§20.71.1ὁ δʼ Ἀγαθοκλῆς ἐπειδὴ διεκομίσθη ταχέως ἐκ τῆς Λιβύης εἰς τὴν Σικελίαν, μεταπεμψάμενος μέρος τῆς δυνάμεως παρῆλθεν εἰς τὴν τῶν Αἰγεσταίων πόλιν οὖσαν σύμμαχον.
アガトクレスは、リビアからシキリアへと速やかに渡ると、軍勢の一部を呼び寄せ、同盟市であったアイゲスタ人の都市へと赴いた。
ἀπορούμενος δὲ χρημάτων εἰσφέρειν ἠνάγκαζε τοὺς εὐπόρους τὸ πλεῖον μέρος τῆς ὑπάρξεως,
しかし資金に困窮していたため、彼は裕福な市民たちに、その財産の大部分を供出するように強要した。
§20.71.2οὔσης τῆς πόλεως τότε μυριάνδρου.
当時その都市には一万人もの成人男子(市民)がいた。
πολλῶν δʼ ἐπὶ τούτοις ἀγανακτούντων καὶ συντρεχόντων αἰτιασάμενος τοὺς Αἰγεσταίους ἐπιβουλεύειν αὐτῷ δειναῖς περιέβαλε συμφοραῖς τὴν πόλιν·
多くの者がこれに対して憤慨し、集まり騒いだので、彼はアイゲスタ人たちが自分に対して陰謀を企てていると言いがかりをつけ、その都市に恐ろしい災厄をもたらした。
τοὺς μὲν γὰρ ἀπορωτάτους προαγαγὼν ἐκτὸς τῆς πόλεως παρὰ τὸν Σκάμανδρον ποταμὸν ἀπέσφαξεν, τοὺς δὲ δοκοῦντας οὐσίαν κεκτῆσθαι μείζονα βασανίζων ἠνάγκαζε λέγειν ὁπόσα ἔχων τις τυγχάνει χρήματα καὶ τοὺς μὲν αὐτῶν ἐτρόχιζε, τοὺς δὲ εἰς τοὺς καταπέλτας ἐνδεσμεύων κατετόξευεν, ἐνίοις δʼ ἀστραγάλους προστιθεὶς βιαιότερον δειναῖς ἀλγηδόσι περιέβαλλεν.
すなわち、最も貧しい人々は市外へと連れ出し、スカマンドロス川のほとりで虐殺した。 また、より大きな財産を所有していると思われる者たちに対しては、拷問を加えて、それぞれどれだけの金銭を所有しているかを白状させようとした。 そして彼らのうちのある者たちを車輪に縛り付けて責め苦を与え、またある者たちはカタパルトに縛り付けて、矢で射抜いた。 また他の者たちには、くるぶしに刑具を乱暴に押し当てて、恐ろしい苦痛を与えた。
§20.71.3ἐξεῦρε δὲ καὶ ἑτέραν τιμωρίαν ἐμφερῆ τῷ Φαλάριδος ταύρῳ·
さらに、ファラリスの雄牛に似た別の処罰法をも考案した。
κατεσκεύασε γὰρ κλίνην χαλκῆν ἀνθρωπίνου σώματος τύπου ἔχουσαν καὶ καθʼ ἕκαστον μέρος κλεισὶ διειλημμένην, εἰς ταύτην δʼ ἐναρμόζων τοὺς βασανιζομένους ὑπέκαιε ζῶντας, τούτῳ διαφερούσης τῆς κατασκευῆς ταύτης παρὰ τὸν ταῦρον, τῷ καὶ θεωρεῖσθαι τοὺς ἐν ταῖς ἀνάγκαις ἀπολλυμένους.
すなわち、人間の身体の形をした青銅製のベッドを製作させ、それぞれの部分を締め具で固定できるようにした。 そして、このベッドに拷問を受ける者たちをはめ込み、その下から火をあぶって生きたまま焼き殺した。 この装置が雄牛と異なるのは、苦悶のうちに死んでいく者たちの姿が見えるという点であった。
§20.71.4τῶν δὲ γυναικῶν τῶν εὐπόρων τινῶν μὲν καρκίνοις σιδηροῖς τὰ σφυρὰ πιέζων συνέτεινε, τινῶν δὲ τοὺς τιτθοὺς ἀπέτεμνεν, ταῖς δʼ ἐγκύοις πλίνθους ἐπὶ τὴν ὀσφῦν ἐπιτιθεὶς τὸ ἔμβρυον ἀπὸ τοῦ βάρους ἐξέθλιβεν.
また、裕福な女性たちに対しては、ある者たちには鉄のハサミで足首を締めつけて骨を砕き、ある者たちには乳房を切り落とし、妊婦たちに対しては、その腰の上にレンガを積み重ねて、その重みで胎児を押し潰した。
τούτῳ δὲ τῷ τρόπῳ τὰ χρήματα πάντα τοῦ τυράννου ζητοῦντος καὶ μεγάλου φόβου τὴν πόλιν ἐπέχοντος τινὲς μὲν αὑτοὺς συγκατέκαυσαν ταῖς οἰκίαις, τινὲς δὲ ἀγχόνῃ τὸ ζῆν ἐξέλιπον.
僭主がこのようにしてあらゆる金銭を捜し求め、都市全体が大きな恐怖に包まれると、ある者たちは自分の家に火を放って我が身とともに焼き尽くし、またある者たちは首を吊って生涯を終えた。
§20.71.5ἡ μὲν οὖν Αἴγεστα τυχοῦσα μιᾶς ἡμέρας ἀτυχοῦς ἡβηδὸν ἐθανατώθη.
こうして、アイゲスタは、たった一日の不幸な日のうちに、成人した者全員が虐殺されたのである。
ὁ δʼ Ἀγαθοκλῆς παρθένους μὲν καὶ παῖδας εἰς τὴν Ἰταλίαν διακομίσας ἀπέδοτο τοῖς Βρεττίοις, τῆς δὲ πόλεως οὐδὲ τὴν προσηγορίαν ἀπολιπών, ἀλλὰ Δικαιόπολιν μετονομάσας ἔδωκεν οἰκητήριον τοῖς αὐτομόλοις.
そしてアガトクレスは、処女たちや子供たちをイタリアへと連れ去り、ブロッティオス人たちに奴隷として売却した。 都市の名前さえも残さず、そこをディカイオポリスと改名して、亡命者たちの居住地として与えた。