§20.75.1Πτολεμαῖος δὲ προκατειληφὼς τοὺς εὐκαιροτάτους τόπους ἀσφαλέσι φυλακαῖς ἀπέστειλέν τινας ἐν τοῖς κοντωτοῖς, παρακελευσάμενος προσπλεῖν πλησίον τῆς ἐκβάσεως καὶ κηρύττειν ὅτι δώσει τοῖς μεταβαλομένοις ἀπʼ Ἀντιγόνου τῶν μὲν ἰδιωτῶν ἑκάστοις δύο μνᾶς, τοῖς δʼ ἐφʼ ἡγεμονίας τεταγμένοις τάλαντον.
プトレマイオスは最も有利な場所を強固な守備隊であらかじめ押さえていたので、平底船に乗せた者たちを送り出し、彼らに、河口の近くに船を寄せて、アンティゴノスから寝返る者たちには一般兵であればそれぞれ二ミナを、将校であれば一タラントンを与える、と布告するように命じた。
§20.75.2γενομένων οὖν τῶν κηρυγμάτων τοιούτων ἐνέπεσέ τις ὁρμὴ πρὸς μετάθεσιν τοῖς μετʼ Ἀντιγόνου μισθοφόροις, ἐν οἷς καὶ τῶν ἡγεμόνων πλείους προθύμους εἶναι συνέβαινε διʼ αἰτίας τινὰς εἰς τὸ μεταβολῆς ἐπιθυμεῖν.
このような布告がなされると、アンティゴノス率いる傭兵たちの中に寝返ろうとする衝動が湧き起こり、その中には、様々な理由から立場を変えることを望み、熱心になっている将校も多かった。
§20.75.3πολλῶν δὲ πρὸς αὐτὸν αὐτομολούντων ὁ μὲν Ἀντίγονος ἐπιστήσας τῷ χείλει τοῦ ποταμοῦ τοξότας καὶ σφενδονήτας καὶ πολλὰ τῶν ὀξυβελικῶν τοὺς προσπλέοντας ἐν τοῖς κοντωτοῖς ἀνέστελλε·
多くの者が彼のところに脱走したため、アンティゴノスは川の岸辺に射手たちと投石兵たち、それに多数の弩級カタパルトを配置して、平底船で近づいてくる者たちを阻止した。
τῶν δʼ αὐτομολούντων συλλαβών τινας δεινῶς ᾐκίσατο, βουλόμενος καταπλήξασθαι τοὺς τῆς ὁμοίας ὁρμῆς ἀντεχομένους.
また、脱走しようとした者たちのうち幾人かを捕らえて酷い拷問に処し、同じような衝動を抱いている者たちを恐れおののかせようとした。
§20.75.4καὶ προσλαβὼν τὰ καθυστεροῦντα τῶν σκαφῶν προσέπλευσεν ἐπὶ τὸ καλούμενον Ψευδόστομον, νομίζων ἐνταῦθα δυνήσεσθαί τινας τῶν στρατιωτῶν ἀποβιβάσαι.
そして遅れていた船を合流させると、いわゆるプセウドストモンへと船を進め、そこなら兵士の一部を上陸させることができると考えた。
εὑρὼν δὲ πρὸς αὐτῷ φυλακὴν ἰσχυρὰν καὶ τοῖς τε ὀξυβελέσι καὶ τοῖς ἄλλοις παντοίοις βέλεσιν ἀνειργόμενος ἀπέπλευσε περικαταλαμβανούσης νυκτός.
しかし、そこにも強力な守備隊がいるのを見いだし、カタパルトやその他あらゆる飛び道具によって阻まれたため、夜が迫る中で船を退かせた。
§20.75.5ἔπειτα παραγγείλας τοῖς κυβερνήταις ἀκολουθεῖν τῇ στρατηγίδι νηὶ προσέχοντας τῷ λαμπτῆρι προσέπλευσεν ἐπὶ τὸ στόμα τοῦ Νείλου τὸ καλούμενον Φατνιτικόν·
その後、舵手たちに、灯火に注意を払いながら旗艦に従うよう命じて、いわゆるファトニティコンと呼ばれるナイル川の河口へと船を進めた。
ἡμέρας δὲ γενομένης, ἐπειδὴ πολλαὶ τῶν νεῶν ἀπεπλανήθησαν, ἠναγκάσθη ταύτας περιμένειν καὶ τὰς μάλιστα ταχυναυτούσας τῶν ἠκολουθηκυιῶν ἐξαποστέλλειν ἐπὶ τὴν τούτων ζήτησιν.
しかし朝になり、多くの船が道に迷ってしまっていたため、それらを待つことを余儀なくされ、従ってきた船の中で最も快速なものをその捜索のために送り出した。