§20.71.1ὁ δʼ Ἀγαθοκλῆς ἐπειδὴ διεκομίσθη ταχέως ἐκ τῆς Λιβύης εἰς τὴν Σικελίαν, μεταπεμψάμενος μέρος τῆς δυνάμεως παρῆλθεν εἰς τὴν τῶν Αἰγεσταίων πόλιν οὖσαν σύμμαχον.
而阿加托克利斯在迅速从利比亚渡海来到西西里后,召集了其一部分军队,前往身为盟友的埃杰斯塔人的城市。
ἀπορούμενος δὲ χρημάτων εἰσφέρειν ἠνάγκαζε τοὺς εὐπόρους τὸ πλεῖον μέρος τῆς ὑπάρξεως, §20.71.2οὔσης τῆς πόλεως τότε μυριάνδρου.
由于缺乏资金,他强迫富裕的市民缴纳他们大部分的财产,当时该城有一万人口。
πολλῶν δʼ ἐπὶ τούτοις ἀγανακτούντων καὶ συντρεχόντων αἰτιασάμενος τοὺς Αἰγεσταίους ἐπιβουλεύειν αὐτῷ δειναῖς περιέβαλε συμφοραῖς τὴν πόλιν·
许多人对此表示愤慨并聚集在一起,他指责埃杰斯塔人企图谋害他,从而使该城陷入了可怕的灾难之中。
τοὺς μὲν γὰρ ἀπορωτάτους προαγαγὼν ἐκτὸς τῆς πόλεως παρὰ τὸν Σκάμανδρον ποταμὸν ἀπέσφαξεν, τοὺς δὲ δοκοῦντας οὐσίαν κεκτῆσθαι μείζονα βασανίζων ἠνάγκαζε λέγειν ὁπόσα ἔχων τις τυγχάνει χρήματα καὶ τοὺς μὲν αὐτῶν ἐτρόχιζε, τοὺς δὲ εἰς τοὺς καταπέλτας ἐνδεσμεύων κατετόξευεν, ἐνίοις δʼ ἀστραγάλους προστιθεὶς βιαιότερον δειναῖς ἀλγηδόσι περιέβαλλεν.
因为对于最贫穷的人,他将他们带到城外斯卡曼德罗斯河畔屠杀;而对那些看似拥有较多资产的人,他则施以酷刑,强迫他们招认各自究竟拥有多少钱财;他将其中一些人绑在车轮上酷刑折磨,另一些人则绑在弹射器上用箭射死,还有一些人,他强力地套上踝夹,使其遭受剧烈的痛苦。
§20.71.3ἐξεῦρε δὲ καὶ ἑτέραν τιμωρίαν ἐμφερῆ τῷ Φαλάριδος ταύρῳ· κατεσκεύασε γὰρ κλίνην χαλκῆν ἀνθρωπίνου σώματος τύπου ἔχουσαν καὶ καθʼ ἕκαστον μέρος κλεισὶ διειλημμένην, εἰς ταύτην δʼ ἐναρμόζων τοὺς βασανιζομένους ὑπέκαιε ζῶντας, τούτῳ διαφερούσης τῆς κατασκευῆς ταύτης παρὰ τὸν ταῦρον, τῷ καὶ θεωρεῖσθαι τοὺς ἐν ταῖς ἀνάγκαις ἀπολλυμένους.
他还发明了另一种类似于法拉里斯铜牛的刑罚:因为他建造了一张具有人体形状的青铜床,其每个部分都用锁扣固定,并将受拷问者套入其中,在下方生生用火将他们烧死,这一装置与铜牛的不同之处在于:人们可以看见那些在痛苦中死去的人。
§20.71.4τῶν δὲ γυναικῶν τῶν εὐπόρων τινῶν μὲν καρκίνοις σιδηροῖς τὰ σφυρὰ πιέζων συνέτεινε, τινῶν δὲ τοὺς τιτθοὺς ἀπέτεμνεν, ταῖς δʼ ἐγκύοις πλίνθους ἐπὶ τὴν ὀσφῦν ἐπιτιθεὶς τὸ ἔμβρυον ἀπὸ τοῦ βάρους ἐξέθλιβεν.
至于那些富有的妇女,他用铁钳夹紧并捏碎其中一些人的脚踝,割去另一些人的乳房,而对孕妇,他将砖块压在她们的腰上,借其重量将胎儿挤压出来。
τούτῳ δὲ τῷ τρόπῳ τὰ χρήματα πάντα τοῦ τυράννου ζητοῦντος καὶ μεγάλου φόβου τὴν πόλιν ἐπέχοντος τινὲς μὲν αὑτοὺς συγκατέκαυσαν ταῖς οἰκίαις, τινὲς δὲ ἀγχόνῃ τὸ ζῆν ἐξέλιπον.
当僭主以此种方式搜刮所有钱财,极大的恐惧笼罩全城时,一些人与自己的房屋一同自焚,另一些人则自缢结束了生命。
§20.71.5ἡ μὲν οὖν Αἴγεστα τυχοῦσα μιᾶς ἡμέρας ἀτυχοῦς ἡβηδὸν ἐθανατώθη.
因此,埃杰斯塔在遭遇了不幸的一天后,城中凡成年者皆被屠杀殆尽。
ὁ δʼ Ἀγαθοκλῆς παρθένους μὲν καὶ παῖδας εἰς τὴν Ἰταλίαν διακομίσας ἀπέδοτο τοῖς Βρεττίοις, τῆς δὲ πόλεως οὐδὲ τὴν προσηγορίαν ἀπολιπών, ἀλλὰ Δικαιόπολιν μετονομάσας ἔδωκεν οἰκητήριον τοῖς αὐτομόλοις.
而阿加托克利斯则将年轻女子和儿童运往意大利,卖给了布鲁蒂人,甚至没有留下该城的名字,而是将其改名为‘迪凯奥波利斯’,作为逃兵和亡命者的定居所。