§20.59.1μέχρι μὲν δὴ τούτων τῶν καιρῶν ἐν τῇ Λιβύῃ κατὰ νοῦν ἅπαντα τὰ πράγματα τοῖς περὶ τὸν Ἀρχάγαθον ἦν.
それゆえ確かに、これらの時期までは、リビュアにおけるすべての事柄はアルカガトスとその周囲の者たちの望み通りであった。
μετὰ δὲ ταῦτα τῆς γερουσίας ἐν Καρχηδόνι βουλευσαμένης περὶ τοῦ πολέμου καλῶς ἔδοξε τοῖς συνέδροις τρία στρατόπεδα ποιήσαντας ἐκ τῆς πόλεως ἐκπέμψαι, τὸ μὲν ἐπὶ τὰς παραθαλαττίους πόλεις, τὸ δʼ εἰς τὴν μεσόγειον, τὸ δʼ εἰς τοὺς ἄνω τόπους.
しかしこの後、カルケドンの長老会が戦争について審議した結果、評議員たちには、三つの軍を編成して都市から送り出すことが良い策と思われた。 すなわち、一つは沿岸の都市へ、一つは内陸部へ、そしてもう一つは上流の地域へとである。
§20.59.2ἐνόμιζον γὰρ τοῦτο πράξαντες πρῶτον μὲν τὴν πόλιν ἀπαλλάξειν τῆς πολιορκίας, ἅμα δὲ καὶ τῆς σιτοδείας·
というのも、彼らはこのように行動すれば、第一に都市を包囲から解放し、同時に食糧不足からも解放することになると考えたからである。
πολλῶν γὰρ καὶ παντοδαπῶν ὄχλων συμπεφευγότων εἰς τὴν Καρχηδόνα συνέβαινε πάντων γεγονέναι σπάνιν, ἐξανηλωμένων ἤδη τῶν ἐπιτηδείων·
なぜなら、多種多様な大勢の群衆がカルケドンに逃げ込んできたため、生活必需品がすでに消費し尽くされており、あらゆるものの不足が生じる事態になっていたからである。
ἀπὸ δὲ τῆς πολιορκίας οὐκ ἦν κίνδυνος, ἀπροσίτου τῆς πόλεως οὔσης διὰ τὴν ἀπὸ τῶν τειχῶν καὶ τῆς θαλάττης ὀχυρότητα·
しかし、包囲による危険はなかった。 城壁と海による堅固さのために、都市への接近が不可能であったからである。
§20.59.3ἔπειθʼ ὑπελάμβανον καὶ τοὺς συμμάχους διαμένειν μᾶλλον πλειόνων στρατοπέδων ὄντων ἐν ὑπαίθρῳ τῶν παραβοηθούντων·
次に、彼らは、救援に赴くより多くの軍が野外にあれば、同盟国たちもより強固に留まり続けるであろうと想定していた。
τὸ δὲ μέγιστον, ἤλπιζον καὶ τοὺς πολεμίους ἀναγκασθήσεσθαι μερίζειν τὰς δυνάμεις καὶ μακρὰν ἀποσπᾶσθαι τῆς Καρχηδόνος.
そして最大の点として、敵もまた軍勢を分散させ、カルケドンから遠く離れることを余儀なくされるだろうと期待していた。
ἅπερ ἅπαντα κατὰ τὴν ἐπίνοιαν αὐτῶν συνετελέσθη·
これらすべてのことは、彼らの意図通りに遂行された。
§20.59.4τρισμυρίων μὲν γὰρ στρατιωτῶν ἐκ τῆς πόλεως ἐκπεμφθέντων οἱ καταλειπόμενοι ἔμποροι οὐχ οἷον ἱκανὰ πρὸς αὐτάρκειαν εἶχον, ἀλλʼ ἐκ περιουσίας ἐχρῶντο δαψιλέσι πᾶσιν, οἵ τε σύμμαχοι τὸ πρὸ τοῦ διὰ τὸν ἀπὸ τῶν πολεμίων φόβον ἀναγκαζόμενοι προστίθεσθαι τοῖς πολεμίοις τότε πάλιν θαρρήσαντες
というのも、三万人の兵士が都市から送り出されたため、残された商人たちは、自給自足に十分なものを持っただけでなく、有り余るほどの豊かさの中ですべてのものを贅沢に享受し、また同盟国たちも、以前は敵への恐れから敵側につくことを強いられていたが、その時は再び勇気を得て、