§20.69.1φυλακήν.
关押。
ἀναρχίας οὖν γενομένης ἐν τῷ στρατοπέδῳ θόρυβος ἦν καὶ ταραχὴ καὶ τῆς νυκτὸς ἐπιλαβούσης διεδόθη λόγος ὡς πλησίον εἰσὶν οἱ πολέμιοι.
于是营中一片混乱,嘈杂与惊慌四起,随着夜色降临,有传言散布开来,称敌人就在附近。
ἐμπεσούσης δὲ πτόης καὶ φόβου πανικοῦ διεσκευασμένος ἕκαστος προῆγεν ἐκ τῆς παρεμβολῆς οὐδενὸς παραγγέλλοντος.
恐怖与惊惶袭来,每个人都收拾好装备,在没有任何人命令的情况下,便从营地出发了。
§20.69.2καθʼ ὃν δὴ χρόνον οἱ τὸν δυνάστην παραφυλάττοντες οὐχ ἧττον τῶν ἄλλων ἐκπεπληγμένοι καὶ δόξαντες ὑπό τινων καλεῖσθαι ταχέως ἐξῆγον τὸν Ἀγαθοκλέα διειλημμένον δεσμοῖς.
正是在这个时候,那些看守这位统治者的人,也和其别人一样惊恐万分,他们以为有人在叫自己,便急忙把被绳索捆绑着的阿加托克利斯带了出来。
§20.69.3τὸ δὲ πλῆθος ὡς ἴδεν, εἰς ἔλεον ἐτράπη καὶ πάντες ἐπεβόων ἀφεῖναι.
大众一看见他,便生出怜悯之心,纷纷大喊释放他。
ὁ δὲ λυθεὶς καὶ μετʼ ὀλίγων ἐμβὰς εἰς τὸ πορθμεῖον ἔλαθεν ἐκπλεύσας κατὰ τὴν δύσιν τῆς Πλειάδος χειμῶνος ὄντος.
于是他被释放,与少数几个人登上小船,在昴星团西沉、正值冬季之时秘密启航离去。
οὗτος μὲν οὖν τῆς ἰδίας σωτηρίας φροντίσας ἐγκατέλιπε τοὺς υἱούς, οὓς οἱ στρατιῶται τὸν δρασμὸν ἀκούσαντες εὐθὺς ἀπέσφαξαν, καὶ στρατηγοὺς ἐξ ἑαυτῶν ἑλόμενοι διελύθησαν πρὸς Καρχηδονίους, ὥστε τὰς πόλεις ἃς εἶχον παραδοῦναι καὶ λαβεῖν τάλαντα τριακόσια καὶ τοὺς μὲν αἱρουμένους μετὰ Καρχηδονίων στρατεύειν κομίζεσθαι τοὺς ἀεὶ διδομένους μισθούς, τοὺς δʼ ἄλλους εἰς Σικελίαν διακομισθέντας λαβεῖν οἰκητήριον Σολοῦντα.
这样,他只顾自己的安全而遗弃了儿子们,士兵们一听到他逃跑的消息,就立刻把他们杀死了,并从他们自己中间选出将领,与迦太基人达成协议,交出他们所占领的城市,并获得三百塔兰同,选择与迦太基人一同服役的人,可以获得照常发放的薪饷,而其余的人则被运送回西西里,并获得索鲁斯作为定居地。
§20.69.4τῶν μὲν οὖν στρατιωτῶν οἱ πλείους ἐμμείναντες ταῖς συνθήκαις ἔτυχον τῶν ὁμολογηθέντων· ὅσοι δὲ τὰς πόλεις διακατέχοντες ἀντεῖχον ταῖς παρʼ Ἀγαθοκλέους ἐλπίσιν, ἐξεπολιορκήθησαν κατὰ κράτος.
于是,大部分士兵遵守了协定,得到了约定的待遇;但那些坚守城市、寄希望于阿加托克利斯救援而进行抵抗的人,则被武力攻克。
§20.69.5ὧν οἱ Καρχηδόνιοι τοὺς μὲν ἡγεμόνας ἀνεσταύρωσαν, τοὺς δʼ ἄλλους δήσαντες πέδαις, ἣν διὰ τὸν πόλεμον ἐξηγρίωσαν χώραν, ἐξηνάγκαζον τοὶς ἰδίοις πόνοις πάλιν ἐξημεροῦν.
迦太基人将他们的领袖钉在十字架上,并用脚镣锁住其余的人,强迫他们用自己的劳力重新开垦因战争而荒废的土地。
Καρχηδόνιοι μὲν οὖν ἔτος τέταρτον πολεμούμενοι τοῦτον τὸν τρόπον ἐκομίσαντο τὴν ἐλευθερίαν.
这样,遭受了四年战争的迦太基人,便以这种方式重新获得了自由。