Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.65.1-20.65.2

迦太基军的献祭与营地大火

第 253 段,共 301 段 · 希腊语

内容简介

迦太基人在举行胜利祭祀时,突来的狂风导致神圣帐篷起火并蔓延至整个营地,许多士兵被活活烧死,为其残暴行径付出了代价。

§20.65.1τῶν γὰρ Καρχηδονίων μετὰ τὴν νίκην τοὺς καλλίστους τῶν αἰχμαλώτων θυόντων χαριστήρια νυκτὸς τοῖς θεοῖς καὶ πολλοῦ πυρὸς τοὺς ἱεροκαυτουμένους ἄνδρας κατέχοντος ἐξαίφνης πνεύματος ἐπιπεσόντος συνέβη τὴν ἱερὰν σκηνὴν ἀναφθῆναι, πλησίον οὖσαν τοῦ βωμοῦ, ἀπὸ δὲ ταύτης τὴν στρατηγικὴν καὶ κατὰ τὸ συνεχὲς οὔσας τὰς τῶν ἡγεμόνων, ὥστε πολλὴν ἔκπληξιν γενέσθαι καὶ φόβον κατὰ πᾶν τὸ στρατόπεδον.
因为当迦太基人在胜利之后,于夜间将最英俊的俘虏作为谢神祭品献祭给神明,且熊熊烈火正包围着那些作为神圣祭品被焚烧的人时,突然狂风大作,致使靠近祭坛的神圣帐篷燃了起来,并由此延烧到将军的帐篷,接着又连续烧毁了军官们的帐篷,以致整个营地陷入了极大的惊恐与畏惧之中。
τινὲς μὲν γὰρ τὸ πῦρ ἐπιχειροῦντες σβέσαι, τινὲς δὲ τὰς πανοπλίας καὶ τὰ πολυτελέστατα τῶν παρεσκευασμένων ἐκκομίζοντες ὑπὸ τῆς φλογὸς ἀπελαμβάνοντο· τῶν γὰρ σκηνῶν ἐκ καλάμου καὶ χόρτου συγκειμένων καὶ τοῦ πυρὸς ὑπὸ τοῦ πνεύματος βιαιότερον ἐκριπισθέντος ἡ παρὰ τῶν στρατιωτῶν βοήθεια κατεταχεῖτο.
因为有的人试图灭火,有的人则在搬运铠甲和最珍贵的装备时被火焰困住;由于帐篷是用芦苇和草搭建的,且火势在风力的煽动下愈发猛烈,士兵们的施救行动根本赶不上火势蔓延的速度。
§20.65.2διὸ καὶ τῆς παρεμβολῆς ταχὺ πάσης φλεγομένης πολλοὶ μὲν ἐν στεναῖς ταῖς διόδοις ἀποληφθέντες ζῶντες κατεκαύθησαν καὶ τῆς εἰς τοὺς αἰχμαλώτους ὠμότητος παραχρῆμα τὴν κόλασιν ὑπέσχον, αὐτῆς τῆς ἀσεβείας ἴσην τὴν τιμωρίαν πορισαμένης·
因此,随着整个营地迅速化为火海,许多人在狭窄的通道中被困,活活烧死,当即为他们对俘虏的残暴行径付出了代价,不敬之罪本身带来了等同的惩罚。
τοῖς δʼ ἐκ τῆς παρεμβολῆς ἐκπίπτουσι μετὰ θορύβου καὶ κραυγῆς ἕτερος μείζων ἐπηκολούθησε κίνδυνος.
而对于那些伴随着混乱和呼喊声逃出营地的人,另一个更大的危险紧随其后。

词汇与语法注释

  1. 20.65.1τῶν γὰρ Καρχηδονίων ... θυόντων ... καὶ πολλοῦ πυρὸς ... κατέχοντος ... πνεύματος ἐπιπεσόντος — 在主句动词 συνέβη 之前,连续使用了三个属格独立格(Καρχηδονίων θυόντων、πυρὸς κατέχοντος 和 πνεύματος ἐπιπεσόντος),重叠地展示了祭祀时的混乱背景以及火灾发生的直接原因(暴风)。
  2. 20.65.1ἀπὸ δὲ ταύτης τὴν στρατηγικὴν καὶ κατὰ τὸ συνεχὲς οὔσας τὰς τῶν ἡγεμόνων — 由 συνέβη 引导的带对格的不定式结构的一部分。τὴν στρατηγικὴν 省略了单数名词 σκηνήν,而 τὰς τῶν ἡγεμόνων 省略了复数名词 σκηνάς。分词 οὔσας 与省略的阴性复数对格名词一致,并与表示“连续地、紧接其后”的副词短语 κατὰ τὸ συνεχὲς 连用。
  3. 20.65.1κατεταχεῖτο — 动词 καταταχέω(或 καταταχύνω)的未完成过去时被动语态,意为“被超越、被赶超”。在此生动地表现了士兵们的救援行动(βοήθεια)被火势蔓延的速度所超越,即“灭火行动赶不上火势的迅猛”。
  4. 20.65.2αὐτῆς τῆς ἀσεβείας ἴσην τὴν τιμωρίαν πορισαμένης — 属格独立格。形容词 ἴσην(同等的)处于相对于 τὴν τιμωρίαν 的谓语位置(predicative position),暗示着“不敬之罪本身带来了等同的惩罚”,强调了他们的残暴行径与他们所遭受的悲惨结局之间的因果对等性。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.65.1-20.65.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.65.1-20.65.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。