ στόλῳ.
而德米特里在这处登陆点也未能得逞,又听说相邻的海岸线自然被沼泽和湖泊所阻隔,便率领全军船队回航。
§20.76.2εἶτʼ ἐμπεσόντος βορέου λαμπροῦ καὶ τοῦ κλύδωνος εἰς ὕψος αἰρομένου τρία μὲν σκάφη τῶν τετρηρικῶν καὶ τῶν στρατιωτικῶν πορίων ἅμα κατὰ τὸ αὐτὸ βιαιότερον ὑπὸ τοῦ κύματος ἐπὶ τὴν γῆν ἐξεβράσθη καὶ τοῖς περὶ τὸν Πτολεμαῖον ὑποχείρια κατέστη, αἱ δʼ ἄλλαι ἐκβιασαμένων τῶν πληρωμάτων διεσώθησαν πρὸς τὴν Ἀντιγόνου στρατοπεδείαν.
随后,强劲的北风刮起,波涛汹涌,四级桨船和兵员运输船中的三艘同时被波浪猛烈地冲上海岸,落入托勒密及其部下的手中;而其余的船只在船员们的奋力拼搏下,得以安全撤回到安提柯的营地。
§20.76.3τῶν δὲ περὶ τὸν Πτολεμαῖον διειληφότων πᾶσαν τὴν περὶ τὸν ποταμὸν ἔκβασιν φυλακαῖς ἰσχυραῖς καὶ πολλῶν μὲν σκαφῶν ποταμίων αὐτῷ παρεσκευασμένων, πάντων δὲ τούτων ἐχόντων βέλη παντοῖα καὶ τοὺς χρησομένους αὐτοῖς ἄνδρας οἱ περὶ τὸν Ἀντίγονον οὐ μετρίως ἠποροῦντο· §20.76.4ἡ γὰρ ναυτικὴ δύναμις ἄχρηστος ἦν αὐτοῖς προκατειλημμένου τοῦ Πηλουσιακοῦ στόματος ὑπὸ τῶν πολεμίων, τό τε πεζὸν στράτευμα τὴν ὁρμὴν ἄπρακτον εἶχε τῷ μεγέθει τοῦ ποταμοῦ διειργόμενον, τὸ δὲ μέγιστον, ἡμερῶν ἤδη συχνῶν διεληλυθυιῶν ὑπολείπειν ἤδη συνέβαινε τόν τε σῖτον καὶ τὰ χορτάσματα τοῖς κτήνεσι.
由于托勒密及其部下用强固的守备队占领了河流附近的所有登陆口,且为他准备了许多河船,所有这些船只都配备了各种投射武器以及使用它们的人,安提柯及其部下陷入了极大的困境;因为他们的海军力量毫无用处,佩尔西翁河口已被敌军预先占领,而陆军也因大河的阻隔而无法采取有效的行动;最重要的是,由于已经过去了许多天,士兵的粮食和牲畜的饲料都已经开始匮乏。
§20.76.5διὰ δὴ ταῦτα τῆς δυνάμεως ἀθυμούσης παραλαβὼν τὸ στρατόπεδον καὶ τοὺς ἡγεμόνας Ἀντίγονος προέθηκε βουλὴν πότερον συμφέρει μένειν καὶ διαπολεμεῖν, ἢ νῦν μὲν ἐπανελθεῖν εἰς Συρίαν, ὕστερον δὲ κάλλιον παρασκευασαμένους στρατεῦσαι καθʼ ὃν ἂν χρόνον ἐλάχιστος ὁ Νεῖλος εἶναι δόξῃ.
正因这些原因,在军队士气低落之际,安提柯召集了全军和将领,提出会议讨论:究竟是应该留下来继续战斗,还是目前先返回叙利亚,等以后做好更充分的准备,并在尼罗河水位被认为最低的时候再行出征。
§20.76.6πάντων δὲ κατενεχθέντων ἐπὶ τὸ τὴν ταχίστην ἀπιέναι παρήγγειλε τοῖς στρατιώταις ἀναζευγνύειν καὶ ταχὺ πάλιν ἐπανῆλθεν εἰς τὴν Συρίαν, συμπαραπλέοντος αὐτῷ καὶ τοῦ στόλου παντός.
在众人都倾向于尽速撤退之后,他命令士兵们拔营,并迅速返回了叙利亚,其全部船队也随他一同航行。
Πτολεμαῖος δὲ μετὰ τὴν ἀπαλλαγὴν τῶν πολεμίων περιχαρὴς γενόμενος καὶ θύσας τοῖς θεοῖς χαριστήρια τοὺς φίλους εἱστία λαμπρῶς.
而托勒密在敌军撤退后欣喜万分,向神明献上感恩祭,并盛宴款待了友人们。
§20.76.7καὶ πρὸς μὲν τοὺς περὶ Σέλευκον καὶ Λυσίμαχον καὶ Κάσανδρον ἔγραψε περὶ τῶν εὐτυχημάτων καὶ περὶ τοῦ πλήθους τῶν πρὸς αὐτὸν αὐτομολησάντων, αὐτὸς δὲ τὸ δεύτερον ἠγωνισμένος ὑπὲρ τῆς Αἰγύπτου καὶ νομίσας δορίκτητον ἔχειν τὴν χώραν ἐπανῆλθεν εἰς τὴν Ἀλεξάνδρειαν.
他给塞琉古、利西马科斯和卡山德及其阵营写信,告知自己的胜利以及投奔他的人数之多;而他自己,在第二次为埃及而战并认为已将这片土地作为武力夺取之物占有之后,返回了亚历山大里亚。