Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.63.1-20.63.7

阿加托克利斯的宴席与清洗政敌五百人

第 251 段,共 301 段 · 希腊语

内容简介

阿加托克利斯在胜利后举行宴会,平易近人地与平民交往以探听真实想法。他以自己曾做过陶工的过去为荣,并机敏地应对嘲讽,但他也设宴暗中杀害了五百名反对他的叙拉古权贵,在巩固政权后启程前往利比亚。

§20.63.1Ἀγαθοκλῆς δὲ ἐν ἡμέραις ὀλίγαις καὶ πεζῇ καὶ κατὰ θάλατταν νενικηκὼς τοὺς πολεμίους ἔθυε τοῖς θεοῖς καὶ λαμπρὰς ὑποδοχὰς τῶν φίλων ἐποιεῖτο.
阿加托克利斯在几天之内,无论在陆地还是在海上都战胜了敌人,于是向神明献祭,并盛情款待了朋友们。
ἀπετίθετο δʼ ἐν τοῖς πότοις τὸ τῆς τυραννίδος ἀξίωμα καὶ τῶν τυχόντων ἰδιωτῶν ταπεινότερον ἑαυτὸν ἀπεδείκνυεν, ἅμα μὲν διὰ τῆς τοιαύτης πολιτείας θηρώμενος τὴν παρὰ τῶν πολλῶν εὔνοιαν, ἅμα δὲ διδοὺς ἐν τῇ μέθῃ καθʼ αὑτοῦ παρρησίαν ἀκριβῶς κατενόει τὴν ἑκάστου διάνοιαν, τῆς ἀληθείας ἐκφερομένης ἀπαρακαλύπτως διὰ τὸν οἶνον.
在酒宴上,他放下了僭主的尊严,表现得比普通平民还要谦卑,这一方面是通过这种行事方式来争取大众的赞许,另一方面则是通过在醉酒中允许他人对自己畅所欲言,从而准确地察觉每个人的真实意图,因为真相会借着美酒而毫无保留地显露出来。
§20.63.2ὑπάρχων δὲ καὶ φύσει γελωτοποιὸς καὶ μῖμος οὐδʼ ἐν ταῖς ἐκκλησίαις ἀπείχετο τοῦ σκώπτειν τοὺς καθημένους καί τινας αὐτῶν εἰκάζειν, ὥστε τὸ πλῆθος πολλάκις εἰς γέλωτα ἐκτρέπεσθαι, καθάπερ τινὰ τῶν ἠθολόγων ἢ θαυματοποιῶν θεωροῦντας.
由于他天生就是个逗乐者和模仿者,甚至在公民大会上也不放弃嘲弄在座的人并模仿其中的一些人,以致群众经常哄堂大笑,仿佛在观看某位性格演员或魔术戏法师的表演。
§20.63.3δορυφορούμενος δὲ ὑπὸ πλήθους εἰς τὰς ἐκκλησίας εἰσῄει μόνος, οὐχ ὁμοίως Διονυσίῳ τῷ τυράννῳ·
尽管他有大批卫兵护送,但他却独自一人进入公民大会,这与僭主狄奥尼修斯不同。
οὗτος γὰρ ἐπὶ τοσοῦτον ἀπίστως διέκειτο πρὸς ἅπαντας ὥστε κατὰ μὲν τὸ πλεῖστον κομᾶν καὶ πωγωνοτροφεῖν, ὅπως μὴ συναναγκασθῇ τῷ τοῦ κουρέως σιδήρῳ παραβαλεῖν τὰ κυριώτατα μέρη τοῦ σώματος· εἰ δὲ καί ποτε χρεία γένοιτο τὴν κεφαλὴν ἀποκείρασθαι, περιέκαε τὰς τρίχας, μίαν ἀσφάλειαν τυραννίδος ἀποφαινόμενος τὴν ἀπιστίαν.
因为后者对所有人都极其不信任,以至于在大多数时间里都留长发和胡须,以免被迫将自己身体最关键的部位交付给理发师的铁刃;即使有时需要修剪头发,他也会用火烧掉头发,并宣称不信任是僭主政治唯一的安全保障。
§20.63.4ὁ δʼ οὖν Ἀγαθοκλῆς παρὰ τὸν πότον λαβὼν ῥυτὸν μέγαν χρυσοῦν εἶπεν ὡς οὐ πρότερον ἀπέστη τῆς κεραμευτικῆς τέχνης ἕως τοιαῦτα ἐκπωμάτων πλάσματα φιλοτεχνῶν ἐκεραμεύσατο.
且说阿加托克利斯在一次酒宴上拿过一个巨大的金制角杯,说他以前并没有放弃制陶工艺,直到他凭着艺术技巧烧制出如此精美的陶杯。
