§20.60.1ἀνέτρεχον εἰς τὴν προϋπάρχουσαν φιλίαν.
(他们)重归于先前的友好关系。
ὁ δʼ Ἀρχάγαθος ὁρῶν διειλημμένην ἅπασαν τὴν Λιβύην πολεμίοις στρατοπέδοις καὶ αὐτὸς διεῖλε τὴν δύναμιν καὶ μέρος μὲν ἐξέπεμψεν εἰς τὴν παραθαλάττιον, τῆς δʼ ἄλλης στρατιᾶς ἣν μὲν Αἰσχρίωνι παραδοὺς ἐξέπεμψεν, ἧς δʼ αὐτὸς ἡγεῖτο, καταλιπὼν τὴν ἱκανὴν φυλακὴν ἐπὶ τοῦ Τύνητος.
但阿尔卡加托斯眼见整个利比亚都被敌人的军队所分割,他自己也划分了兵力,将一部分派往沿海地区,而在其余的军队中,一部分他交由埃斯克里翁带走,另一部分则由他亲自率领,并在突尼斯留下了充足的守备部队。
§20.60.2τοσούτων δὲ στρατοπέδων ἐπὶ τῆς χώρας πανταχῇ πλαζομένων καὶ προσδοκωμένης ἔσεσθαι πραγμάτων ὁλοσχεροῦς μεταβολῆς ἅπαντες ἠγωνίων,
随着如此多的军队在地方上各处游荡,且局势面临彻底改变的预期,所有人都忧心忡忡,屏息静气地等待着即将发生之事的结果。
§20.60.3καραδοκοῦντες τὸ τέλος τῶν ἀποβησομένων. Ἄννων μὲν οὖν ἡγούμενος τοῦ κατὰ τὴν μεσόγειον στρατοπέδου θεὶς ἐνέδραν τοῖς περὶ τὸν Αἰσχρίωνα καὶ παραδόξως ἐπιθέμενος ἀνεῖλε πεζοὺς μὲν πλείους τῶν τετρακισχιλίων, ἱππεῖς δὲ περὶ διακοσίους, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ στρατηγός·
于是,率领内陆军队的汉农为埃斯克里翁及其部下设下埋伏,并发动了出乎意料的袭击,击杀了四千多名步兵和约二百名骑兵,其中也包括将军本人。
τῶν δʼ ἄλλων οἱ μὲν ἥλωσαν, οἱ δὲ διεσώθησαν πρὸς Ἀρχάγαθον, ἀπέχοντα σταδίους πεντακοσίους.
其余的人中,一部分被俘,另一些人则逃往相距五百斯塔德的阿尔卡加托斯那里。
§20.60.4Ἰμίλκων δʼ ἐπὶ τοὺς ἄνω τόπους στρατεύειν ἀποδειχθεὶς τὸ μὲν πρῶτον ἐφήδρευε τῇ πόλει πρὸς τὸν Εὔμαχον, ἐφελκόμενον βαρὺ τὸ στρατόπεδον διὰ τὰς ἐκ τῶν ἁλουσῶν πόλεων ὠφελείας.
而奉命向北部高地进军的希米尔科,起初驻守于城内以静待欧马科斯,后者正带着因从被占领城市中夺取的战利品而显得笨重的军队前行。
§20.60.5μετὰ δὲ ταῦτα τῶν Ἑλλήνων ἐκταξάντων τὴν δύναμιν καὶ προκαλουμένων εἰς μάχην Ἰμίλκων μέρος μὲν τῆς στρατιᾶς κατέλιπε διεσκευασμένον ἐν τῇ πόλει, διακελευσάμενος, ὅταν αὐτὸς ἀναχωρῇ προσποιούμενος φεύγειν, ἐπεξελθεῖν τοῖς ἐπιδιώκουσιν·
此后,当希腊人列阵挑战时,希米尔科将一部分全副武装的军队留在了城内,并下令:当他自己假装逃跑而退却时,他们应当向追击者发起突击。
αὐτὸς δὲ προαγαγὼν τοὺς ἡμίσεις τῶν στρατιωτῶν καὶ μικρὸν πρὸ τῆς παρεμβολῆς συνάψας μάχην εὐθὺς ἔφευγεν ὡς καταπεπληγμένος.
他自己则率领半数士兵前进,在营地前不远处交战,随后便立即像受惊了一般开始逃跑。
§20.60.6οἱ δὲ περὶ τὸν Εὔμαχον ἐπαρθέντες τῇ νίκῃ καὶ τῆς τάξεως οὐδὲν φροντίσαντες ἐδίωκον καὶ τεθορυβημένως τῶν ὑποχωρούντων ἐξήπτοντο·
欧马科斯及其部下因胜利而得意忘形,丝毫不顾及阵型地展开追击,并在混乱中紧追退却的敌人。
ἄφνω δὲ καθʼ ἕτερον μέρος τῆς πόλεως ἐκχυθείσης τῆς δυνάμεως κατεσκευασμένης καὶ πλήθους ἱκανοῦ πρὸς ἓν παρακέλευσμα συναλαλάξαντος κατεπλάγησαν.
然而突然间,当那支武装好的军队从城市的另一处涌出,大批人马随着一声号令齐声高呼战歌时,他们顿时惊慌失措。
§20.60.7ἐμβαλόντων οὖν τῶν βαρβάρων εἰς ἀσυντάκτους καὶ πεφοβημένους διὰ τὸ παράδοξον, ταχὺ τροπὴν συνέβη γενέσθαι τῶν Ἑλλήνων.
因此,在蛮族袭击了这些因突发事件而阵型散乱、惊惶失措的人们后,希腊人很快就陷入了溃败。
ὑποτεμομένων δὲ τῶν Καρχηδονίων τὴν εἰς τὴν στρατοπεδείαν ἀποχώρησιν τῶν πολεμίων ἠναγκάσθησαν οἱ περὶ τὸν Εὔμαχον καταφυγεῖν ἐπὶ τὸν πλησίον λόφον ὕδατος σπανίζοντα.
由于迦太基人切断了敌人退回营地的去路,欧马科斯及其部下被迫逃往附近一座缺水的山丘。
§20.60.8περιστρατοπεδευσάντων δὲ τὸν τόπον τῶν Φοινίκων ἅμα μὲν ὑπὸ τοῦ δίψους καταπονηθέντες, ἅμα δʼ ὑπὸ τῶν πολεμίων κρατούμενοι σχεδὸν ἅπαντες ἀνῃρέθησαν· ἀπὸ μὲν γὰρ πεζῶν ὀκτακισχιλίων τριάκοντα μόνον διεσώθησαν, ἀπὸ δʼ ἱππέων ὀκτακοσίων τετταράκοντα διέφυγον τὸν κίνδυνον.
随着腓尼基人将该地重重包围,他们一方面备受干渴的折磨,另一方面被敌人压制,几乎全部被歼灭;因为在八千名步兵中仅有三十人幸免于难,而在八百名骑兵中也只有四十人逃脱了危险。