Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.75.1-20.75.5

托勒密的诱降策略与安提柯军的受挫

第 263 段,共 301 段 · 希腊语

内容简介

托勒密通过承诺赏赐来拉拢安提柯的军队,安提柯则严惩投降者并试图强行登陆,但因守军的顽强抵抗和夜幕降临,最终被迫向法特尼提克河口撤退。

§20.75.1Πτολεμαῖος δὲ προκατειληφὼς τοὺς εὐκαιροτάτους τόπους ἀσφαλέσι φυλακαῖς ἀπέστειλέν τινας ἐν τοῖς κοντωτοῖς, παρακελευσάμενος προσπλεῖν πλησίον τῆς ἐκβάσεως καὶ κηρύττειν ὅτι δώσει τοῖς μεταβαλομένοις ἀπʼ Ἀντιγόνου τῶν μὲν ἰδιωτῶν ἑκάστοις δύο μνᾶς, τοῖς δʼ ἐφʼ ἡγεμονίας τεταγμένοις τάλαντον.
托勒密已用稳固的守备队预先占领了最有利的地形,便派遣一些人乘着平底船,命令他们驶近河口并宣告:凡是从安提柯处投诚的人,普通士兵每人可得两米纳,担任指挥官的人可得一塔兰同。
§20.75.2γενομένων οὖν τῶν κηρυγμάτων τοιούτων ἐνέπεσέ τις ὁρμὴ πρὸς μετάθεσιν τοῖς μετʼ Ἀντιγόνου μισθοφόροις, ἐν οἷς καὶ τῶν ἡγεμόνων πλείους προθύμους εἶναι συνέβαινε διʼ αἰτίας τινὰς εἰς τὸ μεταβολῆς ἐπιθυμεῖν.
当这样的布告发出后,安提柯手下的雇佣兵中便产生了一种倒戈的冲动,而在他们当中,由于某些原因,甚至有较多数量的将官也倾向于渴望改变立场。
§20.75.3πολλῶν δὲ πρὸς αὐτὸν αὐτομολούντων ὁ μὲν Ἀντίγονος ἐπιστήσας τῷ χείλει τοῦ ποταμοῦ τοξότας καὶ σφενδονήτας καὶ πολλὰ τῶν ὀξυβελικῶν τοὺς προσπλέοντας ἐν τοῖς κοντωτοῖς ἀνέστελλε· τῶν δʼ αὐτομολούντων συλλαβών τινας δεινῶς ᾐκίσατο, βουλόμενος καταπλήξασθαι τοὺς τῆς ὁμοίας ὁρμῆς ἀντεχομένους.
由于许多人向他投降,安提柯便在河岸上部署了弓箭手、投石兵以及大量射箭机,阻击那些乘平底船驶近的人;同时,他逮捕了部分企图投降的人,对其施以严酷的拷打,意图以此震慑那些抱有同样企图的人。
§20.75.4καὶ προσλαβὼν τὰ καθυστεροῦντα τῶν σκαφῶν προσέπλευσεν ἐπὶ τὸ καλούμενον Ψευδόστομον, νομίζων ἐνταῦθα δυνήσεσθαί τινας τῶν στρατιωτῶν ἀποβιβάσαι.
在汇合了落后的船只后,他驶向所谓的“伪口”,认为能在此处让部分士兵登陆。
εὑρὼν δὲ πρὸς αὐτῷ φυλακὴν ἰσχυρὰν καὶ τοῖς τε ὀξυβελέσι καὶ τοῖς ἄλλοις παντοίοις βέλεσιν ἀνειργόμενος ἀπέπλευσε περικαταλαμβανούσης νυκτός.
然而,他发现该处有强固的守备队守卫,且遭到射箭机及其他各种投射武器的阻击,于是在夜幕降临之际驾船离去。
§20.75.5ἔπειτα παραγγείλας τοῖς κυβερνήταις ἀκολουθεῖν τῇ στρατηγίδι νηὶ προσέχοντας τῷ λαμπτῆρι προσέπλευσεν ἐπὶ τὸ στόμα τοῦ Νείλου τὸ καλούμενον Φατνιτικόν·
随后,他命令各船舵手注意注视灯火并紧随旗舰,驶向被称为“法特尼提克”的尼罗河口。
ἡμέρας δὲ γενομένης, ἐπειδὴ πολλαὶ τῶν νεῶν ἀπεπλανήθησαν, ἠναγκάσθη ταύτας περιμένειν καὶ τὰς μάλιστα ταχυναυτούσας τῶν ἠκολουθηκυιῶν ἐξαποστέλλειν ἐπὶ τὴν τούτων ζήτησιν.
天亮后,由于许多船只迷失了方向,他被迫在此等待它们,并派遣随行船只中航速最快的那些去寻找它们。

词汇与语法注释

  1. 20.75.1παρακελευσάμενος προσπλεῖν ... καὶ κηρύττειν — 分词 `παρακελευσάμενος`(命令)与主句主语(托勒密)一致,其后的不定式 `προσπλεῖν` 和 `κηρύττειν` 以宾格的 `τινας`(一些人,即主句动词的宾语)作为逻辑主语。
  2. 20.75.2ἐν οἷς καὶ τῶν ἡγεμόνων πλείους προθύμους εἶναι συνέβαινε — 无人称动词 `συνέβαινε`(发生)带不定式 `εἶναι`,其逻辑主语为宾格的 `πλείους`(较多的人)。形容词 `προθύμους` 与该宾格主语一致,并通过 `εἰς τὸ ... ἐπιθυμεῖν`(对于渴望改变)来进一步限定其热切的对象。
  3. 20.75.5ἠναγκάσθη ταύτας περιμένειν καὶ τὰς μάλιστα ταχυναυτούσας τῶν ἠκολουθηκυιῶν ἐξαποστέλλειν — 被动语态动词 `ἠναγκάσθη`(被迫)支配由 `καί` 连接的两个不定式:`περιμένειν`(等待)和 `ἐξαποστέλλειν`(派遣)。后者的宾格宾语是 `τὰς μάλιστα ταχυναυτούσας`(最快速的[船只]),而 `τῶν ἠκολουθηκυιῶν`(在随行船只中)为其部分属格。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.75.1-20.75.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.75.1-20.75.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。