§20.70.1τῆς δʼ Ἀγαθοκλέους στρατείας εἰς Λιβύην ἐπισημήναιτʼ ἄν τις τό τε παράδοξον καὶ τὴν εἰς τὰ τέκνα γενομένην τιμωρίαν οἷον τῇ θείᾳ προνοίᾳ.
アガトクレスのリビア遠征に関しては、その驚異的な展開と、子供たちの上に下された処罰について、あたかも神の摂理によるものであるかのように、誰もが注目するであろう。
ἐπὶ μὲν γὰρ τῆς Σικελίας ἡττηθεὶς καὶ τὴν πλείστην τῆς δυνάμεως ἀπολέσας ἐπὶ τῆς Λιβύης μικρῷ μέρει τοὺς προνενικηκότας κατεπολέμησεν.
というのも、シキリアにおいては敗北し、軍勢の大部分を失ったのに、リビアにおいては、わずかな軍勢によって、かつて自らに勝利した者たちを打ち破ったからである。
§20.70.2καὶ τὰς μὲν ἐν τῇ Σικελίᾳ πόλεις ἁπάσας ἀποβαλὼν πρὸς Συρακούσσαις ἐπολιορκεῖτο, κατὰ δὲ τὴν Λιβύην πασῶν τῶν ἄλλων πόλεων ἐγκρατὴς γενόμενος εἰς πολιορκίαν κατέκλεισε τοὺς Καρχηδονίους, τῆς τύχης ὥσπερ ἐπίτηδες ἐπιδεικνυμένης τὴν ἰδίαν δύναμιν ἐπὶ τῶν ἀπηλπισμένων.
また、シキリアにおいては都市のすべてを失ってシュラクサイで包囲されていたのに対して、リビアにおいては、他のすべての都市を支配下に置き、カルタゴ人たちを包囲の中に閉じ込めた。 これは、まるで運命が、絶望的な状況にある者たちにおいて自らの力をわざわざ誇示しているかのようであった。
§20.70.3εἰς τηλικαύτην δʼ ὑπεροχὴν ἐλθόντος αὐτοῦ καὶ τὸν Ὀφέλλαν φονεύσαντος, ὄντα φίλον καὶ ξένον, φανερῶς ἐπεσημήνατο τὸ δαιμόνιον ὡς διὰ τὴν εἰς τοῦτον παρανομίαν τῶν ὕστερον αὐτῷ γεγενημένων τὸ θεῖον ἐπιστήσαι·
彼がこれほどまでに優位に立ち、友人であり賓客であったオフェラスを殺害したとき、神性は、このオフェラスに対する不法行為のゆえに、その後に彼に起こった出来事を神が差配されたのだということを明白に示した。
τοῦ γὰρ αὐτοῦ μηνὸς καὶ τῆς αὐτῆς ἡμέρας Ὀφέλλαν ἀνελὼν παρέλαβε τὴν δύναμιν καὶ πάλιν τοὺς υἱοὺς ἀπολέσας ἀπέβαλε τὸ στρατόπεδον.
というのも、まさに同じ月の同じ日に、彼はオフェラスを殺害してその軍勢を手に入れ、そしてまた、自分の息子たちを失って陣営を失ったからである。
§20.70.4καὶ τὸ πάντων ἰδιώτατον, ὁ θεὸς ὥσπερ ἀγαθὸς νομοθέτης διπλῆν ἔλαβε παρʼ αὐτοῦ τὴν κόλασιν·
そして何よりも奇妙なことには、神は優れた立法者のように、彼から二倍の罰を徴収したのである。
ἕνα γὰρ φίλον ἀδίκως φονεύσας δυεῖν υἱῶν ἐστερήθη, τῶν μετʼ Ὀφέλλα παραγενομένων προσενεγκάντων τὰς χεῖρας τοῖς νεανίσκοις.
すなわち、一人の友人を不当に殺害したことで、二人の息子を奪われることになった。 オフェラスとともにやって来た者たちが、この若者たちに手を下したのである。
ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς καταφρονοῦντας τῶν τοιούτων.
さて、このようなことを軽蔑する者たちに対しては、我々の側からはこれだけを言っておくことにしよう。