§20.68.1Ἀγαθοκλῆς δέ, μετὰ τὴν γενομένην ἀτυχίαν τῶν μὲν Λιβύων ἁπάντων ἀποστάντων ἀπʼ αὐτοῦ, τῆς δὲ ὑπολειπομένης δυνάμεως ἀδυνατούσης διαπολεμεῖν πρὸς τοὺς Καρχηδονίους διέγνω τὴν Λιβύην ἐκλιπεῖν.
しかし、アガトクレスは、生じた不幸の後に、リビア人全員が自分から離反し、また残された軍勢がカルタゴ人に対して戦争を継続する力を欠いていたため、リビアを去ることを決意した。
διακομίσαι δὲ τοὺς στρατιώτας οὐχ ὑπελάμβανεν δυνήσεσθαι διὰ τὸ μήτε πόρια παρεσκευάσθαι μήτε τοὺς Καρχηδονίους ἐπιτρέψαι ποτʼ ἂν θαλασσοκρατοῦντας.
しかし、兵士たちを船で輸送することはできないと考えていた。 なぜなら、輸送船が準備されておらず、また制海権を握るカルタゴ人たちが決してそれを許さないであろうからである。
§20.68.2διαλύσεις δʼ οὐκ ἐνόμιζε ποιήσεσθαι τοὺς βαρβάρους, πολὺ προέχοντας ταῖς δυνάμεσι καὶ διαβεβαιουμένους ταῖς τῶν πρῶτον διαβάντων ἀπωλείαις ἀποτρέψαι τοὺς ἄλλους ἐπιτίθεσθαι τῇ Λιβύῃ.
また、バルバロイが和平を結ぼうとはしないだろうと考えた。 彼らの軍勢がはるかに勝っており、最初に渡ってきた者たちの破滅によって、他の者たちがリビアを攻撃するのを思いとどまらせることを決意していたからである。
§20.68.3ἔκρινεν οὖν μετʼ ὀλίγων λάθρᾳ ποιήσασθαι τὴν ἀναγωγὴν καὶ συνενεβίβασε τὸν νεώτερον τῶν υἱῶν Ἡρακλείδην·
それゆえ、彼は少数の者とともに密かに出航することを決め、息子のうち年少のヘラクレイデスを同船させた。
τὸν γὰρ Ἀρχάγαθον εὐλαβεῖτο μήποτε συνὼν τῇ μητρυιᾷ καὶ φύσει τολμηρὸς ὢν ἐπιβουλὴν κατʼ αὐτοῦ συστήσῃ.
なぜなら、アルカガトスに対しては、彼が継母と肉体関係にあり、また生来大胆であったため、自分に対する陰謀を企てるのではないかと警戒したからである。
ὁ δʼ Ἀρχάγαθος ὑποπτεύσας αὐτοῦ τὴν ἐπίνοιαν παρετήρει τὸν ἔκπλουν, διανοούμενος μηνῦσαι τῶν ἡγεμόνων τοῖς διακωλύσουσι τὴν ἐπιβολήν·
一方アルカガトスは、父の意図を疑い、その出航を監視し、その企てを阻止しようとするであろう指揮官たちに告発しようと考えていた。
ἡγεῖτο γὰρ δεινὸν εἶναι τὸ τῶν μὲν κινδύνων ἑαυτὸν προθύμως μετεσχηκέναι, προαγωνιζόμενον τοῦ πατρὸς καὶ τἀδελφοῦ, τῆς δὲ σωτηρίας μόνον ἀποστερεῖσθαι, καταλειπόμενον ἔκδοτον τοῖς πολεμίοις.
なぜなら、父と弟のために先頭に立って戦い、自ら進んで危険を共にしてきたのに、一人だけ救いを奪われ、敵に引き渡されるまま置き去りにされるのは、酷いことだと考えたからである。
§20.68.4διὸ δὴ τοὺς περὶ τὸν Ἀγαθοκλέα μέλλοντας λάθρᾳ τὸν ἀπόπλουν ποιεῖσθαι νυκτὸς ἐμήνυσέ τισι τῶν ἡγεμόνων.
それゆえにまさに彼は、夜間に密かに出航しようとしているアガトクレスとその一派のことを、指揮官たちの一部に告発した。
οἱ δὲ συνδραμόντες οὐ μόνον διεκώλυσαν, ἀλλὰ καὶ τῷ πλήθει τὴν ῥᾳδιουργίαν ἐξέθηκαν·
彼らは駆けつけて、それを阻止しただけでなく、大衆にその悪事を暴露した。
ἐφʼ οἷς οἱ στρατιῶται περιαλγεῖς γενόμενοι συνελάβοντο τὸν δυνάστην καὶ δήσαντες παρέδωκαν εἰς
これに対して兵士たちは大いに憤慨し、支配者を捕らえ、縛り上げて〜へと引き渡した。