οὐ γὰρ ἀπηρνεῖτο τὴν ἐπιστήμην, ἀλλὰ καὶ τοὐναντίον ἐκαυχᾶτο, διὰ τῆς ἰδίας ἀρετῆς ἀποφαινόμενος ἀντὶ τοῦ ταπεινοτάτου βίου τὸν ἐπιφανέστατον μετειληφέναι.
因为他并不否认自己的这门手艺,反而以此自诩,宣称正是通过他自己的才能,他才得以用最卑微的生活换取了最辉煌的生活。
§20.63.5καί ποτε πολιορκοῦντος αὐτοῦ τινα τῶν οὐκ ἀδόξων πόλεων καὶ τῶν ἀπὸ τοῦ τείχους βοώντων “κεραμεῦ καὶ καμινεῦ, πότε τοὺς μισθοὺς ἀποδώσεις τοῖς στρατιώταις;
还有一次,当他正在包围一座颇有名气的城市时,城墙上的人喊道:“陶工、烧窑的,你什么时候给你的士兵发军饷?
” ὑπολαβὼν εἶπεν “ὅταν ταύτην ἐξέλω. ”
”他接话道:“当我攻下这座城市的时候。
§20.63.6οὐ μὴν ἀλλὰ διὰ τὴν ἐν τοῖς πότοις εὐτραπελίαν κατανοήσας τῶν μεθυόντων τοὺς ἀλλοτρίως τὰ πρὸς τὴν δυναστείαν ἔχοντας παρέλαβεν αὐτούς ποτε κατʼ ἰδίαν πάλιν ἐπὶ τὴν ἑστίασιν καὶ τῶν ἄλλων Συρακοσίων τοὺς μάλιστα πεφρονηματισμένους, τὸν ἀριθμὸν πεντακοσίους ὄντας· οἷς περιστήσας τῶν μισθοφόρων τοὺς εὐθέτους ἅπαντας ἀπέσφαξεν.
” 尽管如此,通过酒宴上的戏谑,他察觉到了那些醉汉中对他的统治抱有敌意的人,于是他有一次再次私下邀请他们,连同其他叙拉古人中最有傲骨的人一起参加宴会,人数达五百人;他让雇佣兵中合适的人包围了他们,并把他们全部宰杀。
§20.63.7σφόδρα γὰρ εὐλαβεῖτο μὴ χωρισθέντος αὐτοῦ εἰς Λιβύην καταλύσωσι τὴν δυναστείαν, ἐπικαλεσάμενοι τοὺς μετὰ Δεινοκράτους φυγάδας.
因为他非常担心,在自己前往利比亚之后,他们会招来戴诺克拉底手下的流亡者,从而推翻他的统治。
τοῦτον δὲ τὸν τρόπον ἀσφαλισάμενος τὰ κατὰ τὴν ἀρχὴν ἐξέπλευσεν ἐκ τῶν Συρακουσσῶν.
以这种方式巩固了自己的政权之后,他便从叙拉古起航。

词汇与语法注释

  1. 20.63.2θεωροῦντας — 阳性复数宾格分词 `θεωροῦντας` 在语法上与中性单数集合名词 `τὸ πλῆθος`(群众)作逻辑上的一致(按意一致,constructio ad sensum)。
  2. 20.63.3τὴν ἀπιστίαν — 带有定冠词的 `τὴν ἀπιστίαν`(不信任)是主语,而无冠词的 `μίαν ἀσφάλειαν`(唯一的安全保障)是谓语。
  3. 20.63.4ἕως — 与主句中的否定表达 `οὐ πρότερον`(在此之前不……)相关联,此处 `ἕως` 后接直陈式不定过去时(`ἐκεραμεύσατο`),表示过去确定的事实,意为“直到……才……”或“在……之前不……”。
  4. 20.63.6τοὺς ἀλλοτρίως τὰ πρὸς τὴν δυναστείαν ἔχοντας — 该短语使用了“动词 `ἔχω` + 副词 + 介词短语 `πρός`”的结构,表示“对某事抱有某种态度或处于某种状态”。此处指对“其统治(`τὰ πρὸς τὴν δυναστείαν`)”持有“敌对态度(`ἀλλοτρίως`)”的人。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.63.1-20.63.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.63.1-20.63.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。