Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.70.1-20.70.4

杀害奥费拉斯招致的神罚与儿子的死

第 258 段,共 301 段 · 希腊语

内容简介

总结了阿加托克利斯远征的奇妙逆转,并指出他因背叛并杀害宾客奥费拉斯而遭到天意报应,神通过他两个儿子的死对他施加了双倍的惩罚。

§20.70.1τῆς δʼ Ἀγαθοκλέους στρατείας εἰς Λιβύην ἐπισημήναιτʼ ἄν τις τό τε παράδοξον καὶ τὴν εἰς τὰ τέκνα γενομένην τιμωρίαν οἷον τῇ θείᾳ προνοίᾳ.
关于阿加托克利斯对利比亚的远征,任何人都会注意到其不可思议的进程以及降临在他孩子身上的惩罚,这仿佛是神圣天意使然。
ἐπὶ μὲν γὰρ τῆς Σικελίας ἡττηθεὶς καὶ τὴν πλείστην τῆς δυνάμεως ἀπολέσας ἐπὶ τῆς Λιβύης μικρῷ μέρει τοὺς προνενικηκότας κατεπολέμησεν.
因为他虽然在西西里战败并失去了绝大部分军队,但在利比亚,他却仅凭一小部分兵力,便彻底击败了先前战胜他的敌人。
§20.70.2καὶ τὰς μὲν ἐν τῇ Σικελίᾳ πόλεις ἁπάσας ἀποβαλὼν πρὸς Συρακούσσαις ἐπολιορκεῖτο, κατὰ δὲ τὴν Λιβύην πασῶν τῶν ἄλλων πόλεων ἐγκρατὴς γενόμενος εἰς πολιορκίαν κατέκλεισε τοὺς Καρχηδονίους, τῆς τύχης ὥσπερ ἐπίτηδες ἐπιδεικνυμένης τὴν ἰδίαν δύναμιν ἐπὶ τῶν ἀπηλπισμένων.
此外,在西西里他失去了所有的城市,并在叙拉古被包围;而在利比亚,他控制了其余所有的城市,并将迦太基人困在包围之中。 这就像是命运有意在那些陷于绝望的人身上展示自己的力量。
§20.70.3εἰς τηλικαύτην δʼ ὑπεροχὴν ἐλθόντος αὐτοῦ καὶ τὸν Ὀφέλλαν φονεύσαντος, ὄντα φίλον καὶ ξένον, φανερῶς ἐπεσημήνατο τὸ δαιμόνιον ὡς διὰ τὴν εἰς τοῦτον παρανομίαν τῶν ὕστερον αὐτῷ γεγενημένων τὸ θεῖον ἐπιστήσαι· τοῦ γὰρ αὐτοῦ μηνὸς καὶ τῆς αὐτῆς ἡμέρας Ὀφέλλαν ἀνελὼν παρέλαβε τὴν δύναμιν καὶ πάλιν τοὺς υἱοὺς ἀπολέσας ἀπέβαλε τὸ στρατόπεδον.
当他达到如此优越的地位并谋杀了身为他朋友和宾客的奥费拉斯时,神明显然昭示出,由于他对奥费拉斯犯下的不法行为,神亲自差配了随后发生在他身上的一切;因为正是在同一个月的同一天,他杀害了奥费拉斯并接管了其军队,而他又在这一天,失去了儿子们并丢掉了整个营地。
§20.70.4καὶ τὸ πάντων ἰδιώτατον, ὁ θεὸς ὥσπερ ἀγαθὸς νομοθέτης διπλῆν ἔλαβε παρʼ αὐτοῦ τὴν κόλασιν· ἕνα γὰρ φίλον ἀδίκως φονεύσας δυεῖν υἱῶν ἐστερήθη, τῶν μετʼ Ὀφέλλα παραγενομένων προσενεγκάντων τὰς χεῖρας τοῖς νεανίσκοις.
而最奇特的是,神就像一位优秀的立法者,向他索取了双倍的惩罚:因为他不义地杀害了一位朋友,便被夺去了两个儿子,而正是那些随同奥费拉斯而来的人,对这些年轻人痛下杀手。
ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς καταφρονοῦντας τῶν τοιούτων.
对于那些轻视此类事情的人,我们便以此作为回答。

词汇与语法注释

  1. §20.70.1τῆς δʼ Ἀγαθοκλέους στρατείας — 动词 ἐπισημήναιτο(中动相希求法加 ἄν,表示潜在可能性)所支配的关系属格。随后接的宾格短语(τό τε παράδοξον καὶ...)作为直接宾语,具体指明了关于这次远征应当注意到哪些方面。
  2. §20.70.3τὸ θεῖον ἐπιστήσαι — 由连词 ὡς 引导的带介词宾格的不定式结构。ἐπιστήσαι 是 ἐφίστημι 的不定过去时主动不定式,在此处作及物动词用,意为“委派、差配、主管”。τὸ θεῖον 是不定式逻辑上的主语,属格短语 τῶν ὕστερον αὐτῷ γεγενημένων 是其宾语,整句意为“神亲自差配了随后发生在他身上的事情”。
  3. §20.70.4τῶν μετʼ Ὀφέλλα παραγενομένων προσενεγκάντων τὰς χεῖρας — 属格独立结构。主语是“随同奥费拉斯而来的人”(τῶν μετʼ Ὀφέλλα παραγενομένων),分词 προσενεγκάντων 意为“动手、施加暴力”(来自 προσφέρω τὰς χεῖρας 加与格)。这强调了因果报应的讽刺性:曾随被杀的奥费拉斯而来的士兵,如今成了杀死阿加托克利斯儿子的刽子手。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.70.1-20.70.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.70.1-20.70.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。